- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:4.1-4.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者通过哈尔基斯因门闩被烧而遭夜袭陷落,以及庇西特拉图设伏击溃来袭的墨加拉人并假扮归航乘虚突袭墨加拉这两则战例,论证了部队调动与驻守必须预备昼夜暗号以资识别的重要性。
Εὐθύτατα δεῖ αὐτοῖς πεποιῆσθαι σύσσημα, ἀφʼ ὧν μὴ ἀγνοήσουσι τοὺς προσιόντας αὐτοῖς· ἤδη γὰρ τοιόνδε συνέβη. Χαλκὶς ἡ ἐν Εὐρίπῳ κατελήφθη ὑπὸ φυγάδος ὁρμωμένου ἐξ Ἐρετρίας, τῶν ἐν τῇ πόλει τινὸς τεχνασαμένου τοιόνδε.1
首先,必须为他们制定识别暗号,以便他们不会认不清前来之人;因为以往曾发生过如下事件:位于欧里普斯的哈尔基斯曾被一名来自埃雷特里亚的流亡者攻占,皆因城内某人策划了如下计谋。
κατὰ τὸ ἐρημότατον τῆς πόλεως καὶ πύλας οὐκ ἀνοιγομένας ἔχων ἔφερεν πυργάστρην, ἣν φυλάσσων τὰς ἡμέρας καὶ τὰς νύκτας ἔλαθεν νυκτὸς τὸν μοχλὸν διαπρήσας καὶ δεξάμενος ταύτῃ στρατιώτας.
在城中最荒僻之处、一座久未开启的城门前,他持有一件锻工火钳(或焙火器),日夜以此为掩护把守着它,夜间趁人不备将门闩烧穿,并由此接纳了敌方士兵。
ἀθροισθέντων δὲ ἐν τῇ ἀγορᾷ ὡς δισχιλίων ἀνδρῶν ἐσημάνθη τὸ πολεμικὸν σπουδῇ. πολλοὶ δὲ τῶν Χαλκιδέων δι’ ἄγνοιαν ἀπόλλυνται· οἱ γὰρ ἐκφοβηθέντες ἐτίθεντο φέροντες τὰ ὅπλα πρὸς τοὺς πολεμίους ὡς πρὸς φιλίους, αὐτὸς ἕκαστος δοκῶν ὕστερος παραγίγνεσθαι.
当大约两千人聚集在集市时,战斗号角仓促吹响。然而许多哈尔基斯人因不明真相而丧命;因为惊慌失措的他们手持武器奔向敌人,误以为是在投奔友军,人人都以为是自己赶来迟了。
οὕτως οὖν καθʼ ἕνα καὶ δύο οἱ πλεῖστοι ἀπώλλυντο, μέχρι χρόνῳ ὕστερον ἔγνωσαν τὸ συμβαῖνον, τῆς πόλεως ἤδη κατεχομένης.
于是多数人就这样一个、两个地被诛杀,直到很久之后全城已被占领,他们才醒悟发生了何事。
πολεμοῦντα οὖν χρὴ καὶ ἐγγὺς ὄντων τῶν πολεμίων, πρῶτον μὲν τὰ ἀποστελλόμενα ἐκ τῆς πόλεως κατὰ γῆν ἢ κατὰ θάλατταν ἐπί τινα πρᾶξιν πρὸς τοὺς ὑπομένοντας μετὰ συσσήμων ἀποστέλλεσθαι2 καὶ ἡμερινῶν καὶ νυκτερινῶν, ἵνα μὴ ἀγνοῶσι πολεμίων αὐτοῖς ἐπιφαινομένων, εἰ φίλιοι ἢ πολέμιοί εἰσιν· ἐπὶ δὲ πρᾶξιν πορευθέντων καὶ πέμπειν τινὰς γνωσομένους, ἵνα καὶ τὰ τοιαῦτα ὡς ἐκ πλείστου τῶν ἀπόντων οἱ ὑπομένοντες εἰδῶσιν· μέγα γὰρ ἂν φέροι πρὸς τὸ μέλλον ἐκ πλείονος παρασκευάζεσθαι.
因此,在作战且敌人逼近之际,首先,凡因执行某项任务由陆路或海路派离城市的队伍,都必须与留守者约定好昼间与夜间的暗号后再行派出,以免当有人出现在他们面前时,他们分辨不清是友是敌;队伍出发执行任务之后,还应派出侦察人员查明敌友动态,使留守者能尽可能在最远的距离获悉离城队伍的情由;因为能提前从更远之处为后事作好防备,将带来极大利益。
τοῖς δὲ μὴ οὕτω πράττουσιν ἃ συμβέβηκεν ἐμφανισθήσεται τινῶν ἤδη γενομένων, ἃ ἐπὶ παραδείγματος καὶ μαρτυρίου καθαροῦ παραλέγηται.
对于不这样做的人,其后果可以从既往发生之事中明白显现出来,这些事可作为清晰的例证和明证被引述。
Πεισιστράτῳ γὰρ Ἀθηναίων στρατηγοῦντι ἐξηγγέλθη ὅτι οἱ ἐκ Μεγάρων οἱ ἐπιχειροῖεν ἀφικόμενοι πλοίοις ἐπιθέσθαι νυκτὸς ταῖς τῶν Ἀθηναίων γυναιξὶν θεσμοφόρια ἀγούσαις ἐν Ἐλευσῖνι· ὁ δὲ Πεισίστρατος ἀκούσας προενήδρευσεν.
当庇西特拉图担任雅典人的将军时,有人向他告密称:墨加拉人正企图乘船前来,夜袭在厄琉息斯庆祝地母节的雅典妇女。庇西特拉图闻讯后预先设下了伏兵。
ἐπεὶ δὲ οἱ ἐκ τῶν Μεγάρων ὡς λεληθότες ἀπέβησαν καὶ ἀπὸ τῆς θαλάττης ἐγένοντο, ἐξαναστὰς ὁ Πεισίστρατος τῶν ἐνεδρευθέντων τε ἀνδρῶν ἐκράτησεν καὶ διέφθειρεν τοὺς πλείστους, καὶ τῶν πλοίων οἷς ἀφίκοντο ἐγκρατὴς ἐγένετο.
当墨加拉人自以为神不知鬼不觉地上岸并远离海岸时,庇西特拉图霍然而起,制服了落入圈套的敌军,消灭了其中的绝大部分,并缴获了他们乘来的船只。
ἔπειτα παραχρῆμα τοῖς ἑαυτοῦ στρατιώταις πληρώσας τὰ πλοῖα ἔλαβε τῶν γυναικῶν τὰς ἐπιτηδειοτάτας συμπλεῦσαι, καὶ κατήγετο εἰς τὰ Μέγαρα ὀψὲ ἀπωτέρω τῆς πόλεως.
随后,他立即用自己的士兵坐满这些船只,并带上妇女中最适宜者随船同行,在天色已晚时驶至距墨加拉城稍远处的海岸靠岸。
κατιδόντες οὖν τὰ πλοῖα προσπλέοντα ἀπήντων πολλοὶ τῶν Μεγαρέων, αἵ τε συναρχίαι καὶ οἱ ἄλλοι, θεώμενοι ὡς εἰκὸς αἰχμαλώτους ἀγομένας ὡς πλείστας καὶ μετʼ ἐγχειριδίων ἀποβάντες τοὺς μὲν καταβαλεῖν, ὅσους δὲ ἂν δύναιντο τῶν ἐπιφανεστάτων συναρπάζειν εἰς τὰ πλοῖα.3
墨加拉人见船只驶来,官员与平民多人纷纷前去迎接,理所当然地以为是去观看押解而来的大批战俘;此时雅典士兵身藏短剑登岸,击杀数人,并竭尽所能将最有声望者掠入船中。
καὶ οὕτως ἐπράχθη. δῆλον οὖν ὅτι μετὰ συσσήμων καὶ μὴ ἀγνοουμένων πρὸς ἀλλήλους, τὰς ἀθροίσεις καὶ τὰς πέμψεις δεῖ ποιεῖσθαι.
事情就这样办成了。由此可见,人马的集结与派出,都必须备有相互识别的暗号,而不可彼此不明虚实。
- 4.1τῶν ἐν τῇ πόλει τινὸς τεχνασαμένου τοιόνδε
以不定代词 τινός 为主语的属格绝对结构,用以说明城内内奸的配合与手段,解释了来自埃雷特里亚的流亡者得以破城的情境。
- 4.5πολεμοῦντα οὖν χρὴ καὶ ἐγγὺς ὄντων τῶν πολεμίων, πρῶτον μὲν τὰ ἀποστελλόμενα ... ἀποστέλλεσθαι
无人称动词 χρή 后接对格加不定式结构:阳性对格分词 πολεμοῦντα 表示泛指的主体(“作战者/指挥官”),中间插入属格绝对结构 ἐγγὺς ὄντων τῶν πολεμίων,随后以中性复数分词 τὰ ἀποστελλόμενα 作为被动不定式 ἀποστέλλεσθαι 的主语对格。
- 4.11καὶ μετʼ ἐγχειριδίων ἀποβάντες τοὺς μὲν καταβαλεῖν, ὅσους δὲ ἂν δύναιντο τῶν ἐπιφανεστάτων συναρπάζειν εἰς τὰ πλοῖα
破格句(句子断裂):句子主语由前文出迎的墨加拉人(ἀπήντων πολλοί... θεώμενοι)骤然转换为庇西特拉图麾下的雅典伏兵。主格分词 ἀποβάντες 指雅典士兵,不定式 καταβαλεῖν 与 συναρπάζειν 则表达其行动意图(隐含 ὥστε 或表示决意/命令的动词),或作为历史叙述性不定式使用。
