- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:204
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-28
苏格拉底就“整体”与“总和”的区别向泰阿泰德发问,并以数字计算为例,确立了由部分构成的事物与其部分的总和是等同的。
ΣΩ. ἐχέτω δὴ ὡς νῦν φαμεν,1 μία ἰδέα ἐξ ἑκάστων τῶν συναρμοττόντων στοιχείων γιγνομένη ἡ συλλαβή, ὁμοίως ἔν τε γράμμασι καὶ ἐν τοῖς ἄλλοις ἅπασι. ΘΕΑΙ. πάνυ μὲν οὖν. ΣΩ. οὐκοῦν μέρη αὐτῆς οὐ δεῖ εἶναι. ΘΕΑΙ. τί δή; ΣΩ. ὅτι οὗ ἂν ᾖ μέρη, τὸ ὅλον ἀνάγκη τὰ πάντα μέρη εἶναι.2 ἢ καὶ τὸ ὅλον ἐκ τῶν μερῶν λέγεις γεγονὸς ἕν τι εἶδος ἕτερον τῶν πάντων μερῶν; ΘΕΑΙ. ἔγωγε. ΣΩ. τὸ δὲ δὴ πᾶν καὶ τὸ ὅλον πότερον ταὐτὸν καλεῖς ἢ ἕτερον ἑκάτερον; ΘΕΑΙ. ἔχω μὲν οὐδὲν σαφές, ὅτι δὲ κελεύεις προθύμως ἀποκρίνασθαι, παρακινδυνεύων λέγω ὅτι ἕτερον. ΣΩ. ἡ μὲν προθυμία, ὦ Θεαίτητε, ὀρθή· εἰ δὲ καὶ ἡ ἀπόκρισις, σκεπτέον. ΘΕΑΙ. δεῖ γε δή. ΣΩ. οὐκοῦν διαφέροι ἂν τὸ ὅλον τοῦ παντός, ὡς ὁ νῦν λόγος; ΘΕΑΙ. ναί. ΣΩ. τί δὲ δή; τὰ πάντα καὶ τὸ πᾶν ἔσθʼ ὅτι διαφέρει; οἷον ἐπειδὰν λέγωμεν ἕν, δύο, τρία, τέτταρα, πέντε, ἕξ, καὶ ἐὰν δὶς τρία ἢ τρὶς δύο ἢ τέτταρά τε καὶ δύο ἢ τρία καὶ δύο καὶ ἕν, πότερον ἐν πᾶσι τούτοις τὸ αὐτὸ ἢ ἕτερον λέγομεν; ΘΕΑΙ. τὸ αὐτό. ΣΩ. ἆρʼ ἄλλο τι ἢ ἕξ; ΘΕΑΙ. οὐδέν. ΣΩ. οὐκοῦν ἐφʼ ἑκάστης λέξεως πάντα ἓξ εἰρήκαμεν; ΘΕΑΙ. ναί. ΣΩ. πᾶν δʼ οὐδὲν λέγομεν τὰ πάντα λέγοντες; ΘΕΑΙ. ἀνάγκη. ΣΩ. ἦ ἄλλο τι ἢ τὰ ἕξ; ΘΕΑΙ. οὐδέν. ΣΩ. ταὐτὸν ἄρα ἔν γε τοῖς ὅσα ἐξ ἀριθμοῦ ἐστι τό τε πᾶν προσαγορεύομεν καὶ τὰ ἅπαντα; ΘΕΑΙ. φαίνεται. ΣΩ. ὧδε δὴ περὶ αὐτῶν λέγωμεν. ὁ τοῦ πλέθρου ἀριθμὸς καὶ τὸ πλέθρον ταὐτόν· ἦ γάρ; ΘΕΑΙ. ναί. ΣΩ. καὶ ὁ τοῦ σταδίου δὴ ὡσαύτως. ΘΕΑΙ. ναί. ΣΩ. καὶ μὴν καὶ ὁ τοῦ στρατοπέδου γε καὶ τὸ στρατόπεδον, καὶ πάντα τὰ τοιαῦτα ὁμοίως; ὁ γὰρ ἀριθμὸς πᾶς τὸ ὂν πᾶν ἕκαστον αὐτῶν ἐστιν.3 ΘΕΑΙ. ναί. ΣΩ. ὁ δὲ ἑκάστων ἀριθμὸς μῶν ἄλλο τι ἢ μέρη ἐστίν; ΘΕΑΙ. οὐδέν. ΣΩ. ὅσα ἄρα ἔχει μέρη, ἐκ μερῶν ἂν εἴη; ΘΕΑΙ. φαίνεται. ΣΩ. τὰ δέ γε πάντα μέρη τὸ πᾶν εἶναι ὡμολόγηται, εἴπερ καὶ ὁ πᾶς ἀριθμὸς τὸ πᾶν ἔσται. ΘΕΑΙ. οὕτως. ΣΩ. τὸ ὅλον ἄρʼ οὐκ ἔστιν ἐκ μερῶν. πᾶν γὰρ ἂν εἴη τὰ πάντα ὂν μέρη. ΘΕΑΙ. οὐκ ἔοικεν. ΣΩ. μέρος δʼ ἔσθʼ ὅτου ἄλλου ἐστὶν ὅπερ ἐστὶν ἢ τοῦ ὅλου;4 ΘΕΑΙ. τοῦ παντός γε.
苏格拉底:那么就如我们现在所说的那样吧:音节是结合在一起的每个元素所产生的单一形式,这在字母中以及在所有其他事物中都是一样的。 泰阿泰德:完全是这样。 苏格拉底:那么,它不应该有部分。 泰阿泰德:这是为什么? 苏格拉底:因为在有部分的地方,整体必然是所有的部分。或者你也是说,整体是由部分产生的某种单一形式,与所有的部分不同? 泰阿泰德:是的。 苏格拉底:那么,你把‘总和’与‘整体’称为同一事物,还是它们各自不同? 泰阿泰德:我并没有什么清晰的想法,但既然你叮嘱我要积极回答,那我就冒个险,说它们是不同的。 苏格拉底:泰阿泰德,积极的态度是对的;但回答是否也正确,还需要审视。 泰阿泰德:确实需要。 苏格拉底:那么,按照现在的论点,整体会与总和有所不同? 泰阿泰德:是的。 苏格拉底:那又如何呢?‘所有部分’和‘总和’有什么不同吗?例如,当我们说‘一、二、三、四、五、六’时,或者说‘双倍的三’、‘三倍的二’、‘四和二’、‘三、二和一’时,在所有这些情况中,我们说的是同一事物还是不同的事物? 泰阿泰德:同一事物。 苏格拉底:难道那会是除了六个之外的别的什么吗? 泰阿泰德:没有。 苏格拉底:那么,在每种说法中,我们说的都是全部的六,对吗? 泰阿泰德:是的。 苏格拉底:而我们说‘所有部分’时,难道不是说了一个‘总和’吗? 泰阿泰德:必然如此。 苏格拉底:难道那会是除了这六个之外的别的什么吗? 泰阿泰德:没有。 苏格拉底:那么,至少在由数目构成的事物中,我们把‘总和’与‘所有部分’称为同一事物? 泰阿泰德:似乎是这样。 苏格拉底:让我们这样来谈论它们。一普勒特戎的数量和这一普勒特戎本身是相同的,不是吗? 泰阿泰德:是的。 苏格拉底:一斯塔狄翁的数量也是如此。 泰阿泰德:是的。 苏格拉底:而且军队的人数与军队本身,以及所有类似的事物也都是如此?因为完整的数目就是它们各自的完整存在。 泰阿泰德:是的。 苏格拉底:而它们各自的数目,难道不是它的部分吗? 泰阿泰德:没有别的。 苏格拉底:那么,凡是有部分的事物,都将是由部分构成的? 泰阿泰德:似乎是这样。 苏格拉底:而所有的部分已被同意就是总和,如果完整的数目也是总和的话。 泰阿泰德:是这样。 苏格拉底:因此,整体并不是由部分构成的;因为如果是的话,它就会是作为所有部分的总和。 泰阿泰德:似乎不是这样。 苏格拉底:但是,一个部分,作为它本身而言,难道是除了整体之外的其他事物的部分吗? 泰阿泰德:至少是总和的部分。
- 204aἐχέτω δὴ ὡς νῦν φαμεν
动词 ἔχω 的第三人称单数活动命令式 ἐχέτω 在此处作非人称使用(或以“事态”为主语),表示“让它保持如此”或“且先这样设定”这一假设。
- 204aὅτι οὗ ἂν ᾖ μέρη, τὸ ὅλον ἀνάγκη τὰ πάντα μέρη εἶναι.
关系代词 ὅς 的属格 οὗ 修饰 μέρη(“……的部分”)。主句由非人称词 ἀνάγκη 支配一个“带对格的不定式”结构:τὸ ὅλον 作不定式的主语对格,τὰ πάντα μέρη 作表语,εἶναι 为不定式。
- 204dὁ γὰρ ἀριθμὸς πᾶς τὸ ὂν πᾶν ἕκαστον αὐτῶν ἐστιν.
主语为 ὁ ἀριθμὸς πᾶς(“完整的数目”),而 τὸ ὂν πᾶν(“完整的存在/实存”)作为 ἕκαστον αὐτῶν(“它们中的每一个”)的表语,用以确立数量总和与存在整体之间的同一性。
- 204eμέρος δʼ ἔσθʼ ὅτου ἄλλου ἐστὶν ὅπερ ἐστὶν ἢ τοῦ ὅλου;
关系从句 ὅπερ ἐστίν(“即它所是的那个东西”)为惯用表达,用以强调部分作为部分的本质(即“部分在其作为部分而言”)。ὅτου ἄλλου ... ἢ τοῦ ὅλου 构成了一个比较或关联属格结构(“除了整体之外的其他事物的[部分]”)。
