← 柏拉图

泰阿泰德篇

§149-150

苏格拉底对其精神助产术的阐述

苏格拉底将自己比作助产士,解释说他实践着一种精神上的助产术,协助年轻人的灵魂生育思想,并检验其所产出的是真理还是虚假的幻影。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§149

ΣΩ. εἶτα, ὦ καταγέλαστε, οὐκ ἀκήκοας ὡς ἐγώ εἰμι ὑὸς μαίας μάλα γενναίας τε καὶ βλοσυρᾶς, Φαιναρέτης; ΘΕΑΙ. ἤδη τοῦτό γε ἤκουσα. ΣΩ. ἆρα καὶ ὅτι ἐπιτηδεύω τὴν αὐτὴν τέχνην ἀκήκοας; ΘΕΑΙ. οὐδαμῶς. ΣΩ. ἀλλʼ εὖ ἴσθʼ ὅτι· μὴ μέντοι μου κατείπῃς πρὸς τοὺς ἄλλους. λέληθα γάρ, ὦ ἑταῖρε, ταύτην ἔχων τὴν τέχνην· οἱ δέ, ἅτε οὐκ εἰδότες, τοῦτο μὲν οὐ λέγουσι περὶ ἐμοῦ, ὅτι δὲ ἀτοπώτατός εἰμι καὶ ποιῶ τοὺς ἀνθρώπους ἀπορεῖν. ἦ καὶ τοῦτο ἀκήκοας; ΘΕΑΙ. ἔγωγε. ΣΩ. εἴπω οὖν σοι τὸ αἴτιον; ΘΕΑΙ. πάνυ μὲν οὖν. ΣΩ. ἐννόησον δὴ τὸ περὶ τὰς μαίας ἅπαν ὡς ἔχει, καὶ ῥᾷον μαθήσῃ ὃ βούλομαι. οἶσθα γάρ που ὡς οὐδεμία αὐτῶν ἔτι αὐτὴ κυϊσκομένη τε καὶ τίκτουσα ἄλλας μαιεύεται, ἀλλʼ αἱ ἤδη ἀδύνατοι τίκτειν. ΘΕΑΙ. πάνυ μὲν οὖν. ΣΩ. αἰτίαν δέ γε τούτου φασὶν εἶναι τὴν Ἄρτεμιν, ὅτι ἄλοχος οὖσα τὴν λοχείαν εἴληχε. στερίφαις μὲν οὖν ἄρα οὐκ ἔδωκε μαιεύεσθαι, ὅτι ἡ ἀνθρωπίνη φύσις ἀσθενεστέρα ἢ λαβεῖν1 τέχνην ὧν ἂν ᾖ ἄπειρος·2 ταῖς δὲ διʼ ἡλικίαν ἀτόκοις προσέταξε τιμῶσα τὴν αὑτῆς ὁμοιότητα. ΘΕΑΙ. εἰκός. ΣΩ. οὐκοῦν καὶ τόδε εἰκός τε καὶ ἀναγκαῖον, τὰς κυούσας καὶ μὴ3 γιγνώσκεσθαι μᾶλλον ὑπὸ τῶν μαιῶν ἢ τῶν ἄλλων; ΘΕΑΙ. πάνυ γε. ΣΩ. καὶ μὴν καὶ διδοῦσαί γε αἱ μαῖαι φαρμάκια καὶ ἐπᾴδουσαι δύνανται ἐγείρειν τε τὰς ὠδῖνας καὶ μαλθακωτέρας ἂν βούλωνται ποιεῖν, καὶ τίκτειν τε δὴ τὰς δυστοκούσας, καὶ ἐὰν νέον ὂν δόξῃ ἀμβλίσκειν, ἀμβλίσκουσιν; ΘΕΑΙ. ἔστι ταῦτα. ΣΩ. ἆρʼ οὖν ἔτι καὶ τόδε αὐτῶν ᾔσθησαι, ὅτι καὶ προμνήστριαί εἰσι δεινόταται, ὡς πάσσοφοι οὖσαι περὶ τοῦ γνῶναι ποίαν χρὴ ποίῳ ἀνδρὶ συνοῦσαν ὡς ἀρίστους παῖδας τίκτειν; ΘΕΑΙ. οὐ πάνυ τοῦτο οἶδα. ΣΩ. ἀλλʼ ἴσθʼ ὅτι ἐπὶ τούτῳ μεῖζον φρονοῦσιν ἢ ἐπὶ τῇ ὀμφαλητομίᾳ. ἐννόει γάρ· τῆς αὐτῆς ἢ ἄλλης οἴει τέχνης εἶναι θεραπείαν τε καὶ συγκομιδὴν τῶν ἐκ γῆς καρπῶν καὶ αὖ τὸ γιγνώσκειν εἰς ποίαν γῆν ποῖον φυτόν τε καὶ σπέρμα καταβλητέον; ΘΕΑΙ. οὔκ, ἀλλὰ τῆς αὐτῆς. ΣΩ. εἰς γυναῖκα δέ, ὦ φίλε, ἄλλην μὲν οἴει τοῦ τοιούτου, ἄλλην δὲ συγκομιδῆς; ΘΕΑΙ. οὔκουν εἰκός γε.

苏格拉底:那么,你这个可笑的孩子,你难道没有听说过我是一个非常高贵而严厉的助产士菲纳雷特的儿子吗? 泰阿泰德:这我倒是听说过。 苏格拉底:那你有没有听说我也从事同样的行业呢? 泰阿泰德:绝没有。 苏格拉底:但你要确信我是从事这行的。不过,可不要把我的事泄露给别人。因为,我的朋友,我一直隐瞒着自己拥有这种技术。而别人因为不知道,所以并不这样说我,只说我是一个极度古怪的人,并让人陷入困境。你也听说过这个吗? 泰阿泰德:我听说过。 苏格拉底:那么,我把原因告诉你吧? 泰阿泰德:务必请讲。 苏格拉底:想一想关于助产士的整个事情是怎样的,你就会更容易理解我的意思。因为你大概知道,她们中没有人在自己还能怀孕生育的时候去为别人接生,而只有那些已经不能生育的妇女才去接生。 泰阿泰德:确实如此。 苏格拉底:人们说其中的原因是阿耳忒弥斯,因为她自己没有配偶,却执掌着生育之事。因此,她不允许不育的妇女去接生,因为人性太软弱,无法掌握自己没有经历过的事物的技术;但她把这任务交给了那些因年龄而不再生育的妇女,以此来尊崇与她自己的相似性。 泰阿泰德:这很合理。 苏格拉底:那么,下面这一点不也同样合理且必然吗:怀孕的妇女和没怀孕的妇女,助产士比其他人更容易看出来? 泰阿泰德:确实如此。 苏格拉底:而且,助产士通过配药和念咒,能够唤起阵痛,或者在需要时使其减轻,她们也能让难产的妇女生产,如果觉得胎儿还太小需要流产,她们也能使其流产,不是吗? 泰阿泰德:确实是这样。 苏格拉底:那你有没有注意到她们的这一点:她们还是极高明的媒人,在懂得什么样的女子应该和什么样的男子结合以生育最优秀的后代方面无所不知? 泰阿泰德:这我倒不太清楚。 苏格拉底:但你要知道,她们在这件事上比在剪脐带上更为自豪。因为想一想:你认为大地上作物的照料和收获,与懂得在什么样的土地上播种什么样的植物和种子,是属于同一种技术,还是不同的技术? 泰阿泰德:不,是同一种。 苏格拉底:至于女人,我的朋友,你认为这种播种是一门技术,而收获又是另一门技术吗? 泰阿泰德:这不合情理。

§150

ΣΩ. οὐ γάρ. ἀλλὰ διὰ τὴν ἄδικόν τε καὶ ἄτεχνον συναγωγὴν ἀνδρὸς καὶ γυναικός, ᾗ δὴ προαγωγία ὄνομα, φεύγουσι καὶ τὴν προμνηστικὴν ἅτε σεμναὶ οὖσαι αἱ μαῖαι, φοβούμεναι μὴ εἰς ἐκείνην τὴν αἰτίαν διὰ ταύτην ἐμπέσωσιν· ἐπεὶ ταῖς γε ὄντως μαίαις μόναις που προσήκει καὶ προμνήσασθαι ὀρθῶς. ΘΕΑΙ. φαίνεται. ΣΩ. τὸ μὲν τοίνυν τῶν μαιῶν τοσοῦτον, ἔλαττον δὲ τοῦ ἐμοῦ δράματος. οὐ γὰρ πρόσεστι γυναιξὶν ἐνίοτε μὲν εἴδωλα τίκτειν, ἔστι δʼ ὅτε ἀληθινά, τοῦτο δὲ μὴ ῥᾴδιον εἶναι διαγνῶναι. εἰ γὰρ προσῆν, μέγιστόν τε καὶ κάλλιστον ἔργον ἦν ἂν ταῖς μαίαις τὸ κρίνειν τὸ ἀληθές τε καὶ μή· ἢ οὐκ οἴει; ΘΕΑΙ. ἔγωγε. ΣΩ. τῇ δέ γʼ ἐμῇ τέχνῃ τῆς μαιεύσεως τὰ μὲν ἄλλα ὑπάρχει ὅσα ἐκείναις, διαφέρει δὲ τῷ τε ἄνδρας ἀλλὰ μὴ γυναῖκας μαιεύεσθαι καὶ τῷ τὰς ψυχὰς αὐτῶν τικτούσας ἐπισκοπεῖν ἀλλὰ μὴ τὰ σώματα. μέγιστον δὲ τοῦτʼ ἔνι τῇ ἡμετέρᾳ τέχνῃ, βασανίζειν δυνατὸν εἶναι παντὶ τρόπῳ πότερον εἴδωλον καὶ ψεῦδος ἀποτίκτει τοῦ νέου ἡ διάνοια ἢ γόνιμόν τε καὶ ἀληθές. ἐπεὶ τόδε γε καὶ ἐμοὶ ὑπάρχει ὅπερ ταῖς μαίαις· ἄγονός εἰμι σοφίας, καὶ ὅπερ ἤδη πολλοί μοι ὠνείδισαν, ὡς τοὺς μὲν ἄλλους ἐρωτῶ, αὐτὸς δὲ οὐδὲν ἀποφαίνομαι περὶ οὐδενὸς διὰ τὸ μηδὲν ἔχειν σοφόν, ἀληθὲς ὀνειδίζουσιν. τὸ δὲ αἴτιον τούτου τόδε· μαιεύεσθαί με ὁ θεὸς ἀναγκάζει, γεννᾶν δὲ ἀπεκώλυσεν. εἰμὶ δὴ οὖν αὐτὸς μὲν οὐ πάνυ τι σοφός, οὐδέ τί μοι ἔστιν εὕρημα τοιοῦτον γεγονὸς τῆς ἐμῆς ψυχῆς ἔκγονον· οἱ δʼ ἐμοὶ συγγιγνόμενοι τὸ μὲν πρῶτον φαίνονται ἔνιοι μὲν καὶ πάνυ ἀμαθεῖς, πάντες δὲ προϊούσης τῆς συνουσίας, οἷσπερ ἂν ὁ θεὸς παρείκῃ, θαυμαστὸν ὅσον4 ἐπιδιδόντες, ὡς αὑτοῖς τε καὶ τοῖς ἄλλοις δοκοῦσι· καὶ τοῦτο ἐναργὲς ὅτι παρʼ ἐμοῦ οὐδὲν πώποτε μαθόντες, ἀλλʼ αὐτοὶ παρʼ αὑτῶν πολλὰ καὶ καλὰ εὑρόντες τε καὶ τεκόντες. τῆς μέντοι μαιείας ὁ θεός τε καὶ ἐγὼ αἴτιος. ὧδε δὲ δῆλον· πολλοὶ ἤδη τοῦτο ἀγνοήσαντες καὶ ἑαυτοὺς αἰτιασάμενοι, ἐμοῦ δὲ καταφρονήσαντες, ἢ αὐτοὶ ἢ ὑπʼ ἄλλων πεισθέντες ἀπῆλθον πρῳαίτερον τοῦ δέοντος, ἀπελθόντες δὲ τά τε λοιπὰ ἐξήμβλωσαν5 διὰ πονηρὰν συνουσίαν καὶ τὰ ὑπʼ ἐμοῦ μαιευθέντα κακῶς τρέφοντες ἀπώλεσαν, ψευδῆ καὶ εἴδωλα περὶ πλείονος ποιησάμενοι τοῦ ἀληθοῦς, τελευτῶντες δʼ αὑτοῖς τε καὶ τοῖς ἄλλοις ἔδοξαν ἀμαθεῖς εἶναι.

苏格拉底:确实不合情理。但是,由于男女之间不正当且无技巧的结合(这被称为拉皮条),作为端庄妇女的助产士们甚至避开媒妁之事,害怕因此而落入拉皮条的指责中。然而实际上,只有真正的助产士才最适合正确地进行媒妁。 泰阿泰德:看来是这样。 苏格拉底:因此,助产士的角色固然如此重要,但与我的戏剧相比却显得微不足道。因为女子并不至于有时产下幻影,有时产下真身,以至于这并不容易辨别。因为如果也是这样的话,那么对助产士来说,判定真伪不就成了最大、最美好的工作了吗?你不这样认为吗? 泰阿泰德:我赞同。 苏格拉底:而我的助产术在其他方面与她们完全相同,不同之处在于它接生的是男人而不是女人,并且监视的是他们正在生育的灵魂而不是身体。在我们的技术中,最伟大的一点在于,能够用尽一切方法去检验年轻人的理智所产下的究竟是幻影和虚假,还是充满生命力的真理。因为助产士所具有的特点我也同样具有:我在智慧上是不育的,而许多人已经以此来责备我,说我总是向别人提问,而自己却因为没有任何智慧而在任何事情上都不发表意见,他们的责备是真的。其中的原因就在于:神强迫我为别人接生,却禁止我生育。所以我自己绝称不上聪明,在我的灵魂中也未曾诞生过任何这样的智慧发明。然而与我交往的人,起初他们中有些人显得完全无知,但随着交往的深入,只要神允许,他们的进步是令人惊叹的,这在他们自己和别人看来都是显而易见的。而且显而易见的是,他们从未从我这里学到过任何东西,而是他们自己从自身中发现并产下了许多美好的东西。不过,对于这种接生,神和我是其原因。 这可以从以下事实中看得很清楚:已经有许多人因为不知道这一点,把原因归结于自己而轻视我,他们要么自己离开,要么听信别人的劝说而过早地离去。离去之后,他们因为恶劣的交往而流产了其余的胎儿,并且因为抚养不当而毁掉了由我接生的孩子,他们把虚假和幻影看得比真理更为重要;最后,在他们自己和别人眼中,他们都显得是一无所知的。

语法注5 条
  1. 149cἀσθενεστέρα ἢ λαβεῖν

    比较级 ἀσθενεστέρα 后接 ἤ 和不定式 λαβεῖν,表示限制,相当于“太虚弱而无法掌握”。

  2. 149cὧν ἂν ᾖ ἄπειρος

    关系代词 ὧν 省略了其先行词,并由于受到形容词 ἄπειρος(未经历的)支配而使用属格,表示“自己未曾经历的”。

  3. 149cτὰς κυούσας καὶ μή

    此短语充当不定式 γιγνώσκεσθαι 的逻辑主语。καὶ μή 是 καὶ μὴ κυούσας 的省略,意为“怀孕的与未怀孕的妇女”。

  4. 150dθαυμαστὸν ὅσον

    原本是主句与关系从句的结合(“那是多么令人惊奇的事”),后融合为副词性惯用语,意为“令人惊叹地”或“极大地”。

  5. 150eτά τε λοιπὰ ἐξήμβλωσαν

    中性复数对格的 λοιπά(剩余的事物)比喻性地指代由于过早离开苏格拉底的指导,而使其灵魂中残留的思想萌芽(胎儿)流产夭折。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:149-150