- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:3.1-3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
突发危机与盟军防守时按部落划分城墙防务的方法,以及平时期按街道组织编成、迅速向各开阔地集结并确立指挥的规程。
Ἐκ προσφάτου δὲ ἐγγιγνομένου φόβου ἀσυντάκτῳ πόλει, τάχιστα ἄν τις εἰς σύνταξιν καὶ φυλακὴν τῆς πόλεως τοὺς πολίτας καταστήσαι, εἰ ἑκάστῃ φυλῇ μέρος τι τοῦ τείχους κλήρῳ ἀποδείξειεν, ἐφʼ ᾧ ἐλθοῦσαι εὐθὺς αἱ φυλαὶ φυλάξουσιν.1 κατὰ πολυπλήθειαν δὲ φυλῆς ἑκάστης τὸ μέγεθος τοῦ τείχους φυλαττόντων.
当未及整备的城邦遭遇突发的恐慌时,若能以抽签方式为每个部落指派城墙的一段,规定各部落立即前往防守,便能最迅速地使公民归入建制并承担城邦的戒备。且应根据每个部落的人数规模,令其防守相应长度的城墙。
ἔπειτα οὕτως ἀφʼ ἑκάστης φυλῆς τοὺς δυναμένους τοῖς σώμασι πονέσαι ἀπολέγειν εἴς τε τὴν ἀγορὰν καὶ τὰς περιοδίας, καὶ εἴ τι ἄλλο δεῖ χρῆσθαι τοῖς τοιούτοις ἀνθρώποις.
随后依此办法,从每个部落中挑选身体足以承受劳苦者,派往集市和巡逻队,以及凡需要役使此类人员的其他差事。
ὁμοτρόπως δὲ καὶ φρουρίου ὑπὸ συμμάχων φρουρουμένου μέρος τι τοῦ τείχους τῶν συμμάχων ἑκάστοις ἀποδιδόσθω φυλάττειν. ἐὰν δὲ πολῖται ἐν ὑποψίᾳ πρὸς ἀλλήλους ὦσιν, κατὰ ἀνάβασιν ἑκάστην τοῦ τείχους δεῖ ἐπιστῆσαι ἄνδρας πιστούς, οἳ κωλυταὶ ἔσονται, ἄν τις ἐπιχειρῇ ἄλλος ἀναβαίνειν.
同样,在由盟军驻守要塞时,也当将城墙的一部分分派给各支盟军去守卫。倘若公民之间互有猜忌,则须在城墙的每一个登墙坡道前部署可靠之人,以阻止任何其他人企图攀登。
ἐν εἰρήνῃ δὲ καὶ ὧδε χρὴ συντετάχθαι τοὺς πολίτας. πρῶτον μὲν ῥύμης ἑκάστης ἀποδεῖξαι ῥυμάρχην ἄνδρα τὸν ἐπιεικέστατόν τε καὶ φρονιμώτατον, πρὸς ὅν, ἐάν τι ἀπροσδοκήτως νυκτὸς γένηται, συναθροισθήσονται.
即使在和平时期,公民也应按如下方式编成组织。首先,每条街道推选一位最为公道、最为明达之人担任街长;夜间一旦发生意外变故,众人便向他集结。
χρὴ δὲ τὰς ἐγγυτάτας ῥύμας τῆς ἀγορᾶς εἰς τὴν ἀγορὰν ἄγειν τοὺς ῥυμάρχας,2 τοῦ δὲ θεάτρου τὰς ἐγγυτάτω ῥύμας εἰς τὸ θέατρον, εἴς τε τὰς ἄλλας ἕκαστον ἐγγύτατα εὐρυχωρίας ἀθροίζεσθαι τοὺς ῥυμάρχας μετὰ τῶν ἐξενεγκαμένων παρʼ αὐτοὺς τὰ ὅπλα·
街长应当把最靠近集市的街道的居民带往集市,把最靠近剧场的街道的居民带往剧场;各个街长也应与那些带上武器赶至他们身边的居民一同集结在其他最近处的开阔地。
οὕτω γὰρ ἂν τάχιστα ἔς τε τοὺς προσήκοντας ἕκαστοι τόπους ἀφίκοιντο καὶ ἐγγυτάτω τῶν σφετέρων οἴκων εἶεν, διαπέμποιέν τε ἂν οἰκονομοῦντες πρὸς τοὺς κατʼ οἶκον, τέκνα καὶ γυναῖκας, οὐ πρόσω αὐτῶν διατελοῦντες. τῶν τε ἀρχόντων δεῖ προκεκληρῶσθαι εἰς ὃν ἕκαστοι τόπον ἐλθόντες τῶν συλλεγέντων ἐπὶ τὰ χείλη ἀποστελοῦσι·3 καὶ τῶν λοιπῶν ἕνεκα ἐπιμελείας ἡγεμόνες ἔσονται, ἄνπερ εὐθὺς ἡγεμονεύσωσιν ὧδε.
因为这样一来,众人不仅能以最快速度抵达各自应去的地点,也能离自己的家宅最近,且因距离不远,尚可向家中的妇孺传达指令、照看家事。此外,执政官们也必须预先抽签决定各自前往哪一地点,并在到达后将集结人员中的一部分派往胸壁;若他们能在初始便照此指挥,对于其余事宜的照料他们亦将成为得力的统领。
- 3.1ἐφʼ ᾧ ἐλθοῦσαι εὐθὺς αἱ φυλαὶ φυλάξουσιν
介词 ἐπί 加上关系代词与格 ᾧ 引导将来时直陈式(φυλάξουσιν),构成表示“在……条件下 / 以便……”的习惯句式。主语为 αἱ φυλαί,与阴性复数主格分词 ἐλθοῦσαι 保持一致。
- 3.5χρὴ δὲ τὰς ἐγγυτάτας ῥύμας τῆς ἀγορᾶς εἰς τὴν ἀγορὰν ἄγειν τοὺς ῥυμάρχας
在由非人称动词 χρή 引出的对格加不定式结构中,τοὺς ῥυμάρχας(街长们)是不定式 ἄγειν 的逻辑主语,而 τὰς ἐγγυτάτας ῥύμας(最近的街道)为其宾语,此处换喻指“该街道的居民/队伍”。
- 3.6τῶν τε ἀρχόντων δεῖ προκεκληρῶσθαι εἰς ὃν ἕκαστοι τόπον ἐλθόντες τῶν συλλεγέντων ἐπὶ τὰ χείλη ἀποστελοῦσι
非人称动词 δεῖ 支配完成时被动不定式 προκεκληρῶσθαι(“预先抽签决定”)。置于句首的属格 τῶν ἀρχόντων 起到主题化作用(意为“关于执政官们”)。间接疑问节 εἰς ὃν ἕκαστοι τόπον... 作为抽签决定的实际内容,其内部的 ἕκαστοι 是分词 ἐλθόντες 及动词 ἀποστελοῦσι 的主语;τῶν συλλεγέντων 则充当部分属格,表示从集结者中派出的部分人员。
