- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:2.1-2.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者援引斯巴达和普拉提亚的战例,阐述了利用堑壕和障碍物封闭城内多余开阔地的防守策略,并论述了开阔地数量多寡在攻防中的利弊权衡。
Ἄριστον δὲ τὰς ἀχρείους οὔσας εὐρυχωρίας ἐν τῇ πόλει, ἵνα μὴ σωμάτων εἰς αὐτὰς δέῃ, τυφλοῦν ταφρεύοντα1 καὶ ὡς μάλιστα ἀβάτους ποιοῦντα τοῖς νεωτερίζειν βουλομένοις καὶ προκαταλαμβάνειν αὐτάς.
此外,为了不必在城内无用的开阔空地上耗费守备人员,最好的办法是通过挖掘壕沟将其封堵,并使之对那些企图谋反并预先将其占领的人尽可能无法通行。
Λακεδαιμόνιοι δὴ Θηβαίων ἐμβαλόντων ἔκ τε τῶν ἐγγυτάτω οἰκιῶν διαλύοντες καὶ ἐκ τῶν αἱμασιῶν καὶ τειχίων ἄλλοι κατʼ ἄλλους τόπους φορμοὺς γῆς καὶ λίθων πληροῦντες, φασὶν δὲ καὶ τοῖς ἐκ τῶν ἱερῶν χαλκοῖς τρίποσιν, ὄντων πολλῶν καὶ μεγάλων, χρησάμενοι2 καὶ τούτοις προαποπληρώσαντες τάς τε εἰσβολὰς καὶ τὰς διόδους καὶ τὰ εὐρύχωρα τοῦ πολίσματος ἐκώλυσαν τοὺς εἰσβάλλειν ἐπιχειροῦντας εἰς αὐτὸ τὸ πόλισμα.
事实上,当底比斯人入侵时,斯巴达人拆毁了最近处的房屋,又从石篱和矮墙处各自在不同地点取土石填满柳条筐;据说他们还利用了圣所中的青铜大三脚鼎(这些鼎数量甚多且体形巨大),借此预先填塞堵塞了城镇的入口、巷道与开阔地带,从而阻遏了企图突入城镇本身的敌军。
Πλαταιεῖς δὲ ἐπεὶ ᾔσθοντο νυκτὸς ἐν τῇ πόλει Θηβαίους ὄντας, κατανοήσαντες οὐ πολλοὺς αὐτοὺς ὄντας οὐδὲ ἔργων τῶν προσηκόντων ἁπτομένους, οἰομένους γε μέντοι κατέχειν τὴν πόλιν, ἐνόμισαν ἐπιθέμενοι ῥᾳδίως κρατήσειν. τεχνάζουσιν οὖν εὐθέως τοιόνδε.
普拉提亚人在夜间发觉底比斯人已进城时,察觉到对方人数不多,也未采取应有的戒备行动,只是自以为已控制了城邦,便认定一旦发起进攻定能轻易取胜。于是他们立即施展了如下计谋:
τῶν ἀρχόντων οἱ μὲν ὁμολογίας ἐποιοῦντο τοῖς Θηβαίοις ἐν τῇ ἀγορᾷ, οἱ δὲ παρήγγελλον κρύφα τοῖς ἄλλοις πολίταις σποράδην μὲν ἐκ τῶν οἰκιῶν μὴ ἐξιέναι, καθʼ ἕνα δὲ καὶ δύο τοὺς κοινοὺς τοίχους διορύττοντας λαθραίως παρʼ ἀλλήλους ἀθροίζεσθαι.
部分执政官在集市与底比斯人进行谈判,另一些执政官则秘密向其余公民传令,叫他们不要分散地走出家门,而是每次一两人地凿穿隔墙,暗中聚集到彼此家中。
ἑτοιμασθέντος δὲ πλήθους ἀξιομάχου τὰς μὲν διόδους καὶ τὰς ῥύμας ἐτύφλωσαν ἁμάξαις ἄνευ ὑποζυγίων, ἀπὸ δὲ σημείου ἀθροισθέντες ἐφέροντο ἐπὶ τοὺς Θηβαίους.
当集结起足以交战的人数后,他们用卸去牲口的车辆堵塞了通路和街道,并在信号发出后集结冲向底比斯人。
ἅμα δὲ τούτοις τὰ γύναια καὶ οἱ οἰκέται ἦσαν ἐπὶ τοῖς κεράμοις, ὥστε βουλομένων τῶν Θηβαίων πράσσειν καὶ ἀμύνεσθαι ἐν σκότει, οὐκ ἐλάττω ὑπὸ τῶν ἁμαξῶν βλάβην ἢ ὑπὸ τῶν προσκειμένων αὐτοῖς ἀνθρώπων γενέσθαι.3 οἱ μὲν γὰρ ἔφευγον ἄπειροι ὄντες ᾗ χρὴ σωθῆναι διὰ τὰς φράξεις τῶν ἁμαξῶν, οἱ δὲ ἐμπείρως διώκοντες ταχὺ πολλοὺς ἔφθειραν.
与此同时,妇女与家奴也在屋顶的瓦片上,因此当底比斯人企图在黑暗中采取行动并进行防卫时,他们因车辆阻隔所遭受的损害并不亚于攻击他们的敌人所造成的损害;因为他们由于车辆的封堵而不知该往何处逃生,只能盲目奔逃,而追击者熟悉地形,迅速歼灭了其中许多人。
Ἐξοιστέον δὲ καὶ τὰ ὑπεναντία τούτοις, ὡς μιᾶς μὲν οὔσης εὐρυχωρίας κίνδυνον εἶναι τοῖς ἐν τῇ πόλει, ἂν προκαταλαμβάνωσιν οἱ ἐπιβουλεύοντες· κοινοῦ γὰρ καὶ ἑνὸς ὄντος τόπου τοιούτου τῶν φθασάντων ἂν εἴη τὸ ἔργον. δύο δὲ ἢ τριῶν ὄντων τοιῶνδε τόπων, τάδε ἂν εἴη τὰ ἀγαθά·
然而,亦必须提出与上述相反的考虑,即:如果只有一处开阔地,一旦图谋作乱者预先将其占领,城内之人便会陷入危险;因为当这样一处地点只有独一且共用时,成功便属于抢先占领之人。但如果有两三处这样的地点,则会有如下好处:
εἰ μὲν ἕνα ἢ δύο καταλαμβάνοιεν τόπους, τὸν λοιπὸν ἂν τοῖς ἐναντίοις ὑπάρχειν· εἰ δὲ πάντας, χωρισθέντες ἂν καὶ μερισθέντες ἀσθενεστέρως διακέοιντο πρὸς τοὺς ὑπεναντίους ἀθρόους ὄντας, εἰ μὴ ἑκάστῳ μέρει ὑπερέχοιεν τῶν ἐν τῇ πόλει.4 ὡς δὲ αὕτως καὶ κατὰ τῶν ἄλλων πάντων θελημάτων χρὴ τὰ ἐνόντα ὑπεναντία τοῖς προγεγραμμένοις ὑπονοεῖν, ἵνα μὴ ἀπερισκέπτως τι ἕτερον αἱρῇ.
假若他们占领了一处或两处地点,剩余的地点仍可归反对派所用;而假若他们企图占领所有地点,他们便会分散割裂,相对于集结一体的反对派而言将处于劣势,除非他们在每一个分队上都胜过城内的人。同样,针对所有其他谋划,也必须考虑到与前文所述相反的情况,以免轻率地做出其他决断。
- 2.1Ἄριστον δὲ τὰς ἀχρείους οὔσας εὐρυχωρίας ἐν τῇ πόλει, ἵνα μὴ σωμάτων εἰς αὐτὰς δέῃ, τυφλοῦν ταφρεύοντα
Ἄριστον 后省略了无人称的 ἐστί,不定式 τυφλοῦν 作主语。分词 ταφρεύοντα 取阳性单数宾格,与不定式隐含的泛指主体相一致。
- 2.2φασὶν δὲ καὶ τοῖς ἐκ τῶν ἱερῶν χαλκοῖς τρίποσιν, ὄντων πολλῶν καὶ μεγάλων, χρησάμενοι
动词 φασίν 插入在主格分词 χρησάμενοι 之前,该分词修饰主句主语 Λακεδαιμόνιοι。短语 ὄντων πολλῶν καὶ μεγάλων 则作为插入性的独立属格充当附加说明。
- 2.6ὥστε βουλομένων τῶν Θηβαίων πράσσειν καὶ ἀμύνεσθαι ἐν σκότει, οὐκ ἐλάττω ὑπὸ τῶν ἁμαξῶν βλάβην ἢ ὑπὸ τῶν προσκειμένων αὐτοῖς ἀνθρώπων γενέσθαι
表示结果的 ὥστε 接不定式 γενέσθαι,两者之间插入了独立属格结构 βουλομένων τῶν Θηβαίων πράσσειν καὶ ἀμύνεσθαι ἐν σκότει。宾格短语 οὐκ ἐλάττω ... βλάβην 作不定式 γενέσθαι 的主语。
- 2.8εἰ μὴ ἑκάστῳ μέρει ὑπερέχοιεν τῶν ἐν τῇ πόλει
条件从句中的希求法 ὑπερέχοιεν 为前述带有潜势意味的归结句(χωρισθέντες ἂν ... ἀσθενεστέρως διακέοιντο)设定了例外与保留条件。与格 ἑκάστῳ μέρει 作限制/方面与格(“在各个组成部分上”)。
