← 柏拉图

泰阿泰德篇

§201-202

伴随说明的真信念与梦境理论的提出

苏格拉底通过法官的例子论证了“真信念”本身不能构成知识,促使泰阿泰德提出“伴随说明的真信念”这一新定义。随后,苏格拉底引入了一个梦境般的理论,即原始元素不可知而复合物可知,并准备通过字母与音节的类比来检验这一假说。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§201

ΣΩ. ὁ τὸν ποταμὸν καθηγούμενος,1 ὦ Θεαίτητε, ἔφη ἄρα δείξειν αὐτό· καὶ τοῦτο ἐὰν ἰόντες ἐρευνῶμεν, τάχʼ ἂν ἐμπόδιον γενόμενον αὐτὸ φήνειεν τὸ ζητούμενον,2 μένουσι δὲ δῆλον οὐδέν. ΘΕΑΙ. ὀρθῶς λέγεις· ἀλλʼ ἴωμέν γε καὶ σκοπῶμεν. ΣΩ. οὐκοῦν τοῦτό γε βραχείας σκέψεως· τέχνη γάρ σοι ὅλη σημαίνει μὴ εἶναι ἐπιστήμην αὐτό. ΘΕΑΙ. πῶς δή; καὶ τίς αὕτη; ΣΩ. ἡ τῶν μεγίστων εἰς σοφίαν, οὓς δὴ καλοῦσιν ῥήτοράς τε καὶ δικανικούς. οὗτοι γάρ που τῇ ἑαυτῶν τέχνῃ πείθουσιν οὐ διδάσκοντες ἀλλὰ δοξάζειν ποιοῦντες ἃ ἂν βούλωνται. ἢ σὺ οἴει δεινούς τινας οὕτω διδασκάλους εἶναι, ὥστε οἷς μὴ παρεγένοντό τινες ἀποστερουμένοις3 χρήματα ἤ τι ἄλλο βιαζομένοις, τούτοις δύνασθαι πρὸς ὕδωρ σμικρὸν διδάξαι ἱκανῶς τῶν γενομένων τὴν ἀλήθειαν; ΘΕΑΙ. οὐδαμῶς ἔγωγε οἶμαι, ἀλλὰ πεῖσαι μέν. ΣΩ. τὸ πεῖσαι δʼ οὐχὶ δοξάσαι λέγεις ποιῆσαι; ΘΕΑΙ. τί μήν; ΣΩ. οὐκοῦν ὅταν δικαίως πεισθῶσιν δικασταὶ περὶ ὧν ἰδόντι μόνον ἔστιν εἰδέναι, ἄλλως δὲ μή, ταῦτα τότε ἐξ ἀκοῆς κρίνοντες, ἀληθῆ δόξαν λαβόντες, ἄνευ ἐπιστήμης ἔκριναν, ὀρθὰ πεισθέντες, εἴπερ εὖ ἐδίκασαν; ΘΕΑΙ. παντάπασι μὲν οὖν. ΣΩ. οὐκ ἄν, ὦ φίλε, εἴ γε ταὐτὸν ἦν δόξα τε ἀληθὴς καὶ δικαστήρια καὶ ἐπιστήμη, ὀρθά ποτʼ ἂν δικαστὴς ἄκρος ἐδόξαζεν ἄνευ ἐπιστήμης· νῦν δὲ ἔοικεν ἄλλο τι ἑκάτερον εἶναι. ΘΕΑΙ. ὅ γε ἐγώ, ὦ Σώκρατες, εἰπόντος του ἀκούσας ἐπελελήσμην, νῦν δʼ ἐννοῶ· ἔφη δὲ τὴν μὲν μετὰ λόγου ἀληθῆ δόξαν ἐπιστήμην εἶναι, τὴν δὲ ἄλογον ἐκτὸς ἐπιστήμης· καὶ ὧν μὲν μή ἐστι λόγος, οὐκ ἐπιστητὰ εἶναι, οὑτωσὶ καὶ ὀνομάζων, ἃ δʼ ἔχει, ἐπιστητά. ΣΩ. ἦ καλῶς λέγεις. τὰ δὲ δὴ ἐπιστητὰ ταῦτα καὶ μὴ πῇ διῄρει, λέγε, εἰ ἄρα κατὰ ταὐτὰ σύ τε κἀγὼ ἀκηκόαμεν. ΘΕΑΙ. ἀλλʼ οὐκ οἶδα εἰ ἐξευρήσω· λέγοντος μεντἂν ἑτέρου, ὡς ἐγᾦμαι, ἀκολουθήσαιμʼ ἄν. ΣΩ. ἄκουε δὴ ὄναρ ἀντὶ ὀνείρατος. ἐγὼ γὰρ αὖ ἐδόκουν ἀκούειν τινῶν ὅτι τὰ μὲν πρῶτα οἱονπερεὶ στοιχεῖα, ἐξ ὧν ἡμεῖς τε συγκείμεθα καὶ τἆλλα, λόγον οὐκ ἔχοι.

苏格拉底:泰阿泰德,“引渡过河的人”曾说,路途本身会显示出它来。如果我们走上前去探索,也许挡在路上的那个东西本身就会向我们显现出我们所寻找的对象,而对于停留不动的人,则显然一无所获。 泰阿泰德:您说得对。那我们就走上前去审视吧。 苏格拉底:那么,这至少只需要简短的考量;因为有一门整个的行业,它向你表明它本身并不是知识。 泰阿泰德:怎么会呢?这是什么行业? 苏格拉底:就是那些在智慧上被认为最伟大的人的行业,人们称他们为雄辩家和诉讼辩护士。因为这些人无疑是凭着自己的技术去说服,不是通过传授知识,而是通过让人们产生他们所期望的信念。难道你认为有这样一些神奇的教师,能够对那些在金钱被强夺或遭受其他暴力时不在场的人,在极短的滴水时间里,就充分传授所发生事情的真相吗? 泰阿泰德:我决不这样认为,而只是能说服他们。 苏格拉底:而所谓说服,你难道不是指使他们产生信念吗? 泰阿泰德:当然。 苏格拉底:那么,当裁判官们对于只有目击者才能知道而无法通过其他方式知道的事物被公正地信服,那时他们凭着传闻来判定这些事,获得了真信念,如果他们确实做出了好的判决,那他们就是被正确地说服了,却是在没有知识的情况下做出的判决,对吗? 泰阿泰德:确实完全如此。 苏格拉底:我的朋友,如果真信念和知识是同一回事,那么最优秀的裁判官就决不会在没有知识的情况下做出正确的判断;但现在看来,这两者各自是不同的东西。 泰阿泰德:苏格拉底,我曾听某人说过一件事,后来忘记了,但现在想起来了。他说,伴随说明的真信念就是知识,而缺乏说明的信念则在知识之外;无法加以说明的事物是不可知的——他是这样称呼的——而可以加以说明的事物则是可知的。 苏格拉底:你说得好。但是,他是如何区分这些可知和不可知的事物的呢?说来听听,看看你我听到的是否是一样的。 泰阿泰德:我不知道自己能否把它说出来;但如果是别人说,我想我是能跟得上的。 苏格拉底:那么,你就听听用一个梦来换取一个梦吧。因为我好像也曾听到某些人说,那些最原始的、如同元素一样的东西——我们和其他一切事物都是由它们构成的——是没有说明的。

§202

ΣΩ. αὐτὸ γὰρ καθʼ αὑτὸ ἕκαστον ὀνομάσαι μόνον εἴη, προσειπεῖν δὲ οὐδὲν ἄλλο δυνατόν, οὔθʼ ὡς ἔστιν, οὔθʼ ὡς οὐκ ἔστιν· ἤδη γὰρ ἂν οὐσίαν ἢ μὴ οὐσίαν αὐτῷ προστίθεσθαι, δεῖν δὲ οὐδὲν προσφέρειν, εἴπερ αὐτὸ ἐκεῖνο μόνον τις ἐρεῖ.4 ἐπεὶ οὐδὲ τὸ αὐτὸ οὐδὲ τὸ ἐκεῖνο οὐδὲ τὸ ἕκαστον οὐδὲ τὸ μόνον οὐδὲ τοῦτο προσοιστέον οὐδʼ ἄλλα πολλὰ τοιαῦτα· ταῦτα μὲν γὰρ περιτρέχοντα πᾶσι προσφέρεσθαι, ἕτερα ὄντα ἐκείνων οἷς προστίθεται, δεῖν δέ, εἴπερ ἦν δυνατὸν αὐτὸ λέγεσθαι καὶ εἶχεν οἰκεῖον αὑτοῦ λόγον, ἄνευ τῶν ἄλλων ἁπάντων λέγεσθαι. νῦν δὲ ἀδύνατον εἶναι ὁτιοῦν τῶν πρώτων ῥηθῆναι λόγῳ· οὐ γὰρ εἶναι αὐτῷ ἀλλʼ ἢ ὀνομάζεσθαι μόνον—ὄνομα γὰρ μόνον ἔχειν—τὰ δὲ ἐκ τούτων ἤδη συγκείμενα, ὥσπερ αὐτὰ πέπλεκται, οὕτω καὶ τὰ ὀνόματα αὐτῶν συμπλακέντα λόγον γεγονέναι· ὀνομάτων γὰρ συμπλοκὴν εἶναι λόγου οὐσίαν. οὕτω δὴ τὰ μὲν στοιχεῖα ἄλογα καὶ ἄγνωστα εἶναι, αἰσθητὰ δέ· τὰς δὲ συλλαβὰς γνωστάς τε καὶ ῥητὰς καὶ ἀληθεῖ δόξῃ δοξαστάς. ὅταν μὲν οὖν ἄνευ λόγου τὴν ἀληθῆ δόξαν τινός τις λάβῃ, ἀληθεύειν μὲν αὐτοῦ τὴν ψυχὴν περὶ αὐτό, γιγνώσκειν δʼ οὔ· τὸν γὰρ μὴ δυνάμενον δοῦναί τε καὶ δέξασθαι λόγον5 ἀνεπιστήμονα εἶναι περὶ τούτου· προσλαβόντα δὲ λόγον δυνατόν τε ταῦτα πάντα γεγονέναι καὶ τελείως πρὸς ἐπιστήμην ἔχειν. οὕτως σὺ τὸ ἐνύπνιον ἢ ἄλλως ἀκήκοας; ΘΕΑΙ. οὕτω μὲν οὖν παντάπασιν. ΣΩ. ἀρέσκει οὖν σε καὶ τίθεσαι ταύτῃ, δόξαν ἀληθῆ μετὰ λόγου ἐπιστήμην εἶναι; ΘΕΑΙ. κομιδῇ μὲν οὖν. ΣΩ. ἆρʼ, ὦ Θεαίτητε, νῦν οὕτω τῇδε τῇ ἡμέρᾳ εἰλήφαμεν ὃ πάλαι καὶ πολλοὶ τῶν σοφῶν ζητοῦντες πρὶν εὑρεῖν κατεγήρασαν; ΘΕΑΙ. ἐμοὶ γοῦν δοκεῖ, ὦ Σώκρατες, καλῶς λέγεσθαι τὸ νῦν ῥηθέν. ΣΩ. καὶ εἰκός γε αὐτὸ τοῦτο οὕτως ἔχειν· τίς γὰρ ἂν καὶ ἔτι ἐπιστήμη εἴη χωρὶς τοῦ λόγου τε καὶ ὀρθῆς δόξης; ἓν μέντοι τί με τῶν ῥηθέντων ἀπαρέσκει. ΘΕΑΙ. τὸ ποῖον δή; ΣΩ. ὃ καὶ δοκεῖ λέγεσθαι κομψότατα, ὡς τὰ μὲν στοιχεῖα ἄγνωστα, τὸ δὲ τῶν συλλαβῶν γένος γνωστόν. ΘΕΑΙ. οὐκοῦν ὀρθῶς; ΣΩ. ἰστέον δή· ὥσπερ γὰρ ὁμήρους ἔχομεν τοῦ λόγου τὰ παραδείγματα οἷς χρώμενος εἶπε πάντα ταῦτα. ΘΕΑΙ. ποῖα δή; ΣΩ. τὰ τῶν γραμμάτων στοιχεῖά τε καὶ συλλαβάς. ἢ οἴει ἄλλοσέ ποι βλέποντα ταῦτα εἰπεῖν τὸν εἰπόντα ἃ λέγομεν; ΘΕΑΙ. οὔκ, ἀλλʼ εἰς ταῦτα.

苏格拉底:因为它们之中的每一个本身只能被命名,而不可能附带说出任何别的东西,既不能说它“存在”,也不能说它“不存在”;因为在那时,就会把“存在”或“不存在”加在它身上,但是,如果有人只想单独说那个东西本身,就绝不能给它附带任何东西。因为既不能把“自身”、“那个”、“每一个”、“唯独”、“这个”加给它,也不能把其他许多诸如此类的词加给它;因为这些词四处游走,被加在一切事物上,而它们与被相加的事物是不同的。但是,如果那事物本身有可能被说出,并且拥有它自己特有的说明,它就应该在没有任何其他词的情况下被说出。但现在,任何原始元素都不可能被说明表达;因为对它来说,除了仅仅被命名之外,什么也没有——因为大凡它只有一个名字——而由这些元素组成的东西,正如它们本身被交织在一起一样,它们的名字交织在一起就形成了说明;因为名字的交织正是说明的本质。因此,元素是无说明且不可知的,但却是可感觉的;而音节则是可知的、可表达的,并且可以凭真信念来信念。因此,当一个人在没有说明的情况下获得关于某物的真信念时,他的灵魂在关于该事物上确实把握了真理,但并不知道它;因为不能给出和接受说明的人,对于该事物是没有知识的;但如果加上了说明,这一切就都变得可能,并且完全达到了知识的状态。你听到的那个梦是这样的,还是别的样子的? 泰阿泰德:确实完全是这样的。 苏格拉底:那么,你对此感到满意,并确立这一观点,即伴随说明的真信念就是知识吗? 泰阿泰德:完全同意。 苏格拉底:泰阿泰德,那么我们是不是就在今天这一天里,以这种方式,把握到了许多智者长期以来寻找、却在找到之前就已老去的东西呢? 泰阿泰德:至少在我看来,苏格拉底,刚才所说的话说得很漂亮。 苏格拉底:而且这确实很有可能是真的;因为除了说明和正确的信念之外,还能有什么可以被称为知识呢?然而,在刚才所说的话中,有一点让我不满意。 泰阿泰德:到底是哪一点呢? 苏格拉底:就是那个似乎说得最巧妙的观点,即元素是不可知的,而音节这一类东西则是可知的。 泰阿泰德:难道这不是正确的吗? 苏格拉底:这确实必须加以考察;因为对于这一论证,我们手中握有说出这一切的人所使用的范例作为“人质”。 泰阿泰德:到底是些什么样的范例? 苏格拉底:就是字母的元素和音节。难道你认为,说出我们现在所说的话的那个人,是看着别的什么东西来说这些的吗? 泰阿泰德:不是,他显然是看着这些说的。

语法注5 条
  1. 201ὁ τὸν ποταμὸν καθηγούμενος

    借用了“引渡过河的人会说明河深(走过去就知道了)”的谚语。该名词短语置于句首作为主语,与不定式 δείξειν 的主语相一致。

  2. 201aἐμπόδιον γενόμενον αὐτὸ φήνειεν τὸ ζητούμενον

    φήνειεν(φαίνω 的祈愿式主动语态,带有表示潜在或可能的 ἄν)在此作及物动词(“显露、揭示”),以 τὸ ζητούμενον(“所寻找的对象”)为宾语,αὐτό 为主语。ἐμπόδιον γενόμενον 是伴随分词,意为“作为障碍显现”或“挡在路上”。虽然也有将其译为不及物动词“所寻找的东西本身可能作为障碍显现”的解释,但结合前进探索的语境,及物动词的解说更为合适。

  3. 201bοἷς μὴ παρεγένοντό τινες ἀποστερουμένοις

    在关系从句 οἷς... 中,与格关系代词 οἷς 的先行词是主句中的 τούτοις。现在分词被动语态与格复数 ἀποστερουμένοις 修饰 οἷς,意为“在他们被强夺(金钱)时”。τινες 是动词 παρεγένοντο 的主语。

  4. 202aδεῖν δὲ οὐδὲν προσφέρειν, εἴπερ αὐτὸ ἐκεῖνο μόνον τις ἐρεῖ

    δεῖν 是无人称动词 δεῖ 的不定式,延续了 §201e 中由 ἐδόκουν ἀκούειν τινῶν 引入的间接引语(不定式结构)。条件从句 εἴπερ... 是该间接引语中的从属句,使用直陈式现在时。

  5. 202cτὸν γὰρ μὴ δυνάμενον δοῦναί τε καὶ δέξασθαι λόγον

    在“对格加不定式”结构中,名词化的分词 τὸν ... δυνάμενον 作不定式 εἶναι 的主语,ἀνεπιστήμονα 作表语形容词。短语 δοῦναί τε καὶ δέξασθαι λόγον(“给出并接受说明”)代表了柏拉图哲学中辩证的理性说明能力。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:201-202