← 战术家埃涅阿斯

围城御敌策

§38.1-38.8

敌军强攻时的守军轮换与将领巡防

阐述在敌军强攻时将守军分为三班轮换并由将领率队巡防的要领,说明对士兵的劝勉策略与惩治权贵以为示众的原则,并介绍夜间用绳梯回收石块的方法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§38.1

Ἐν δὲ ταῖς προσβολαῖς τῶν πολεμίων πρὸς τὸ τεῖχος μηχανήμασιν ἢ καὶ σώμασι χρὴ διατετάχθαι τοὺς ἐν τῇ πόλει μαχομένους τρία μέρη,1 ὅπως οἱ μὲν μάχωνται, οἱ δὲ ἀναπαύωνται, οἱ δὲ παρασκευάζωνται, καὶ νεοκμῆτες ἀεὶ ἐπὶ τοῦ τείχους ὦσιν.

当敌人利用攻城器械乃至肉身部队向城墙发起突击时,城内的防守作战人员必须分成三组部署,以便一组交战,一组休整,一组作准备,从而使城墙上始终有精力充沛的生力军。

§38.2

δεῖ δέ τινας καὶ ἄλλους ἐπιλελεγμένους πλήθει πλείονι μετὰ τοῦ στρατηγοῦ ξυμπεριιέναι κύκλῳ τὸ τεῖχος, ἐπικουροῦντας ἀεί τινι πονουμένῳ μέρει· τὸ γὰρ ἐπιὸν μᾶλλον οἱ πολέμιοι φοβοῦνται τοῦ ὑπάρχοντος καὶ παρόντος ἤδη. τάς τε κύνας δεσμεῖν τὸν καιρὸν τοῦτον· μετὰ γὰρ ὅπλων καὶ θορύβου τῶν ἀνθρώπων τρεχόντων κατὰ τὴν πόλιν δι’ ἀήθειαν ὁρμῶσαι αἱ κύνες ὀχλοῖεν ἂν προσκείμεναι.

此外,还必须挑选另一批人数较多的队伍,随同将领在城墙周围巡视,随时支援处于困境的部分;因为敌军对增援而来的部队,往往比对已存在且在场的部队更为畏惧。在这个时候,也必须将狗拴好;因为当人们携带武器、在一片喧嚣中于城内奔走时,狗由于对这种反常情景感到不习惯而冲上前去,扑袭纠缠,从而造成混乱。

§38.4

Τοῖς τε ἐπὶ τῷ τείχει μαχομένοις παραινεῖν οἷα ἑκάστῳ δεῖ, τοὺς μὲν ἐπαινοῦντα, τῶν δὲ δεόμενον· ὀργῇ δὲ μηδένα μετιέναι μηδὲ τῶν τυχόντων ἀνθρώπων· ἀθυμότεροι γὰρ εἶεν ἄν. εἰ δέ τινας δεῖ μετιέναι ἀμελοῦντας καὶ ἀκοσμοῦντας, τοὺς τὰ πλεῖστα κεκτημένους2 καὶ ἐν τῇ πόλει δυνάμεως μάλιστα μετέχοντας· εἴη γὰρ ἄν τι τοιοῦτο καὶ τοῖς ἄλλοις παράδειγμα. ἐν οἷς καιροῖς ἕκαστα τούτων δεῖ παρεῖναι, ἐν τοῖς Ἀκούσμασι γέγραπται.

对于在城墙上作战的人,应当因人制宜地给予劝勉,对某些人加以赞扬,对另一些人予以恳求;但绝不能对任何人动怒呵斥,即便对最平凡的普通人也不行;因为这样会使他们更加丧气。如果必须对玩忽职守、违犯纪律的人进行惩处,[则应当惩处]那些拥有最多财产并在城中掌握最大权力的人;因为这样做对其他人也能起到警示作用。关于在何种危机时刻必须施行这些具体措施,已在《听闻录》中写明。

§38.6

χερμάδια δὲ μὴ ἐπιτρέπειν ἀκαίρως ἀφιέναι, παρεσκευάσθαι δὲ ὅπως καὶ τὰ ἀφεθέντα ἐν τῇ ἡμέρᾳ ἐν νυκτὶ ἀναλέγηται ὧδε.

不应允许无端随意掷出投石,而应当做好准备,使白昼掷出的石块能在夜间按如下方法回收:

§38.7

κατακρεμαννύειν χρὴ ἐν κοφίνοις ἄνδρας κατὰ τοῦ τείχεος οἵτινες ἀναλέξουσιν· τοὺς δὲ ἄνδρας χρὴ τοὺς ἀναλέξαντας τὰ χερμάδια ἀναβαίνειν εἰς τὸ τεῖχος, κατακρεμασθέντων δικτύων συείων ἢ ἐλαφείων ἢ ταῖς ἐκ τῶν σχοινίων κλίμαξι πεποιημέναις.3

必须将人用筐篮从城墙上垂降下去拾取;而拾取了投石的人,则必须借助垂下的野猪网、鹿网或用绳索制成的梯子爬回城墙上。

§38.8

ταύτας δʼ ἴσας εἶναι τὸν ἀριθμὸν τοῖς ἀναλέγουσιν ἀνθρώποις, ὅπως, ἐάν τινες πονῶσιν, ταχὺ ἀναβαίνωσιν· πύλας γὰρ μὴ ἀνοίγεσθαι νυκτός, ἀλλὰ ταῖς τοιαύταις κλίμαξι χρῆσθαι καὶ ἄν τινα βούλησθε.4

这些绳梯在数量上应当与捡拾石块的人数相等,以便一旦有人遭遇危险,可以迅速攀爬上来;因为在夜间不得打开城门,即便你们想要[派出或接纳]任何人,也必须使用这样的梯子。

语法注4 条
  1. 38.1τρία μέρη

    在此用作副词性或谓语性宾格,与完成时被动不定式 διατετάχθαι 搭配,表示划分出的部分(“分为三组/部分”)。

  2. 38.5εἰ δέ τινας δεῖ μετιέναι ἀμελοῦντας καὶ ἀκοσμοῦντας, τοὺς τὰ πλεῖστα κεκτημένους

    在该条件句的结句中,省略了前文的谓语短语 δεῖ μετιέναι,宾格短语 τοὺς τὰ πλεῖστα κεκτημένους 充当其逻辑宾语,意为“如果必须处罚某些人,[应当处罚]那些占有最多财富的人”。

  3. 38.7κατακρεμασθέντων δικτύων συείων ἢ ἐλαφείων ἢ ταῖς ἐκ τῶν σχοινίων κλίμαξι πεποιημέναις

    表示手段的结构出现语法不对称现象:表示方式的属格独立结构(κατακρεμασθέντων δικτύων...)与手段与格(ταῖς... κλίμαξι...)由 ἢ(或)并列连接,二者共同指示攀爬回城墙的工具与途径。

  4. 38.8καὶ ἄν τινα βούλησθε

    在条件从句 ἄν τινα βούλησθε(“即使你们希望将任何人[……]”)中,根据上下文省略了诸如“派出”或“接纳”等动词不定式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:38.1-38.8