← 战术家埃涅阿斯

围城御敌策

§40.1-40.8

兵力匮乏时的城防措施与伪装计谋

论述了在兵力匮乏时防守城池的策略,包括加高易受攻击处、巧设巡逻队形以及伪装妇女为士兵等奇计,最后提及有关粮水储备的专著并转向海军编制的讨论。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

Ἄν ᾖ ἡ πόλις μεγάλη καὶ μὴ ἱκανοὶ ὦσιν οἱ ἐν τῇ πόλει ἄνθρωποι περιίστασθαι ἐν κύκλῳ τὴν πόλιν, τοῖς δὲ ὑπάρχουσι θέλῃς αὐτὴν διαφυλάξαι, χρὴ τῆς πόλεως ὅσα ἂν ᾖ εὐπρόσοδα οἰκοδομεῖν ὕψη ἐκ τῶν ὑπαρχόντων, ἵνα, ἄν τινες τῶν πολεμίων ἢ λαθραίως ἢ βίᾳ ἀναβῶσιν, ἐν ἀπειρίᾳ γενόμενοι μὴ δύνωνται καταπηδᾶν ἀφʼ ὑψηλῶν, ἅμα παντάπασι μὴ ἔχοντες ὅπῃ καταβαίνωσιν. παρὰ δὲ τὰ ᾠκοδομημένα ἔνθεν καὶ ἔνθεν φυλασσόντων ἐκ τῶν ὑπαρχόντων ἀνθρώπων, ἵνα τοὺς καταπηδῶντας ἀπὸ τῶν ὑψηλῶν διαφθείρωσιν.

如果城池广大,而城内的人力不足以环绕全城驻防,但你仍希望利用现有的人力守住它,就必须利用现有的材料,将城中所有便于接近的地方筑高,以便敌军一旦有人暗中或强行登城,由于生疏而无法从高处跳下,同时又完全不知道该从何处下去。而在所筑工事的两侧,应当从现有的人员中派人守卫,以便将从高处跳下者歼灭。

§40.2

Διονύσιος δὲ πόλιν ὑποχείριον ποιησάμενος, ἀνδρῶν τῶν μὲν ἐν τῇ πόλει τεθνηκότων, τῶν δὲ πεφευγότων, ἠθέλησε κατασχεῖν· ἦν δὲ μείζων ἢ ὥστε ὑπʼ ὀλίγων φυλάσσεσθαι.1

狄奥尼修斯在将一座城池置于自己控制之下后,尽管城内的男子有的已经战死,有的已经逃亡,他仍想守住该城;但这座城池太大,无法由少数人防守。

§40.3

ἐπιμελητὰς μὲν οὖν τινὰς μετʼ ὀλίγων οὓς ἐνεδέχετο ἐπέστησε, τῶν δὲ ἐν τῇ πόλει τὰ μέγιστα δυναμένων τοῖς οἰκέταις συνῴκισεν τῶν δεσποτῶν τὰς θυγατέρας καὶ γυναῖκας καὶ ἀδελφάς· οὕτω γὰρ οὖν ᾤετο μάλιστα πολεμιωτάτους ἔσεσθαι τοῖς δεσπόταις καὶ αὑτῷ πιστοτέρους.

于是,他在力所能及的范围内指派了一些监督官带领少数人驻守,并将城内最有权势的主人们的女儿、妻子和姐妹许配给他们的奴仆;因为他认为,如此一来这些奴仆对旧主人最为仇视,而对自己则更加忠诚。

§40.4

Σινωπεῖς δὲ πρὸς Δαταμᾶν πολεμοῦντες ἐπεὶ ἐν κινδύνῳ ἦσαν καὶ σπάνει ἀνδρῶν, τῶν γυναικῶν τὰ ἐπιεικέστατα σώματα μορφώσαντες καὶ ὁπλίσαντες ὡς ἐς ἄνδρας μάλιστα, ἀντὶ ὅπλων καὶ περικεφαλαίων τούς τε κάδους καὶ τὰ ὁμότροπα τούτοις δόντες χαλκώματα, περιῆγον τοῦ τείχους ᾗ μάλιστα οἱ πολέμιοι ὄψεσθαι ἔμελλον.

锡诺珀人在与达塔梅斯作战时,因陷入危难且人员匮乏,便挑选妇女中体格最合适者,将她们装扮并武装得尽量像男子,给她们水罐及类似的铜器代替盾牌与头盔,带她们在敌军最容易看见的城墙段巡回走动。

§40.5

βάλλειν δὲ οὐκ εἴων αὐτάς· πόρρωθεν γὰρ κατάδηλος βάλλουσα γυνή.2 ποιοῦντες δὲ ταῦτα τοὺς αὐτομόλους ἐφύλασσον μὴ διαγγελθῇ.3

但他们不允许她们投掷武器;因为投掷武器的妇女在远处便能一眼识破。他们在采取这些举措的同时,严加防范投敌者,以免计谋被走漏。

§40.6

Ἐὰν δὲ θέλῃς ἐπὶ τῷ τείχει περιόδους πλείους φαίνεσθαι, χρὴ περιιέναι ἐπὶ δύο, ἔχοντας τὰ δόρατα τὸν ἕνα στίχον ἐπὶ τῷ ἀριστερῷ ὤμῳ, τὸν δʼ ἕτερον ἐπὶ τῷ δεξιῷ· καὶ οὕτω φανοῦνται εἰς τέσσαρας.

如果你希望城墙上的巡逻人员显得更多,就应当排成两列巡逻,其中一排将长矛扛在左肩上,另一排扛在右肩上;这样他们看起来就会像四列。

§40.7

ἐὰν δὲ κατὰ τρία περιίωσι, τὸν μὲν πρῶτον ἄνδρα ἐπὶ τῷ δεξιῷ ὤμῳ ἔχειν τὸ δόρυ, τὸν δʼ ἕτερον ἐπὶ τῷ ἀριστερῷ· καὶ οἱ ἄλλοι κατὰ ταὐτά. καὶ οὕτω φανοῦνται εἷς δύο.

如果以三人一排巡逻,则第一人把长矛扛在右肩上,第二人扛在左肩上;其余的人亦依此类推。这样每个人看起来就如同两个人。

§40.8

Περὶ δὲ τροφῆς ἀσίτου καὶ ὧν σπάνις ἐν πολιορκίᾳ καὶ ὑδάτων ὡς δεῖ πότιμα ποιεῖν, ἐν τῇ Παρασκευαστικῇ βύβλῳ δεδήλωται. ἐπεὶ δὲ ταῦθʼ ἡμῖν εἴρηται, περὶ ναυτικῆς τάξεως δίειμι. Ναυτικοῦ δὲ στρατεύματος δύο εἰσὶ στόλοι...

关于不含谷物的食物、围城期间匮乏的物资以及如何使水变为可饮用水,已在《备战篇》中予以阐明。既然这些内容我们已经讲完,接下来我将探讨海军编制。 海军部队有两支舰队……

语法注3 条
  1. 40.2ἦν δὲ μείζων ἢ ὥστε ὑπʼ ὀλίγων φυλάσσεσθαι

    比较级 μείζων 后接 ἢ ὥστε 与不定词 φυλάσσεσθαι,构成表示程度过当的句式,意为“太大以至于无法由少数人防守”。

  2. 40.5πόρρωθεν γὰρ κατάδηλος βάλλουσα γυνή

    分词 βάλλουσα 与形容词 κατάδηλος 构成主语补足语(系动词 ἐστί 被省略),意为“因为投掷动作的妇女从远处看是一目了然的”。

  3. 40.5μὴ διαγγελθῇ

    接在防范动词 ἐφύλασσον 之后的预防从句,由连接词 μή 接被动不定过去时虚拟式 διαγγελθῇ 构成,意为“以防被密告/走漏”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:40.1-40.8