- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:39.1-39.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述在城门内侧挖掘壕沟通过佯退引敌入彀的伏击战术、利用落门截断敌军入城、预先指定集结点以防误伤友军,以及设置套索吊捕逼近城壁之敌的具体构造与操作方法。
Χρὴ δὲ πολιορκουμένους καὶ τὰ τοιαῦτα τεχνάζειν. ἐν ταῖς πύλαις καὶ εἰς τὸ ἔσω μᾶλλον μέρος ὀρύξαντα τάφρον ἔνθεν καὶ ἔνθεν πάροδον λιπόντα, ἔπειτα ἐπεξελθόντας1 τινὰς ἀκροβολίζεσθαι καὶ προάγειν τῶν πολεμίων ὥστε συνεισδραμεῖν εἰς τὴν πόλιν.
被围困者还应当运用如下计策:在城门处稍偏向内侧的地方挖掘一道壕沟,在壕沟两旁留出通道,然后派出一部分人出击,进行小规模交战,引诱一部分敌军随之一同冲入城内。
τοὺς μὲν οὖν ἐκ τῆς πόλεως καταφεύγοντας εἰς τὴν πόλιν χρὴ ἔνθεν καὶ ἔνθεν παρὰ τὰς λελειμμένας παρόδους εἰστρέχειν· τοὺς δὲ τῶν πολεμίων συνειστρέχοντας εἰκός ἐστι, μὴ προειδότας τὴν τάφρον, ἅμα τε καὶ κεκρυμμένης οὔσης, εἰσπίπτειν καὶ φθείρεσθαι ὑπὸ τῶν ἔσω τῆς πόλεως ἐν τῷ καιρῷ τούτῳ· τούτων δʼ εἶναι συντεταγμένους τινὰς ἐν ταῖς διόδοις καὶ πρὸς τοῖς ὀρύγμασι τῶν πυλῶν χώραις.
因此,从城内〔出来〕逃回城内的人应当沿着两侧留出的通道向里跑;而一同冲入的敌军由于事先不知有壕沟,加之壕沟又被隐蔽起来,极可能会跌入其中,并在此时被城内的人歼灭。城内的人应当有一部分在通道内以及城门壕坑旁的阵位上列队以待。
ἐὰν δὲ πλείονες τῶν πολεμίων ἐπεισφέρωνται καὶ βούλῃ αὐτοὺς κατέχειν, χρὴ ἡτοιμάσθαι ἄνωθεν ἀπὸ τοῦ μεσοπύλου πύλην ξύλων ὡς παχυτάτων καὶ σεσιδηρῶσθαι αὐτήν.
如果冲入的敌军人数过多,而你希望遏制他们,就必须预先在门洞上方准备一道由极粗厚木料制成并包有铁皮的闸门。
ὅταν οὖν βούλῃ ἀπολαβεῖν τοὺς εἰστρέχοντας πολεμίους, ταύτην ἀφιέναι ὀρθήν· καὶ αὐτή τέ τινας ἡ πύλη φερομένη διαφθερεῖ καὶ τοὺς πολεμίους σχήσει μὴ εἰσιέναι, ἅμα δὲ καὶ τῶν ἐπὶ τῷ τείχει βαλλόντων2 τοὺς πρὸς ταῖς πύλαις πολεμίους.
因此,每当你想要截断冲入的敌军时,就将这道闸门笔直垂落;正在坠落的闸门自身既能砸死一些敌人,又能阻挡敌军进入,与此同时城墙上的人还可以投掷武器攻击城门处的敌人。
χρὴ δὲ τοῖς φίλοις ἀεὶ προειρῆσθαι, ἐάν ποτε αὐτοῖς πολέμιοι συνεισπίπτωσιν, ὅπῃ τῆς πόλεως συναθροισθήσονται, ὅπως τῷ τόπῳ οἱ φίλοι διαγιγνώσκωνται· οὐ γὰρ ῥᾴδιον μιγάδας τε ὄντας μεθʼ ὅπλων καὶ μετὰ θορύβων συνεισπίπτοντας διαγιγνώσκεσθαι.
还必须始终事先向己方人员交代好,一旦敌军与他们一同冲入城内,应当在城内何处集结,以便能凭借所在地点辨认出自己人;因为当人们手持武器、在喧嚣混乱中一同涌入并混杂在一起时,是很难分辨的。
ἤδη δὲ τοῖς θρασυνομένοις τε λίαν καὶ προσπελάζουσι τῷ τείχει ἐγγυτέρω τοῦ προσήκοντος νυκτὸς ἢ μεθʼ ἡμέραν, βρόχους ἡμέρας μὲν κρυφαίως κατεσκεύασαν νυκτὸς δὲ ἀκρύπτους, οἷς προκαλούμενοι ἀκροβολισμοῖς τὸν εἰσπεσόντα ἀνασπάσουσιν.
此外,对于那些过分胆大、无论夜间还是白天都过分靠近城壁的人,可以在白天秘密设置套索,在夜间公开设置,通过小规模冲突引诱他们,从而将踏入套索的人吊上去。
ἔστω δὲ ὁ μὲν βρόχος ὅπλου ὡς ἰσχυροτάτου, τὸ δὲ ἕλκον ἐπὶ δύο πήχεις ἅλυσις, τοῦ μὴ διατμηθῆναι·3 τὸ δʼ ἄλλο, ὅθεν ἕλκουσι, σχοίνου. ὅλος δὲ ἔσω κατακρέμαται καὶ ἀνασπᾶται ὅπλοις ἢ κηλωνείοις. οἱ δὲ πολέμιοι ἐὰν διατέμνειν ἐπιχειρῶσι, πρὸς ταῦτα πάλιν οἱ ἔσωθεν κηλωνείοις χρῶνται καθιέντες, ἵνα μὴ διατέμνηται· αἱ γὰρ ἁλύσεις πρὸς τὰ τοιαῦτα πραγματῶδες καὶ δυσμεταχείριστον, ἅμα δὲ καὶ ἀλυσιτελές.
套索应用极结实的粗缆制成,牵引部分为了防止被砍断,应当采用两肘长的铁链;至于其余牵拉的部分,则用绳索。整个装置从内侧悬挂下来,用绳索或吊杆拉起。如果敌军企图将其砍断,城内的人则再次利用吊杆将其垂放下去以防被砍断;因为铁链在这种情况下繁琐且难以操作,同时也是无济于事的。
- 39.1ὀρύξαντα ... λιπόντα, ἔπειτα ἐπεξελθόντας
与非人称动词 χρή 所统辖的不定式连用的分词格变化。前方的单数宾格分词 ὀρύξαντα 与 λιπόντα 是指作为泛指主语的指挥官;后方的复数宾格分词 ἐπεξελθόντας 则与 τινάς 一道充当下文不定式(ἀκροβολίζεσθαι 及 προάγειν)的逻辑主语,指代具体出击的人员。
- 39.4ἅμα δὲ καὶ τῶν ἐπὶ τῷ τείχει βαλλόντων
由 ἅμα καί 引出的独立属格结构。它与主句的将来时陈述(διαφθερεῖ 及 σχήσει)构成伴随状况,表示城墙上的人员同时向城门附近的敌人投射火力的行动。
- 39.7τοῦ μὴ διατμηθῆναι
带属格冠词的不定式,与否定词 μή 连用表示目的('为了不被斩断')。
