- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:31.12-31.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节详述了油瓶藏膀胱通信法的收尾步骤、利用封蜡板及涂白画板(奉纳板)的隐写术,以及通过在羊拐骨或木块的孔眼中穿线拼写字母的无字密码通信法。
ἔπειτα φυσήσαντα τὴν κύστιν ἐν τῇ ληκύθῳ ἐνοῦσαν, ἵνα διευρυνθῇ ὡς μάλιστα, καὶ ἐλαίου ἐμπλήσαντα περιτεμεῖν τῆς κύστιδος τὸ ὑπερέχον τῆς ληκύθου καὶ προσαρμόσαι τῷ στόματι ὡς ἀδηλότατα, καὶ βύσαντα τὴν λήκυθον κομίζειν1 φανερῶς. διαφανές τε οὖν τὸ ἔλαιον ἔσται ἐν τῇ ληκύθῳ καὶ οὐδὲν ἄλλο φανεῖται ἐνόν.
随后,将已置于油瓶中的膀胱吹胀,使其尽可能膨胀开来,注入油后,将膀胱探出油瓶的多余部分剪去,尽可能隐蔽地贴合在瓶口处,塞上瓶塞,便可公然携带。如此一来,瓶中的油显得清澈透明,看上去内中别无他物。
ὅταν δὲ ἔλθῃ παρʼ ὃν δεῖ, ἐξεράσας τὸ ἔλαιον ἀναγνώσεται φυσήσας τὴν κύστιν· καὶ ἐκσπογγίσας καὶ κατὰ ταὐτὰ εἰς τὴν αὐτὴν γράψας ἀποστελλέτω.
当它送达该受书之人手中时,他倒出油,吹胀膀胱便可阅读;用海绵拭净后,以同样方式在同一膀胱上书写回信,并将其打发回去。
ἤδη δέ τις ἐν δέλτου ξύλῳ γράψας κηρὸν ἐπέτηξεν καὶ ἄλλα εἰς τὸν κηρὸν ἐνέγραψεν. εἶτα ὅταν ἔλθῃ παρʼ ὃν ἔδει, ἐκκνήσας τὸν κηρὸν καὶ ἀναγνοὺς γράψας πάλιν ὡσαύτως ἐπέστειλεν. ἐνδέχεται δὲ καὶ εἰς πυξίον γράψαντα μέλανι ὡς βελτίστῳ ἐᾶν ξηρανθῆναι, ἔπειτα λευκώσαντα ἀφανίζειν τὰ γράμματα. ὅταν οὖν ἀφίκηται παρὰ τὸν πεμπόμενον, λαβόντα εἰς ὕδωρ θεῖναι τὸ πυξίον· φανεῖται οὖν ἐν τῷ ὕδατι ἀκριβῶς ἅπαντα τὰ γεγραμμένα.
以往曾有人在一块木板的底木上书写,然后熔蜡封覆其上,并在蜡面上刻写别的事项。当它送达该送达之人处时,收信人刮去封蜡读毕,又以同样方式写下回信寄出。亦可在小木板上用最优质的墨水书写,任其风干,然后涂白将字迹掩盖。当送达收件人手中时,取来将该小木板置入水中,字迹便全都会在水中清晰显现。
γράφοιτο δʼ ἂν καὶ εἰς πινάκιον ἡρωϊκὸν ἅπερ ἂν βούλῃ. ἔπειτα καταλευκῶσαι καὶ ξηράναντα γράψαι ἱππέα φωσφόρον ἢ ὅ τι ἂν βούλῃ, ἔχοντα ἱματισμὸν λευκὸν καὶ τὸν ἵππον λευκόν· εἰ δὲ μή, καὶ ἄλλῳ χρώματι, πλὴν μέλανος. ἔπειτα δοῦναί τινι ἀναθεῖναι ἐγγὺς τῆς πόλεως εἰς ὃ ἂν τύχῃ ἱερὸν ὡς εὐξάμενος.2
亦可将你所欲传达之事写在描绘英雄神祇的奉纳小画板上。随后涂白风干,画上一位持火炬的骑手,或任何你想要的图案,身穿白衣,骑着白马;若不愿如此,亦可用除黑色外的其他颜色。然后交予某人,令其假托许愿奉纳之名,供奉在城郊任意一座神庙中。
ὃν δὲ δεῖ ἀναγνῶναι τὰ γεγραμμένα, χρὴ ἐλθόντα εἰς τὸ ἱερὸν καὶ γνόντα τὸ πινάκιον συσσήμῳ τινὶ προσυγκειμένῳ, ἀπενέγκαντα εἰς οἶκον θεῖναι εἰς ἔλαιον· πάντα οὖν τὰ γεγραμμένα φανεῖται. Πασῶν δὲ ἀδηλοτάτη πέμψις, πραγματωδεστάτη δὲ νῦν μοι ἡ δι’ ἀγραμμάτων ἐμφανισθήσεται· ἔστι δὲ τοιάδε. ἀστράγαλον εὐμεγέθη τρυπῆσαι τρυπήματα εἴκοσι καὶ τέτταρα, ἓξ εἰς ἑκάστην πλευρὰν τοῦ ἀστραγάλου· ἔστω δὲ τὰ τρυπήματα τοῦ ἀστραγάλου στοιχεῖα.
而该解读字迹之人,须前往神庙,凭借预先约定的暗号辨识出该画板,带回家中浸入油中,所有写下的字迹便都会显现出来。 在一切传递方式中最为隐秘、然而亦最为费事的一种——通过非文字记号进行的传递——如今将由我展示出来。 其法如下:在一个大小适中的羊拐骨上钻出二十四个孔,拐骨的每一面上钻六个孔;令拐骨上的这些孔代表字母。
διαμνημόνευε δʼ ἀφʼ ἧς ἂν πλευρᾶς ἄρξῃ τὸ ἄλφα καὶ τὰ ἐχόμενα ἅπερ ἐν ἑκάστῃ πλευρᾷ γέγραπται. μετὰ δὲ ταῦτα, ὅταν τινὰ θέλῃς ἐν αὐτοῖς τίθεσθαι λόγον, λίνον διείρειν, οἷον, ἐὰν θέλῃς Αἰνείαν δηλοῦν ἐν τῇ διέρσει τοῦ λίνου ἀρξάμενος ἐκ τῆς πλευρᾶς τοῦ ἀστραγάλου ἐν ᾗ τὸ ἄλφα ἐστίν, δίειρον, καὶ παρελθὼν τὰ ἐχόμενα τούτου παραγράμματα, ὅταν ἔλθῃς εἰς πλευρὰν οὗ τὸ ἰῶτά ἐστιν, δίειρον πάλιν, παρεὶς δὲ τούτου τὰ ἐχόμενα, ὅπου συμβαίνει τὸ νῦ εἶναι, δίειρον καὶ πάλιν παρεὶς τὰ ἐχόμενα τούτου, ὅπου τὸ εἶ ἐστιν, δίειρον τὸ λίνον, καὶ οὕτω τὰ ἐπίλοιπα τοῦ λόγου ἀντιγράφων ἔνειρε εἰς τὰ τρυπήματα, ὥσπερ ὃ ἄρτι ἐθέμεθα ὄνομα. ἔσται οὖν περὶ τὸν ἀστράγαλον ἀγαθὶς λίνου τετολοπευμένη, δεήσει δὲ τὸν ἀναγιγνώσκοντα ἀναγράφεσθαι εἰς δέλτον τὰ δηλούμενα γράμματα ἐκ τῶν τρυπημάτων. ἀνάπαλιν δὲ γίγνεται ἡ ἔξερσις τῇ ἐνέρσει.3 διαφέρει δὲ οὐδὲν τὰ γράμματα ἀνάπαλιν γραφῆναι εἰς τὴν δέλτον· οὐδὲν γὰρ ἧττον γνωσθήσεται. καταμαθεῖν δὲ πλεῖον ἔργον ἐστὶν τὰ γεγραμμένα ἢ τὸ ἔργον αὐτὸ γενέσθαι.
你要牢记阿尔法从哪一面开始,以及依次被指定在每一面上的各个后续字母。此后,每当你想用它们表达某段话时,便穿入一根麻线;例如,若你想在穿线过程中表示“埃涅阿斯”,便从拐骨上带有阿尔法的那一面开始穿过;绕过与其相邻的字母,当你来到有约塔的那一面时,再次穿过;越过与其相邻的字母,在纽所在之处穿过;再次越过与其相邻的字母,在埃所在之处穿过麻线;如此这般,照着字母依次将话语中剩余的部分穿入各个孔中,正如我们刚才所设定的名字那样。于是拐骨周围便会形成一团缠绕着的麻线团,阅读者则须根据各个孔中所指示的字母,逐一抄录在木板上。抽线的过程与穿线的过程恰好相反。然而字母以相反的顺序抄录在木板上并无大碍,因为同样能够被理解。不过,读懂所写的内容,比起这一操作本身更为费工。
εὐτρεπέστερον δʼ ἂν τοῦτο γίγνοιτο ξύλου ὡς σπιθαμιαίου τρυπηθέντος ὅσα γε τὰ στοιχεῖα τῶν γραμμάτων· ἔπειτα ὡσαύτως ἐνείρειν τὸ λίνον εἰς τὰ τρυπήματα. ὅπου δʼ ἂν εἰς τὸ αὐτὸ τρύπημα συμβῇ δὶς ἐνείρεσθαι, ὥσπερ τὸ αὐτὸ γράμμα δὶς ἐφεξῆς γράφεσθαι, προπεριελίξαντα τὸ λίνον περὶ τὸ ξύλον ἐνείρειν. γίγνοιτο δʼ ἂν καὶ ὥδε.
若能将一块长约一虎口的小木条钻上与字母数量相同的孔,此法行起来便更为简便;随后以同样方式将麻线穿入孔中。若遇必须在同一个孔中穿入两次的情形,正如同一个字母连续写两次那样,便先将麻线在木条上缠绕一圈,然后再穿入孔中。
ἀντὶ τοῦ ἀστραγάλου καὶ ξύλου ποιήσαντα κύκλον ξύλινον λεᾶναι, καὶ τρῆσαι ἐφεξῆς κύκλῳ τὰ στοιχεῖα τῶν γραμμάτων τέτταρα καὶ εἴκοσι· ὑποψίας δʼ ἕνεκεν καὶ ἄλλα ἐν μέσῳ τοῦ κύκλου τρυπῆσαι, ἔπειτα οὕτω εἰς τὰ στοιχεῖα ἐφεξῆς ὄντα τὸ λίνον ἐνείρειν.
此外,亦可如此行事: 代替拐骨或木条,制作一个圆形木盘并打磨平整,沿圆周依次钻出代表二十四个字母的孔;为免引起疑心,亦可在木盘中央钻出若干别的孔,然后如此将麻线依次穿入代表字母的孔中。
ὅταν δὲ δὶς τὸ αὐτὸ γράμμα συμβαίνῃ γράφειν, ἐκ τῶν ἐν μέσῳ τρυπημάτων προενείραντα εἰς τὸ αὐτὸ γράμμα ἐνεῖραι· γράμμα δὲ λέγω τὸ τρύπημα.
当碰巧需要连续写两次同一字母时,先从中央的孔中穿过一次,再穿入该字母的孔中;我所说的字母,指的便是孔眼。
- 31.12περιτεμεῖν ... προσαρμόσαι ... κομίζειν
这些不定式(περιτεμεῖν、προσαρμόσαι、κομίζειν)充当祈使性不定式(imperatival infinitive)。前面的分词 φυσήσαντα、ἐμπλήσαντα 与 βύσαντα 之所以采用宾格,是因为不定式的逻辑主语被设想为泛指的宾格动作主体。
- 31.15ὡς εὐξάμενος
“ὡς + 分词”结构表示主观动机或借口(“仿佛是许过愿的人一样”)。尽管在前面的不定式短语 δοῦναί τινι ἀναθεῖναι 中,被托付之人 τινί 为与格,但分词 εὐξάμενος 却采用了主格。这要么指代委托奉纳的当事人本人(主句隐含有主格主体),要么是视实际执行者为句意主体而发生的格的转换(依义构词)。
- 31.19ἀνάπαλιν δὲ γίγνεται ἡ ἔξερσις τῇ ἐνέρσει
与格 τῇ ἐνέρσει 依附于表示反向的副词 ἀνάπαλιν(逆向地、相反地),充当比较或基准与格(dative of comparison / reference),意为“抽线(ἡ ἔξερσις)与穿线(τῇ ἐνέρσει)的过程恰恰相反”。
