← 战术家埃涅阿斯

围城御敌策

§37.1-37.9

抵御地道攻城之策与掘壕掩体构造

本节阐述了针对地道攻城的防御手段(开挖深壕、反向开凿、灌烟放蜂以及巴尔卡人利用铜盾声学探测的史实),并介绍了攻城方挖掘地道时使用的双车式活动掩体之构造。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§37.1

Τοὺς δὲ ὑπορύσσοντας ὧδε κωλύειν. ἐὰν δοκῇς ὑπορύσσεσθαι, ὡς βαθυτάτην ἐκτὸς χρὴ τὴν τάφρον ὀρύσσεσθαι, ὅπως εἰς τὴν τάφρον τὸ ὑπόρυγμα ἀφίκηται καὶ οἱ ὑπορύσσοντες ὀφθῶσιν.

对于挖掘地道者,应当按如下方法阻止:如果你察觉有人在挖掘地道,必须在城外挖掘一道尽可能深的壕沟,以便使敌人的地道通入壕沟中,从而使挖掘者暴露出来。

§37.2

ἐὰν δέ σοι ὑπάρχῃ, καὶ τειχίον τειχίσαι εἰς αὐτὴν ὡς ἰσχυροτάτων καὶ μεγίστων λίθων.1 ἐὰν δὲ μὴ ὑπάρχῃ τειχίσαι λίθοις, ξύλων φορυτὸν κομίσαντα... ἂν δὲ τὰ ὑπορύγματα τῆς τάφρου πῃ προσπέσῃ, ταύτῃ ἐπιβάλλοντα ξύλα καὶ τὸν φορυτὸν ἐμπρῆσαι καὶ τὰ ἄλλα κατασκεπάσαι, ὅπως ὁ καπνὸς εἰς τὸ διόρυγμα πορεύσηται καὶ κακῶς ποιήσῃ τοὺς ἐν τῷ ὀρύγματι ὄντας· ἐνδέχεται δὲ καὶ πολλοὺς ἀπολέσθαι αὐτῶν ὑπὸ τοῦ καπνοῦ.

如果你有条件,还应当在壕沟内用尽可能坚固巨大的石块筑一道矮墙。但如果不具备用石块筑墙的条件,运来一堆柴草……如果地道在壕沟的某处穿通,就在该处投下木材并点燃柴草,把其余部分遮盖严实,使烟雾窜入地道中,熏害地穴中的敌人;而且他们中的许多人完全有可能被烟熏死。

§37.4

ἤδη δέ τινες καὶ σφῆκας καὶ μελίσσας εἰς τὸ διόρυγμα ἀφέντες ἐλυμήναντο τοὺς ἐν τῷ ὀρύγματι ὄντας.

此前甚至有人将黄蜂和蜜蜂放进地道中,借以伤害地穴中的敌人。

§37.5

χρὴ δὲ ἁπλῶς εἰπεῖν καθʼ ὅν τινα τόπον ὀρύσσουσιν ἀνθυπορύσσειν καὶ ἀντιοῦσθαι καὶ ἐμπιμπράναι...

简而言之,必须在他们挖掘的任何地方挖掘反地道迎击他们,加以抵御,并放火焚烧……

§37.6

τὸ ἐν τῷ ὀρύγματι μαχόμενον. παλαιὸν δέ τι λέγεται... Ἄμασιν Βαρκαίους πολιορκοῦντα, ἐπεὶ ἐπεχείρει ὀρύσσειν. οἱ δὲ Βαρκαῖοι αἰσθόμενοι τὸ ἐπιχείρημα τοῦ Ἀμάσιδος, ἠποροῦντο μὴ λάθῃ ἢ φθάσῃ,2 ἔπειτα ἀνὴρ χαλκεὺς ἀνεῦρεν ἐνθυμήσας· ἀσπίδος χάλκωμα περιφέρων ἐντὸς τοῦ τείχεος ἐπάνω προσίσχεν πρὸς τὸ δάπεδον.

针对在地穴中战斗之人。据传一件古事……阿玛西斯围攻巴尔卡人时,企图挖掘地道。巴尔卡人察觉了阿玛西斯的企图,因担心未被发觉便遭挖透或被其占得先机而不知所措;随后一位铜匠思索出了对策:他拿着一面盾牌的铜皮,在城墙内侧从上方贴向地面。

§37.7

τῇ μὲν δὴ ἄλλῃ κωφὰ ἦν πρὸς ἃ προσίσχοι τὸ χάλκωμα·3 ᾗ δὲ ὑπωρύσσετο, ἀντήχει. ἀντορύσσοντες οὖν οἱ Βαρκαῖοι ταύτῃ, ἀπέκτειναν πολλοὺς τῶν ὑπορυσσόντων. ὅθεν καὶ νῦν χρῶνται τούτῳ τῷ ἐνθυμήματι γνωρίζοντες ᾗ ὑπορύσσεται.

铜皮所贴之处,其他地方皆无声息;但在地下正在开凿之处,铜皮便产生回响。巴尔卡人遂在该处开凿反地道,击杀了许多挖掘地道之人。因此直到今日,人们仍使用这一构想来辨别何处正在挖掘地道。

§37.8

Καὶ οἷς μὲν προσήκει τὰ ἐκ τῶν ἐναντίων τεχνάσματα καταντῶντα ἀμύνειν δεδήλωται· τοῖς δὲ ὑπορύσσειν μέλλουσιν ὧδʼ ἂν γένοιτο ἰσχυρότατον φράγμα.

如何击退来自敌方步步逼近的计谋,已经阐明;而对于将要挖掘地道之人,按如下方法可以制成最坚固的掩体:

§37.9

χρὴ δύο ἁμαξῶν τοὺς ῥυμοὺς εἰς τὸ αὐτὸ δῆσαι, συμπετάσαντα κατὰ τὸ ἕτερον μέρος τῆς ἁμάξης, ὅπως μετεωρισθῶσιν οἱ ῥυμοὶ εἰς τὸ αὐτὸ νεύοντες· ἔπειτα οὕτως ἐπισυνδεῖν ἄλλα ξύλα καὶ ῥίπους καὶ ἄλλα φράγματα ἐπάνω, ταῦτα δὲ πηλῷ καταλεῖψαι. ἔσται οὖν τοῦτο καὶ προσαγαγεῖν ὅπου βούλει τοὺς τροχοὺς καὶ ἀπαγαγεῖν,4 ὑπὸ δὲ τούτῳ τῷ φράγματι τοὺς ὑπορύσσοντας εἶναι.

必须将两辆大车的辕木系结在同一处,使大车的另一端张开,好让辕木向同一点倾斜并高高架起;随后再像这样在上方绑上其他木料、荆条编织物以及其他覆盖物,并将这些涂上泥土。这样一来,便可以随心所欲地将车轮向前推进或拉回,而挖掘地道者则置身于这处掩体之下。

语法注4 条
  1. 37.2ὡς ἰσχυροτάτων καὶ μεγίστων λίθων

    作 τειχίον 的材料/性质属格,意为“用尽可能坚固巨大的石块(筑成的小墙)”。前面的 ὡς 与最高级连用,起到加强最高级语气的作用(“尽可能坚固……”)。

  2. 37.6ἠποροῦντο μὴ λάθῃ ἢ φθάσῃ

    由表示困惑、担忧的动词 ἠποροῦντο 引出的担忧从句(μή + 虚拟语气),意为“担忧未被发觉便遭挖通或被其抢得先机而不知所措”。虚拟语气 λάθῃ 和 φθάσῃ 在历史时态的主句下仍保留虚拟语气形式,属生动再现当时心理的用法。

  3. 37.7πρὸς ἃ προσίσχοι τὸ χάλκωμα

    由关系代词 ἃ 引导的关系从句,使用了表示过去重复动作的祈愿语气(反复祈愿语气)προσίσχοι,意为“凡是他贴放铜皮之处”,表泛指与反复。

  4. 37.9ἔσται οὖν τοῦτο καὶ προσαγαγεῖν ὅπου βούλει τοὺς τροχοὺς καὶ ἀπαγαγεῖν

    非人称结构 ἔσται(相当于 ἔξεστι 的将来时,意为“将能够、将可行”),带不定式 προσαγαγεῖν 和 ἀπαγαγεῖν。代词 τοῦτο 指代这一掩体装置,τοὺς τροχοὺς 作不定式的宾语,全句意为“将能够把车轮推向或拉回你所期望的任何地方”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:37.1-37.9