- 底本
- Platonis Opera, Tomus I: Tetralogia I-II. Burnet, John, 1863-1928, editor. Oxford: Clarendon Press, 1905.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0059.tlg006.humanitext-grc2:151
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
苏格拉底阐述了他作为理智助产士的角色,以及他如何对待处于思想阵痛中的人们,并鼓励泰阿泰德给出定义。泰阿泰德随后提出了他的第一个定义,即“知识就是感觉”。
ΣΩ. ὧν εἷς γέγονεν Ἀριστείδης ὁ Λυσιμάχου καὶ ἄλλοι πάνυ πολλοί· οὕς, ὅταν πάλιν ἔλθωσι δεόμενοι τῆς ἐμῆς συνουσίας καὶ θαυμαστὰ δρῶντες, ἐνίοις μὲν τὸ γιγνόμενόν μοι δαιμόνιον ἀποκωλύει συνεῖναι,1 ἐνίοις δὲ ἐᾷ, καὶ πάλιν οὗτοι ἐπιδιδόασι. πάσχουσι δὲ δὴ οἱ ἐμοὶ συγγιγνόμενοι καὶ τοῦτο ταὐτὸν ταῖς τικτούσαις· ὠδίνουσι γὰρ καὶ ἀπορίας ἐμπίμπλανται νύκτας τε καὶ ἡμέρας πολὺ μᾶλλον ἢ ʼκεῖναι· ταύτην δὲ τὴν ὠδῖνα ἐγείρειν τε καὶ ἀποπαύειν ἡ ἐμὴ τέχνη δύναται. καὶ οὗτοι μὲν δὴ οὕτως. ἐνίοις δέ, ὦ Θεαίτητε, οἳ ἄν μοι μὴ δόξωσί πως ἐγκύμονες εἶναι, γνοὺς ὅτι οὐδὲν ἐμοῦ δέονται, πάνυ εὐμενῶς προμνῶμαι καί, σὺν θεῷ εἰπεῖν, πάνυ ἱκανῶς τοπάζω οἷς ἂν συγγενόμενοι ὄναιντο· ὧν πολλοὺς μὲν δὴ ἐξέδωκα προδίκῳ, πολλοὺς δὲ ἄλλοις σοφοῖς τε καὶ θεσπεσίοις ἀνδράσι. ταῦτα δή σοι, ὦ ἄριστε, ἕνεκα τοῦδε ἐμήκυνα· ὑποπτεύω σε, ὥσπερ καὶ αὐτὸς οἴει, ὠδίνειν τι κυοῦντα ἔνδον. προσφέρου οὖν πρός με ὡς πρὸς μαίας ὑὸν καὶ αὐτὸν μαιευτικόν, καὶ ἃ ἂν ἐρωτῶ προθυμοῦ ὅπως οἷός τʼ εἶ οὕτως ἀποκρίνασθαι· καὶ ἐὰν ἄρα σκοπούμενός τι ὧν ἂν λέγῃς ἡγήσωμαι εἴδωλον καὶ μὴ ἀληθές, εἶτα ὑπεξαιρῶμαι καὶ ἀποβάλλω, μὴ ἀγρίαινε ὥσπερ αἱ πρωτοτόκοι περὶ τὰ παιδία. πολλοὶ γὰρ ἤδη, ὦ θαυμάσιε, πρός με οὕτω διετέθησαν, ὥστε ἀτεχνῶς δάκνειν ἕτοιμοι εἶναι, ἐπειδάν τινα λῆρον αὐτῶν ἀφαιρῶμαι, καὶ οὐκ οἴονταί με εὐνοίᾳ τοῦτο ποιεῖν, πόρρω ὄντες τοῦ εἰδέναι ὅτι οὐδεὶς θεὸς δύσνους ἀνθρώποις, οὐδʼ ἐγὼ δυσνοίᾳ τοιοῦτον οὐδὲν δρῶ, ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀληθὲς ἀφανίσαι οὐδαμῶς θέμις. πάλιν δὴ οὖν ἐξ ἀρχῆς, ὦ Θεαίτητε, ὅτι ποτʼ ἐστὶν ἐπιστήμη, πειρῶ λέγειν· ὡς δʼ οὐχ οἷός τʼ εἶ, μηδέποτʼ εἴπῃς. ἐὰν γὰρ θεὸς ἐθέλῃ καὶ ἀνδρίζῃ, οἷός τʼ ἔσῃ. ΘΕΑΙ. ἀλλὰ μέντοι, ὦ Σώκρατες, σοῦ γε οὕτω παρακελευομένου αἰσχρὸν μὴ οὐ παντὶ τρόπῳ προθυμεῖσθαι2 ὅτι τις ἔχει λέγειν. δοκεῖ οὖν μοι ὁ ἐπιστάμενός τι αἰσθάνεσθαι τοῦτο ὃ ἐπίσταται,3 καὶ ὥς γε νυνὶ φαίνεται, οὐκ ἄλλο τί ἐστιν ἐπιστήμη ἢ αἴσθησις. ΣΩ. εὖ γε καὶ γενναίως, ὦ παῖ· χρὴ γὰρ οὕτως ἀποφαινόμενον λέγειν. ἀλλὰ φέρε δὴ αὐτὸ κοινῇ σκεψώμεθα, γόνιμον ἢ ἀνεμιαῖον τυγχάνει ὄν. αἴσθησις, φῄς, ἐπιστήμη; ΘΕΑΙ. ναί.
苏格拉底:其中之一就是阿里斯提德(吕西马科之子),还有非常多的其他人。当他们重新回来请求与我交往并表现出惊人的热情时,有些时候,我那显现的“灵迹”会阻止我和他们相处,有些时候则允许,而这些人便又取得了进步。与我交往的人也确实经历着与产妇相同的事情:他们日夜承受着产痛,并且充满了困惑,甚至远比那些妇女还要痛苦。而我的技术能够唤起这种产痛并使其平息。他们的情况就是如此。但是,泰阿泰德,对于那些我认为并没有怀孕的人,我看出他们不需要我,便会非常热忱地为他们作媒,并且凭着神的指引,我能非常准确地推测他们与谁交往会得到益处;其中许多人我交给了普罗迪科,许多人交给了其他充满智慧和神圣的人。我的好朋友,我之所以把这些话拉长了说,就是因为我怀疑你就像你自己所认为的那样,心里怀有胎儿,正在承受着产痛。因此,请到我这里来,把我当作一个助产士的儿子、一个自己也懂助产术的人;并且对于我所提出的问题,请尽你所能去回答。如果在审视你说的一些话时,我认为那是幻影而非真理,并随之将其拿走并抛弃,请不要像初产妇为了孩子那样对我发怒。因为,奇特的人啊,已经有许多人对我抱有这样的态度,以至于当我拿走他们的某种荒谬想法时,他们简直准备要咬我,他们不认为我是出于好意才这样做的,因为他们远远不知道没有神对人怀有恶意,我做出这样的事也绝非出于恶意,而是因为容忍虚假和抹杀真理对我来说是绝对不被允许的。所以,泰阿泰德,让我们再次从头开始,试着说说知识究竟是什么;至于说你无能为力,这绝不要说。因为如果神愿意,并且你自己表现得像个男子汉,你就能做到。 泰阿泰德:但是,苏格拉底,既然你这样鼓励我,如果还不尽一切努力来说出自己所能说的话,那真是太可耻了。在我看来,知道某事的人就是在感知他所知道的这件事,而且就目前看来,知识不外乎就是感觉。 苏格拉底:说得好,高贵的孩子!因为表明自己的观点就应当这样说。不过,来吧,让我们共同检验一下,它到底是实结的真卵还是风卵(虚卵)。你主张,感觉就是知识吗? 泰阿泰德:是的。
- 151ἐνίοις μὲν τὸ γιγνόμενόν μοι δαιμόνιον ἀποκωλύει συνεῖναι
主语是 τὸ γιγνόμενόν μοι δαιμόνιον(显现在我身上的神灵迹象)。ἐνίοις(对某些人)作为不定式 συνεῖναι(与之相处)或主要动词 ἀποκωλύει 的与格补足语。
- 151dαἰσχρὸν μὴ οὐ παντὶ τρόπῳ προθυμεῖσθαι
在具有否定意义的形容词 αἰσχρόν(可耻的)之后,双重否定词 μὴ οὐ 与不定式 προθυμεῖσθαι 连用,表达强烈的肯定语气(“不尽一切努力去……是可耻的”)。
- 151eὁ ἐπιστάμενός τι αἰσθάνεσθαι τοῦτο ὃ ἐπίσταται
这是一个取决于动词 δοκεῖ 的不定式结构,其中 ὁ ἐπιστάμενός τι(知道某事的人)作为不定式 αἰσθάνεσθαι 的主语。
