- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:31.1-31.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节论述了多种秘密通信手段(在书籍文字上作微记、将信件缝入鞋底、卷入铅耳环、缚于伤口、缝于铠甲或马缰,以及利用油瓶与风干膀胱隐匿文本),并记述了一起通过放行告密信件以获取回信、从而无可辩驳地证实叛国罪行的案例。
Περὶ δὲ ἐπιστολῶν κρυφαίων παντοῖαι μέν εἰσιν αἱ πέμψεις, προσυγκεῖσθαι δὲ δεῖ τῷ πέμψαντι καὶ δεχομένῳ ἰδίᾳ· αἱ δὲ λανθάνουσαι μάλιστα τοιαίδε ἂν εἶεν. ἐπέμφθη ἐπιστολὴ ὧδε.
关于密信,递送的方法多种多样,但发送者与接收者之间必须私下预先约定。其中最不易被发觉的当属以下几种。
εἰς φορτία ἢ ἄλλα σκεύη ἐνεβλήθη βυβλίον ἢ ἄλλο τι γράμμα τὸ τυχὸν καὶ μεγέθει καὶ παλαιότητι. ἐν τούτῳ δὲ γέγραπται ἡ ἐπιστολὴ ἐπιστιζομένων γραμμάτων τοῦ πρώτου στίχου ἢ δευτέρου ἢ τρίτου, ἐπιστιγμαῖς δὲ ἐλαχίσταις καὶ ἀδηλοτάταις πλὴν τῷ πεμπομένῳ. εἶτα ἀφικομένου τοῦ βυβλίου παρʼ ὃν δεῖ, ἐξεγράφετο καὶ τὰ ἐπισεσημασμένα γράμματα τιθεὶς ἐφεξῆς τὰ ἐκ τοῦ πρώτου στίχου καὶ δευτέρου καὶ τὰ ἄλλα ὡσαύτως, ἐγνώριζε τὰ ἐπισταλέντα.1
曾有一封信是这样发送的: 将一部大小和陈旧程度皆随意的书卷或其他文字载体混入货物或其他器具之中。在这部书卷中,通过在第一行、第二行或第三行的某些字母上点上微记来书写信件,这些记号极其细小,除收信人外谁也察觉不到。随后,当书卷送达该送达之人手中时,他便将它们抄录下来,依次排列自第一行、第二行以及其余各行标有记号的字母,从而获知了信中所传达的内容。
ὀλίγα δʼ ἄν τις θέλων ἐπιστεῖλαι καὶ ὧδε ποιήσαι, παρόμοιον τούτῳ. ἐπιστολὴν γράψαντα περί τινων φανερῶς ἐν πλείοσιν, ἐν ταύτῃ τῇ ἐπιστολῇ τὸ αὐτὸ ποιεῖν2 ἐπισημαινόμενον γράμματα, δι’ ὅτων ἐμφανιεῖς ἅπερ ἂν βούλῃ. τὴν δὲ ἐπισημασίαν εἶναι ὡς ἀδηλοτάτην ἐπιστιγμαῖς διὰ πολλοῦ ἢ γραμμαῖς παραμήκεσιν. ἃ τοῖς μὲν ἄλλοις μηδεμίαν ὑπόνοιαν ἕξει, τῷ δὲ πεμπομένῳ γνωστὴ ἔσται ἡ ἐπιστολή πεμπέσθω ἀνὴρ ἀγγελίαν φέρων τινὰ ἢ καὶ ἐπιστολὴν περὶ ἄλλων φανερῶν· τοῦ δὲ μέλλοντος πορεύεσθαι κρυφαίως αὐτοῦ εἰς τὸ τῶν ὑποδημάτων πέλμα ἐντεθήτω εἰς τὸ μεταξὺ βυβλίον καὶ καταρραπτέσθω, πρὸς δὲ τοὺς πηλοὺς καὶ τὰ ὕδατα εἰς κασσίτερον ἐληλασμένον λεπτὸν γραφέσθω πρὸς τὸ μὴ ἀφανίζεσθαι ὑπὸ τῶν ὑδάτων τὰ γράμματα.
若有人只想传递少量信息,亦可以类似的方式如此行事:先详加叙述、公然写下一封关涉某些事项的长信,在此信中亦同样处理,标记出藉以表达你所欲传达之意的字母。这一标记应尽可能隐蔽,采用间距极大的微点或较长的线条。这些对他人而言不会引起任何怀疑,但收信人却能读懂该信件。可派遣一人携带着某条口信,甚至携带着关于其他公开事宜的信件;在即将出发之人鞋底的夹层中,瞒着他暗中置入书信并缝合起来;为防泥水侵蚀,应将文字书写在捶打得很薄的锡片上,以免字迹被水浸湿湮灭。
ἀφικομένου δὲ παρʼ ὃν δεῖ, καὶ ἀναπαυομένου ἐν τῇ νυκτί, ἀναλυέτω τὰς ῥαφὰς τῶν ὑποδημάτων, καὶ ἐξελὼν καὶ ἀναγνούς, ἄλλα γράψας λάθρᾳ ἔτι καθεύδοντος καὶ ἐγκαταρράψας ἀποστελλέτω τὸν ἄνδρα, ἀνταγγείλας ἢ καὶ δούς τι φέρειν φανερῶς.
待其到达该送达之人处并于夜间歇息时,收信人便解开鞋底的缝线,取出信件读毕,趁该人仍在熟睡之际暗中写好回信,重新缝入鞋底,然后交给他回话或公然携带的物件,打发其上路。
οὕτως οὖν οὔτε ἄλλος οὔτε ὁ φέρων εἰδήσει· χρὴ δὲ τὰς ῥαφὰς τῶν ὑποδημάτων ὡς ἀδηλοτάτας ποιεῖν.
如此一来,他人不知,连捎信者本人亦不知情;不过鞋底的缝合痕迹务须做得尽可能隐秘。
Εἰς Ἔφεσον δʼ εἰσεκομίσθη γράμματα τρόπῳ τοιῷδε. ἄνθρωπος ἐπέμφθη ἐπιστολὴν ἔχων φύλλοις ἐγγεγραμμένην, τὰ δὲ φύλλα ἐφʼ ἕλκει καταδεδεμένα ἦν ἐπὶ κνήμην.
书信亦曾以此种方式被送入以弗所:派遣一人携带着写在树叶上的信件,而这些树叶被包扎在他小腿的伤口上。
εἰσενεχθείη δʼ ἂν γραφὴ καὶ ἐν τοῖς τῶν γυναικῶν ὠσὶν ἔχουσιν ἀντʼ ἐνωτίων ἐλασμοὺς ἐνειλημένους λεπτοὺς μολιβδίνους.
亦可将书信置于妇女的耳朵中带入,让她们佩戴卷成细筒的薄铅片以代替耳环。
ἐκομίσθη δὲ ἐπιστολὴ περὶ προδοσίας εἰς στρατόπεδον ἀντικαθημένων πολεμίων ὑπὸ τοῦ προδιδόντος ὧδε. τῶν ἐξιόντων ἱππέων ἐκ τῆς πόλεως εἰς προνομὴν τῶν πολεμίων ἑνὶ ἐγκατερράφη ὑπὸ τὰ πτερύγια τοῦ θώρακος βιβλίον· ᾧ ἐντέταλτο, ἐάν τις ἐπιφάνεια τῶν πολεμίων γένηται, πεσεῖν ἀπὸ τοῦ ἵππου ὡς ἄκοντα καὶ ζωγρηθῆναι. καὶ γενομένου δʼ ἐν τῷ στρατοπέδῳ ἀποδοθῆναι τὸ βυβλίον ᾧ ἔδει.3 ὑπηρέτησεν δʼ ὁ ἱππεὺς ἀδελφὸς ἀδελφῷ.
曾有一封关于叛国谋叛的信件,由通敌者以此种方式送入围驻相持的敌军营地:在自城中外出劫掠敌军的骑兵中,有一人的胸甲下摆内侧被缝入了书信。他接到指示,一旦敌军出现,便佯装身不由己跌落马下而被生擒;且一旦进入敌营,便将书信呈交予该交付之人。这名骑兵乃是作为兄弟协助其兄弟行事。
ἄλλος δὲ ἱππέα ἐκπέμπων εἰς τὴν ἡνίαν τοῦ χαλινοῦ βυβλίον ἐνέρραψεν. ἐγένετο δὲ περὶ ἐπιστολὴν τοιόνδε. πόλεως γὰρ πολιορκουμένης ἐπεὶ παρῆλθεν ἔσω τῆς πόλεως ὁ κομίζων τὰς ἐπιστολὰς τῷ μὲν προδιδόντι καὶ τοῖς ἄλλοις οἷς ἔφερεν οὐκ ἀποδίδωσιν, πρὸς δὲ τὸν ἄρχοντα τῆς πόλεως ἦλθεν μηνύων καὶ τὰς ἐπιστολὰς ἐδίδου.
另有人在派遣骑兵出城时,将书信缝入马嚼子的缰绳之中。此外,关于书信还发生过这样一件事:城池被围时,携带信件之人进城之后,并未将信交给通敌者及其他受书之人,而是前往该城长官处告发,并呈递信件。
ὁ δʼ ἀκούσας ἐκέλευεν ταύτας μὲν τὰς ἐπιστολὰς οἷς ἔφερεν ἀποδοῦναι, τὰ δὲ παρʼ ἐκείνων, εἰ ἀληθές τι μηνύει, παρʼ αὐτὸν ἐνεγκεῖν· καὶ ὁ μηνύων ταῦτα ἔπραξεν. ὁ δὲ ἄρχων λαβὼν τὰς ἐπιστολὰς καὶ ἀνακαλεσάμενος τοὺς ἀνθρώπους τὰ σημεῖά τε ἐδείκνυεν τῶν δακτυλίων, ἅπερ ὡμολόγουν αὑτῶν εἶναι, καὶ λύων τὰ βιβλία ἐδήλου τὸ πρᾶγμα.
长官听闻后,命令他仍将这些信件送交受书之人,但若其告发属实,则须将那些人的回信带交给自己;告发者照此办理。长官拿到回信后召来那些涉案之人,向他们出示其印章戒指的印模——他们承认这些是属于他们自己的——接着拆开展读这些书卷,揭露了实情。
τεχνικῶς δὲ δοκεῖ φωρᾶσαι, ὅτι τὰς πεμπομένας παρὰ τοῦ ἀνθρώπου οὐκ ἀπέλαβεν· ἦν γὰρ αὐτοῖς ἀρνηθῆναι καὶ φάσκειν ἐπιβουλεύεσθαι ὑπό τινος. τὰς δʼ ἀνταποστελλομένας λαβὼν ἀναντιλέκτως ἤλεγξεν.4
人们认为长官勘破此案极富智谋,因为他没有从那人手中收下送来的信件;盖当时那些人尚可予以否认,并声称有人蓄意陷害他们。而他截获了他们发回的回信,便无可辩驳地证实了罪行。
Κομίζεται δὲ καὶ ὧδε. κύστιν ἰσομεγέθη ληκύθῳ ὁπόσῃ ἂν βούλῃ πρὸς τὸ πλῆθος τῶν γραφησομένων φυσήσαντα καὶ ἀποδήσαντα σφόδρα ξηρᾶναι, ἔπειτα ἐπʼ αὐτῆς γράψαι ὅ τι ἂν βούλῃ μέλανι κατακόλλῳ.
书信亦可如此运送:依照所拟书写内容的篇幅,取一个与任意所需大小的油瓶尺寸相当的膀胱吹起并扎紧,使之彻底风干;然后用调有胶质的墨水在其上书写任何你想写的内容。
ξηρανθέντων δὲ τῶν γραμμάτων ἐξελεῖν τὴν πνοὴν τῆς κύστιδος καὶ συμπιέσαντα εἰς τὴν λήκυθον ἐνθεῖναι· τὸ δὲ στόμα τῆς κύστιδος ὑπερεχέτω τοῦ στόματος τῆς ληκύθου.
待字迹风干后,将膀胱中的气体放出,压缩后置入油瓶中;令膀胱的口部略微探出油瓶的瓶口之外。
- 31.2ἐξεγράφετο καὶ τὰ ἐπισεσημασμένα γράμματα τιθεὶς ἐφεξῆς τὰ ἐκ τοῦ πρώτου στίχου καὶ δευτέρου καὶ τὰ ἄλλα ὡσαύτως, ἐγνώριζε τὰ ἐπισταλέντα.
主句包含由 καί 连接的两个动词 ἐξεγράφετο 与 ἐγνώριζε,分词短语 τιθεὶς ἐφεξῆς... 依附于后者 ἐγνώριζε。动作的逻辑主体是收件人(παρʼ ὃν δεῖ)。形态上 ἐξεγράφετο 虽可作被动态解(“被抄出”),但此处取中动态意义(“他抄写录出”)更为融贯,描述收件人按行依次抄出并排列带记号的字母以读懂信文的过程。
- 31.3ὀλίγα δʼ ἄν τις θέλων ἐπιστεῖλαι καὶ ὧδε ποιήσαι, παρόμοιον τούτῳ. ἐπιστολὴν γράψαντα περί τινων φανερῶς ἐν πλείοσιν, ἐν ταύτῃ τῇ ἐπιστολῇ τὸ αὐτὸ ποιεῖν
前句中的 ποιήσαι 与 ἄν 构成表潜势的祈愿语气(相当于 ποιήσειεν,意为“某人亦可如此行事”)。后一句中的不定式 ποιεῖν 则用作祈使/规则性不定式(imperatival infinitive),其逻辑主语由宾格分词 γράψαντα(及后文的 ἐπισημαινόμενον)充当,构成用于操作指南的“宾格加不定式”结构。
- 31.8ᾧ ἐντέταλτο, ἐάν τις ἐπιφάνεια τῶν πολεμίων γένηται, πεσεῖν ἀπὸ τοῦ ἵππου ὡς ἄκοντα καὶ ζωγρηθῆναι. καὶ γενομένου δʼ ἐν τῷ στρατοπέδῳ ἀποδοθῆναι τὸ βυβλίον ᾧ ἔδει.
关系代词与格 ᾧ 依附于被动动词 ἐντέταλτο(“他被下令”),指令的具体内容由不定式 πεσεῖν、ζωγρηθῆναι 以及紧接其后的 ἀποδοθῆναι 引出。后句中的属格绝对结构 γενομένου ... ἐν τῷ στρατοπέδῳ 起到时间或条件从句的作用(“一旦到了军营中”)。
- 31.9bτεχνικῶς δὲ δοκεῖ φωρᾶσαι, ὅτι τὰς πεμπομένας παρὰ τοῦ ἀνθρώπου οὐκ ἀπέλαβεν· ἦν γὰρ αὐτοῖς ἀρνηθῆναι καὶ φάσκειν ἐπιβουλεύεσθαι ὑπό τινος. τὰς δʼ ἀνταποστελλομένας λαβὼν ἀναντιλέκτως ἤλεγξεν.
结构 ἦν αὐτοῖς + 不定式(ἀρνηθῆναι, φάσκειν)表示可能性(“他们本可以予以否认并声称……”)。ὅτι 从句解释了为何长官被认为“巧妙破案(τεχνικῶς φωρᾶσαι)”:若截留最初送来的信件,嫌疑人尚有辩解脱罪的可能;而截获发出的回信则确立了无可争辩的铁证。
