- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:32.1-32.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节论述抵御敌方攻城塔、攻城槌、钻孔机、巨型兵器及攻甲车等攻城器械的具体防御手段,包括遮蔽帆布、缓冲坠物、套索制动、投落巨石、反击槌、暗坑陷阱、堑壕及修筑内墙等措施。
Πρὸς δὲ τὰς τῶν ἐναντίων προσαγωγὰς μηχανήμασιν ἢ σώμασιν ἐναντιοῦσθαι ὧδε. πρῶτον μὲν εἰς τὰ ὑπεραιρόμενα ἐκ πύργων ἢ ἱστῶν ἢ τῶν ὁμοτρόπων τούτοις ἱστία, οἷς τὰ προσαχθέντα ὑπεραίρειν χρή,1 τισὶν ἀδιατμήτοις περιβληθέντα κατατετάσθαι ὑπὸ τενόντων. ἄλλα τε καὶ ὑποθυμιᾶν καπνὸν πολὺν ἱέντα καὶ ὑφάπτειν ὡς μέγιστον πῦρ πνέοντα·
针对敌人利用攻城器械或兵员的逼近,应采取如下方式抵抗。首先,对于从塔楼、桅杆或类似构造物上高悬而起的帆布——须用这些帆布高过逼近的器械——应当用耐割的材料包裹,并用腱索拉紧。此外,还应在下方熏烟以放出浓烟,并在下方点燃能喷出尽可能猛烈大火之物。
ἀνταείρεσθαι πύργους ξυλίνους ἢ ἄλλα ὕψη ἐκ φορμῶν πληρουμένων ψάμμου ἢ ἐκ λίθων ἢ ἐκ πλίνθων. ἴσχοιεν δʼ ἂν τὰ βέλη καὶ καλάμων ταρσοὶ ὀρθίων καὶ πλαγίων συντιθεμένων.
应建立木塔或其他由装满沙子的篓筐、石块或砖块构成的高处工事以相对抗。纵横编织的芦苇帘也能阻挡投射物。
ἡτοιμάσθαι δὲ καὶ τοῖς εἰς τὰ χείλη μηχανήμασιν εἰσπίπτουσιν κριῷ καὶ τοῖς ὁμοτρόποις τούτῳ, ἐρύματα, σάκκους ἀχύρων πληροῦντα προκρεμαννύειν2 καὶ ἀγγεῖα ἐρίων καὶ ἀσκοὺς βοείους νεοδάρτους πεφυσημένους ἢ πεπληρωμένους τινῶν καὶ ἄλλα τούτοις ὁμότροπα.
对于撞击城墙顶部的攻城槌及同类器械,亦须预备防御物:在前方悬挂装满谷壳的麻袋、羊毛容器、充气或填充有物的初剥牛皮囊,以及其他诸如此类的物品。
καὶ ὅταν ἢ πύλην ἢ ἄλλο τι τοῦ τείχους διακόπτῃ, χρὴ βρόχῳ τὸ προΐσχον ἀναλαμβάνεσθαι, ἵνα μὴ δύνηται προσπίπτειν τὸ μηχάνημα.
当敌械切凿城门或城墙的其他部分时,应当用套索套住其突出的前端,使器械无法撞击。
καὶ παρασκευάζεσθαι δὲ ὅπως λίθος ἁμαξοπληθὴς ἀφιέμενος ἐμπίπτῃ καὶ συντρίβῃ τὸ τρύπανον· τὸν δὲ λίθον ἀφίεσθαι ἀπὸ τῶν προωστῶν, ἐχόμενον ὑπὸ καρκίνων.
此外还应做好准备,以便一块满车大小的巨石在投下时砸中并粉碎钻孔机;巨石应自伸出的横梁上释放,用铁钳夹持。
ὅπως δὲ μὴ ἁμαρτάνῃ τοῦ τρυπάνου ὁ λίθος φερόμενος, κάθετον χρὴ προαφίεσθαι, καὶ ὅταν αὕτη πέσῃ ἐπὶ τὸ τρύπανον, εὐθὺ τὸν λίθον ἐπαφίεσθαι. ἄριστον δὲ πρὸς τὰ διακόπτοντα τὸ τεῖχος καὶ τόδε παρεσκευάσθαι. ὅταν γνῷς ᾗ προσάγεσθαι τοῦ τείχους, ταύτῃ χρὴ ἔσωθεν ἀντιπαρασκευάζειν ἀντίκριον, διορύξαντα τοῦ τείχους μέχρι τοῦ ἄλλου μέρους τῶν πλίνθων,3 ἵνα μὴ προΐδωσιν πρότερον οἱ πολέμιοι· ὅταν δὲ ἐγγὺς ᾖ τὸ διακόπτον, οὕτως ἔσωθεν τῷ ἀντικρίῳ παίειν· καὶ πολὺ ἰσχυρότερον ὁ ἀντίκριος γίνεσθαι.4
为了使下落的巨石不偏离钻孔机,应当先垂下一条铅垂线,当铅垂线落在钻孔机上时,随即投下巨石。针对切凿城墙的器械,最好也做好如下准备:一旦得知攻城器械从城墙何处推进,就应当在此处的内侧预备反击之槌,挖穿城墙直到剩下最外层的砖,以免敌人预先发觉;当切凿器械靠近时,便从内侧以此反击之槌予以猛击;如此一来反击之槌会发挥大得多的威力。
πρὸς δὲ τὰ μεγάλα μηχανήματα, ἐφʼ οἷς σώματά τε πολλὰ προσάγεται καὶ βέλη ἐξ αὐτῶν ἀφίεται ἄλλα τε καὶ καταπάλται καὶ σφενδόναι, εἰς δὲ τὰς ὀροφίνας οἰκίας καὶ πυρφόρα τοξεύματα, πρὸς δὲ ταῦτα τὰ μηχανήματα πρῶτον μὲν χρὴ τοὺς ἐν τῇ πόλει κρυφαίως ὑπορύσσειν κατὰ τὰς προσαγωγὰς τοῦ μηχανήματος, ἵνα οἱ τροχοὶ τῶν μηχανημάτων ἐμπίπτοντες δύνωσιν εἰς τὰ ὑπορύγματα· ἔπειτα ἔσωθεν ἀνταείρειν ἐκ φορμῶν πληρουμένων ψάμμου καὶ λίθων ἐκ τῶν ὑπαρχόντων ἔρυμα, ὅπερ τοῦ τε μηχανήματος ὑπερέξει καὶ τὰ ἐκ τῶν ἐναντίων βέλη ἀργὰ ποιήσει.
对于那些运送大量兵员并在其上发射各种投射物(尤其是从弩炮和投石器中射出)、并向草顶房屋射出火箭的巨型攻城器械,城内之人首先应当沿着器械的前进路线秘密挖掘地下空洞,使器械的轮子陷落沉入坑穴之中;随后在内侧用装满沙子的篓筐和就地取材的石块,筑起一座既高过该器械又使敌方投射物失效的防御堡垒以相对抗。
προκαλύπτειν δὲ ἅμα τούτοις καὶ πυκνὰ παραπετάσματα ἢ ἱστία, ἐρύματα τῶν εἰσαφιεμένων βελῶν, ἅπερ σχήσει τε τὰ ὑπερπίπτοντα τῶν βελῶν, καὶ ῥᾳδίως συλλεγήσεται, χαμαιπετὲς δὲ μηδὲν ἔσται. τὸ δὲ αὐτὸ ποιεῖν καὶ ᾗ ἂν ἄλλῃ τοῦ τείχους ὑπερπετῆ γιγνόμενα τὰ βέλη τοὺς ὑπηρετοῦντάς τε καὶ τοὺς διαπορευομένους βλάπτῃ καὶ τιτρώσκῃ.
与此同时,还在前方遮蔽稠密的帷幔或帆布,作为抵御射入飞弹的防护物,它们既能截阻飞跃墙顶的矢石,又便于收拾,不使任何投射物落入地面。在城墙的其他地方,凡飞跃墙顶的矢石会伤及役务人员和过往行人之处,亦当照此办理。
ᾗ δὲ ἂν τοῦ τείχους χελώνη προσαχθεῖσα δύνηταί τι τοῦ τείχους διορύξαι ἢ καταβαλεῖν, ταύτῃ χρὴ ἀντιοῦσθαι παρεσκευασμένον.
攻城甲车若逼近城墙某处能够挖穿或推倒城墙,就必须充分准备予以抵抗。
πρὸς μὲν τὸ διόρυγμα πῦρ ποιεῖν πολύ, πρὸς δὲ τὸ πέσημα τοῦ τείχους τάφρον ἔσωθεν ὀρύσσειν, ἵνα μὴ εἰσέλθωσιν· καὶ ἅμα ἀνταείρειν τειχίον τειχίζοντα πρότερον ἢ πεσεῖν τὸ τεῖχος, ᾗ διορύσσεται, ἂν μὴ ἄλλως δύνῃ κωλύειν.
针对挖掘处应点燃大火,针对城墙的坍塌则应在内侧挖掘壕沟以防敌人攻入;同时在城墙被挖之处,若无法以其他方式阻止,应在城墙坍塌之前修筑一堵内墙以相对抗。
- 32.1οἷς τὰ προσαχθέντα ὑπεραίρειν χρή
关系代词 οἷς 作工具与格,先行词为前面的 ἱστία(帆布)。全句意为“须用这些帆布高过逼近的器械”,说明高悬帆布用以遮挡敌方器械视线与射击的功能。
- 32.3ἐρύματα, σάκκους ἀχύρων πληροῦντα προκρεμαννύειν
ἐρύματα 作为同位语(或表目的的谓语宾格)统领后续的具体名词(σάκκους, ἀγγεῖα, ἀσκούς)。现在分词 πληροῦντα 为阳性单数宾格,修饰不定式 προκρεμαννύειν 的未明示主语(即城防人员)。
- 32.7μέχρι τοῦ ἄλλου μέρους τῶν πλίνθων
字面意为“直到砖块的另一面”。指从城墙内侧向外挖空墙体的大部分厚度,仅保留最外层的一层砖,从而使防守方的准备在破墙出击前不被敌军察觉。
- 32.7καὶ πολὺ ἰσχυρότερον ὁ ἀντίκριος γίνεσθαι
不定式 γίνεσθαι 用作主要动词以表达结果或陈述。主格 ὁ ἀντίκριος 为其主语,比较级 ἰσχυρότερον 作副词性修饰或中性表语,意为“反击之槌将发挥大得多的威力”。
