← 战术家埃涅阿斯

围城御敌策

§31.23-31.35

多种隐秘传信手法与城门守卫的戒备要求

作者列举了多种隐秘通信的方法,包括将密信缝入衣肩、箭书传信、在奴隶剃光的头皮上刺青、用点代替元音的密码法以及利用信犬等,并通过延误阅读密信而遭致毁灭的前例,告诫城门卫兵必须严密防范各类走私传信手法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§31.23

Ἤδη δέ τινες εἴς τι βιβλίον γράψαντες ὡς λεπτότατον μακροὺς στίχους καὶ λεπτὰ γράμματα, ἵνʼ ὡς εὐογκοτάτη γένηται ἡ ἐπιστολή, εἶτα ἐπὶ τῷ ὤμῳ τοῦ χιτῶνος ὑποθέντες καὶ ἀποπτύξαντες τοῦ χιτωνίσκου ἐπὶ τῷ ὤμῳ, ἀνύποπτος δὴ δοκεῖ εἶναι ἡ κομιδὴ1 τῆς ἐπιστολῆς καὶ ἐνδεδυκότος τινὸς τὸν χιτωνίσκον καὶ οὕτω φερομένου.2

此外,曾有人在极薄的纸草卷上用长行和小字书写,以使信件尽可能体积微小,然后将其垫在短袍的肩部,并把小短袍的肩部褶边翻折盖上;如此一来,即便有人身穿这件小短袍就这样携行,信件的运送也被认为毫无可疑之处。

§31.24

Μαρτύριον δὲ ὅτι τὰ εἰσπεμπόμενα μετὰ ἐπιβουλῆς χαλεπὸν φυλάξαι. οἱ γοῦν περὶ Ἴλιον ἄνθρωποι καὶ ἐκ τοσούτου χρόνου καὶ οὕτω διατεταμένοι οὔπω δύνανται φυλάξαι μὴ εἰσελθεῖν αὐτοῖς τὰς Λοκρίδας· καίτοι τοσοῦτον αὐτοῖς ἐστιν ἡ σπουδὴ καὶ ἡ φυλακή. ἀλλʼ ὀλίγοι, προσέχοντες τῷ λαθεῖν, λανθάνουσιν ἀνὰ ἔτεα πολλὰ εἰσάγοντες σώματα.

有证据表明,防备蓄意偷运入城的事物是极其困难的。例如,伊利昂周围的人们,历经如此长久的时间并保持着如此高度的戒备,至今仍无法防堵洛克里斯少女潜入他们之中;尽管他们的警惕与戒备是如此严密。然而少数人专注于隐秘行事,多年来悄悄将人送入城中而不被察觉。

§31.25

παρὰ δὲ τοῖς παλαιοτέροις καὶ τοιόνδε ποτὲ ἐτεχνάσθη. Ποτίδαιαν γὰρ θέλων προδοῦναι Τιμόξενος Ἀρταβάζῳ προσυνέθεντο ἀλλήλοις ὁ μὲν τῆς πόλεώς τι χωρίον, ὁ δὲ τοῦ στρατοπέδου, εἰς ὅπερ ἐτόξευον πᾶν ὅ τι ἤθελον ἀλλήλοις ἐμφανίσαι. ἐτεχνάζετο δὲ ὧδε· τοῦ τοξεύματος περὶ τὰς γλυφίδας ἑλίξαντες τὸ βιβλίον καὶ πτερώσαντες ἐτόξευον εἰς τὰ προσυγκείμενα χωρία.

在古人之中,亦曾设计出这样一种计谋。提摩克塞诺斯企图将波提代亚出卖给阿尔塔巴佐斯,二人预先相互约定,一人在城内选定某处,另一人在营地选定某处,将凡是希望告知对方之事用箭射向该处。其做法如下:将信件缠绕在箭尾的扣弦口周围,装上箭羽,然后射向预先约定的地点。

§31.27

ἐγένετο δὲ καταφανὴς ὁ Τιμόξενος προδιδοὺς τὴν Ποτίδαιαν· τοξεύων γὰρ ὁ Ἀρτάβαζος εἰς τὸ προσυγκείμενον, ἁμαρτὼν τοῦ χωρίου διὰ πνεῦμα καὶ φαύλην πτέρωσιν, βάλλει ἀνδρὸς Ποτιδαιάτου τὸν ὦμον, τὸν δὲ βληθέντα περιέδραμεν ὄχλος, οἷα φιλεῖ γίγνεσθαι ἐν τῷ πολέμῳ· αὐτίκα δὲ τὸ τόξευμα λαβόντες ἔφερον ἐπὶ τοὺς στρατηγούς, καὶ οὕτως καταφανὴς ἐγένετο ἡ πρᾶξις.

然而提摩克塞诺斯出卖波提代亚的行径最终败露。因为当阿尔塔巴佐斯射向约定的地点时,由于风向和箭羽不良而偏离了目标,射中了一名波提代亚士兵的肩膀。正如战时常见的情形那样,人群纷纷聚集到中箭者周围;他们随即捡起这支箭送到将领们那里,阴谋于是暴露。

§31.28

Ἱστιαῖος δὲ βουλόμενος τῷ Ἀρισταγόρᾳ σημῆναι ἀποστῆναι, ἄλλως μὲν οὐδαμῶς εἶχεν ἀσφαλῶς δηλῶσαι, ἅτε φυλασσομένων τῶν ὁδῶν καὶ οὐκ εὔπορον ὂν γράμματα λαθεῖν φέροντα, τῶν δὲ δούλων τὸν πιστότατον ἀποξυρήσας ἔστιξεν καὶ ἐπέσχεν ἕως ἀνέφυσαν αἱ τρίχες.

希斯提埃奥斯想要向阿里斯塔戈拉斯发出起义的信号,但由于道路有人把守,携带书信难以避人耳目,他别无安全传递的途径。于是他剃光最忠诚奴隶的头发,在头皮上刺字,并一直等待,直到头发重新长出。

§31.29

ὡς δὲ ἀνέφυσαν τάχιστα, ἔπεμπεν εἰς Μίλητον, ἐπιστείλας τῷ ἐπεστιγμένῳ ἄλλο μὲν οὐδέν, ἐπειδὰν δʼ ἀφίκηται εἰς Μίλητον πρὸς Ἀρισταγόραν, κελεύειν ξυρήσαντα κατιδεῖν εἰς τὴν κεφαλήν. τὰ δὲ στίγματα ἐσήμαινεν ἃ ἔδει ποιεῖν.

头发一旦长齐,他便将此人派往米利都,除了叮嘱该受刺字者到达米利都见到阿里斯塔戈拉斯时,让对方剃去自己的头发察看头皮之外,别无其他吩咐。而那些刺青记号便表明了应当采取的行动。

§31.30

Γράφειν δὲ καὶ ὧδε. προσυνθέμενον τὰ φωνήεντα γράμματα ἐν κεντήμασι τίθεσθαι, ὁπόστον δʼ ἂν τύχῃ ἕκαστον ὄν, ἐν τοῖς γραφομένοις τοσαύτας στιγμὰς εἶναι.3

亦可如此书写:预先约定用点来代表元音字母,每个元音依其顺序排在第几位,便在所写文字中点出相应数量的点。

§31.31

οἷον τόδε· Διονύσιος κόλος Δ:::·:Ν:::Σ:::·:ΣΚ·Λ:·:Σ Ἡρακλείδας ἡκέτω:·Ρ·ΚΛ··::Δ·Σ:·Κ··Τ:::· καὶ τόδε ἄλλο· ἀντὶ τῶν φωνηέντων γραμμάτων τίθεσθαι ὅ τι δή. καὶ τάδε· τὰ πεμπόμενα γράμματα εἴς τινα τόπον τῷ πεμπομένῳ δῆλον γίγνεσθαι ἐλθόντος τοῦ ἀνθρώπου εἰς τὴν πόλιν καὶ πωλοῦντός τι ἢ ὠνουμένου, ὅτι ἥκει αὐτῷ γράμματα καὶ κεῖται ἐν τῷ προρρηθέντι τόπῳ. καὶ οὕτως οὔτε ὁ φέρων οἶδεν ὅτῳ ἠνέχθη οὔτε ὁ λαβὼν γνωστὸς ἔσται ὅτι ἔχει. πολλοὶ δὲ κατʼ Ἤπειρον κυσὶν ἐχρήσαντο ὧδε.

例如: “狄奥尼修斯·科罗斯” Δ:::·:Ν:::Σ:::·:ΣΚ·Λ:·:Σ “赫拉克勒达斯·赫凯托”:·Ρ·ΚΛ··::Δ·Σ:·Κ··Τ:::· 此外还有另一种方法:用任何约定的符号代替元音字母。还有一种方法:对于送往某处的信件,当那人进城卖或买某物时,使收信人明白已有信件送达自己这里,且放置在预先约定的地点。如此一来,送信者不知信送给何人,收信者持有信件一事亦不为人知。伊庇鲁斯地区的许多人还曾如下利用猎犬:

§31.32

ἀπαγαγόντες δέσμιον περιέθηκαν περὶ τὸν αὐχένα ἱμάντα, ἐν ᾧ ἐπιστολὴ ἐνέρραπτο. εἶτα ἀφῆκαν νυκτὸς ἢ μεθʼ ἡμέραν πρὸς ὃν ἐξ ἀνάγκης ἔμελλεν ἥξειν ὅθεν ἀπήχθη. ἔστι δὲ τοῦτο καὶ Θεσσαλόν.

将犬捆绑带走后,在它的颈部系上一条缝有信件的皮带。随后在夜间或白天将其放归,犬便会回到将其带离之处,即它必然会投奔的故主那里。这也是色萨利人的一种做法。

§31.33

Χρὴ δὲ τὰς παραγιγνομένας εὐθὺς ἀνοίγειν δέλτους. Ἀστυάνακτι δὴ τυράννῳ Λαμψάκου πεμφθείσης ἐπιστολῆς ἐν ᾗ γεγραμμένα ἦν μηνύοντα τὴν ἐπιβουλὴν ἀφʼ ἧς ἀνῃρέθη, παρὰ τὸ μὴ εὐθὺς ἀνοῖξαι καὶ ἀναγνῶναι τὰ γεγραμμένα ἀλλὰ ἀμελήσαντος αὐτοῦ,4 πρὸς ἄλλοις δὲ γενομένου πρότερον, διεφθάρη, τὴν ἐπιστολὴν ἔχων περὶ τοὺς δακτύλους.

送达的书板必须立即开启。当一封信送给拉普萨克斯的僭主阿斯提阿纳克斯,信中写有揭发那场最终致他于死地的阴谋的内容时,正是由于他未曾立即打开阅读所写的内容,反而置之不理,先去处理其他事务,结果手指上还夹着信件便惨遭杀害。

§31.34

διὰ τὴν αὐτὴν αἰτίαν καὶ ἐν Θήβαις ἡ Καδμεία κατελήφθη, τῆς τε Λέσβου ἐν Μυτιλήνῃ παραπλήσια τούτοις ἐπράχθη.

出于同样的原因,忒拜的卡德墨亚要塞陷落,在莱斯博斯岛的密提林亦发生过类似之事。

§31.35

Γλοῦς δὲ βασιλέως ναύαρχος παρὰ βασιλέα ἀναβάς, ἐπεὶ οὐχ οἷόν τε ἦν ὑπομνήματα ἐν βιβλίῳ ἔχοντα εἰσιέναι παρὰ βασιλέα (ἦν δὲ αὐτῷ περὶ πολλῶν τε καὶ μεγάλων διαμνημονευτέον), ἐγράψατο εἰς τὰ διαστήματα τῆς χειρὸς τῶν δακτύλων περὶ ὧν ῥητέον ἦν αὐτῷ. Περὶ τὴν τῶν τοιούτων ἐπιμέλειαν τῷ πυλωρῷ πονητέον, ὡς ἂν μηδὲν λανθάνῃ εἰς τὴν πόλιν εἰσφερόμενον μήτε ὅπλον μήτε γράμματα.

波斯王的海军统帅格鲁斯进谒波斯王时,由于不得携带写有备忘录的书卷晋见国王,而他又必须记住许多重大事务,他便将应当陈述的事项书写在手指间的缝隙中。 城门卫兵必须对诸如此类的情形严加防范,以使任何偷运入城的物品,无论是武器还是书信,都无法瞒过耳目。

语法注4 条
  1. 31.23Ἤδη δέ τινες εἴς τι βιβλίον γράψαντες ... ἀνύποπτος δὴ δοκεῖ εἶναι ἡ κομιδὴ

    句子以主格分词 γράψαντες、ὑποθέντες 和 ἀποπτύξαντες 开始,但在句末出现了破格结构(anacoluthon),主动词变为第三人称单数的 δοκεῖ,主语为 ἡ κομιδὴ。句意上相当于“某些人做完这些之后,书信的运送便被认为毫无可疑”。

  2. 31.23καὶ ἐνδεδυκότος τινὸς τὸν χιτωνίσκον καὶ οὕτω φερομένου

    由 καὶ ... καί 连接的属格独立结构,带有让步意味(“即便有人身穿这件小短袍就这样携行/移动”)。φερομένου 为中动态或被动态分词,指人或其着装的移动与运送。

  3. 31.30ὁπόστον δʼ ἂν τύχῃ ἕκαστον ὄν, ἐν τοῖς γραφομένοις τοσαύτας στιγμὰς εἶναι

    ὁπόστον 是询问序数(第几位)的关系/疑问形容词。在此构成接在 προσυνθέμενον 之后的间接引语结构:各个元音在顺序中排在第几位,便在所写文字中对应使用相应数量的点(τοσαύτας στιγμὰς εἶναι)。

  4. 31.33παρὰ τὸ μὴ εὐθὺς ἀνοῖξαι καὶ ἀναγνῶναι τὰ γεγραμμένα ἀλλὰ ἀμελήσαντος αὐτοῦ

    表示原因的介词短语 παρὰ τό 加不定式(ἀνοῖξαι, ἀναγνῶναι)通过 ἀλλά 与属格独立结构(ἀμελήσαντος αὐτοῦ)并列。两者共同表达其遇害的原因(“由于未能立即打开阅读,反而将其搁置忽视”),在句法上由带冠词不定式转换为了属格独立结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:31.23-31.35