- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:28.1-28.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了城邦处于戒备状态时关闭大门、仅开侧门与推迟开门等防范措施,并援引皮托与伊菲阿得斯利用大车夺取或纵火焚烧城门的战术实例。
Προνοεῖσθαι δὲ καὶ τάδε1 ἐν φόβῳ οὔσης πόλεως. πύλας τὰς μὲν ἄλλας κεκλεῖσθαι, μίαν δὲ ἀνεῷχθαι ᾗ ἂν δυσπροσοδώτατον ᾖ τῆς πόλεως καὶ ἐπὶ πλεῖστον ἀπʼ αὐτῆς μέλλωσιν ὁρᾶσθαι οἱ προσιόντες, καὶ ἐν ταύτῃ ἐκτομάδα,2 ἵνα σώματα μὲν ἀνθρώπων κατὰ τὴν ἐκτομάδα πυλίδα ἐξίῃ καὶ εἰσίῃ καθʼ ἕνα· οὕτω γὰρ ἂν ἥκιστά τις λανθάνοι αὐτομολῶν ἢ κατάσκοπος εἰσιών, ἐάνπερ γε ᾖ ὁ πυλωρὸς νοηρός. πᾶσαν δὲ ἀνοίγεσθαι ὑποζυγίων ἕνεκεν καὶ ἁμαξῶν καὶ ἀγωγίμων ἐπισφαλές. καὶ ἐάν τι δέῃ εἰσενέγκασθαι σίτου ἢ ἐλαίου ἢ οἴνου ἐν τάχει ἢ τῶν ὁμοτρόπων τούτοις, ἁμάξαις ἢ σωμάτων πλήθει, ταῦτα δὲ χρὴ κατὰ τὰς ἐγγύτατα πύλας κομίζειν, καὶ οὕτως ἂν τάχιστα καὶ ῥᾷστα εἰσκομισθείη.
当城邦处于惊恐之中时,还必须预作如下防备。其余城门皆当紧闭,仅在一处通往该城最为险阻、且从该门能及于最远处望见来人之地敞开一门;且在此门上当开一小侧门,以便行人能通过这扇小侧门单人出入;因为唯有如此,只要门吏机警,潜逃者或潜入的间谍才最不易蒙混过关。 若为了驮畜、车辆和运载的物资而将大门全然敞开,则甚为凶险。若急需用车辆或众多人力运入谷物、清油、美酒或诸如此类的物资,则应当经由最近的城门运送,如此便能最快、最轻便地运入。
τὸ δʼ ὅλον μὴ ἀνοίγεσθαι πρωὶ πύλας ἀπροσκέπτως ἀλλʼ ὀψιαίτερον, ἔξω τε μηδένα ἀφίεσθαι πρὶν ἢ ἐξερευνῆσαι τὰ περὶ τὴν πόλιν· ἔτι τε μηδὲ πλοῖα κατὰ ταύτας ὁρμίζεσθαι ἀλλʼ ἀπωτέρω, ὡς ἤδη γε καὶ ἡμέρας πολλαὶ πράξεις ἀνοιχθεισῶν ἀμφοτέρων πυλῶν γεγόνασιν ἐπὶ τεχνασμάτων καὶ προφάσεων τοιῶνδε· γνωσθήσεται δὲ ἐφʼ ἑνὸς ἔργου πολλὰ παραπλησίως τούτῳ πραχθέντα.
总而言之,清晨切不可贸然开启城门,而应稍迟开启,且在搜查城周一带之前不得放任何人出城;此外,舟船亦不得泊于这些城门附近,而当泊于较远处,因为即便在白昼,假借此类诡计与借口而在双扇大门敞开之际发生的偷袭亦已屡见不鲜;从一事即可知晓依此类推所行的诸多事例。
Πύθων μὲν ὁ Κλαζομένιος, καὶ τῶν ἐν τῇ πόλει τινῶν συνεθελόντων, τηρήσας τελέως τὸ ἡσυχαίτατον τῆς ἡμέρας, ἁμάξαις ἐκ παρασκευῆς πίθους εἰσαγούσαις κατέλαβε Κλαζομενάς· μενουσῶν ἐν ταῖς πύλαις τῶν ἁμαξῶν, καθʼ ἅς,3 ξένων προϋπαρχόντων κρυφαίως οὐ πόρρω τῆς πόλεως, τοὺς μὲν τῶν πολιτῶν λαθόντες, τοὺς δὲ φθάσαντες, τινὰς δὲ τῶν ἔσω συνεργοὺς ἔχοντες κατέσχον τὴν πόλιν.
克拉佐墨奈的皮托,因城内亦有部分人与之通谋,遂仔细窥探白昼中最为宁静的时段,假借预先备好的车辆运载大瓮入城而夺取了克拉佐墨奈;当车辆停滞在城门之内时,借其遮蔽——此前已有雇佣兵暗中埋伏于离城不远处——他们瞒过部分市民,抢在另一部分人之前,并以城内某些人为内应,从而占领了该城。
Ἰφιάδης τε Ἀβυδηνὸς κατὰ Ἑλλήσποντον καταλαμβάνων Πάριον ἄλλα τε περὶ τὴν ἀνάβασιν νυκτὸς ἐπὶ τοῦ τείχους λάθρᾳ παρεσκευάσατο καὶ ἁμάξας πληρώσας φρυγάνων καὶ βάτων παρέπεμψεν πρὸς τὸ τεῖχος, ἤδη τῶν πυλῶν κεκλεισμένων, ὡς τῶν Παριανῶν οὔσας τὰς ἁμάξας,4 αἵτινες ἐλθοῦσαι πρὸς τὰς πύλας ηὐλίζοντο, ὡς φοβούμεναι πολεμίους.
阿比多斯的伊菲阿得斯在夺取赫勒斯滂畔的帕里翁时,不仅暗中作了夜间攀登城墙的诸般准备,而且在城门紧闭之后,将装满柴荆与荆棘的车辆派往城墙边,伪称这些车辆属于帕里翁人;这些车辆行抵城门处,便宛如畏惧敌军一般就地露宿。
ἃς ἔδει ἐν καιρῷ τινι ὑφαφθῆναι, ἵνα αἱ πύλαι ἐμπρησθῶσι καὶ πρὸς τὸ σβεννύειν τῶν Παριανῶν ὁρμησάντων αὐτὸς κατὰ ἄλλον τόπον εἰσέλθῃ. Δοκεῖ δέ μοι συναγαγόντι δηλωτέον5 τίνα δεῖ φυλάσσεσθαι καὶ ἐν οἷς καιροῖς ἕκαστα, ἵνα τις μηδὲν εὐήθως ἀποδέχηται.
此举意在待适当时机从下方纵火,以便焚烧城门,待帕里翁人争相奔去灭火之际,他自己则可从另一处攻入。 依我之见,应当将所需防范之事以及各自适用的时机加以归纳并予以阐明,以免有人懵懂轻信。
- 28.1Προνοεῖσθαι δὲ καὶ τάδε
不定式 προνοεῖσθαι 用作祈使/命令语气,表示指令或义务;其后的一系列“宾格加不定式”结构(如 πύλας ... κεκλεῖσθαι 等)作 τάδε 的同位语,具体展开防范措施。
- 28.2καὶ ἐν ταύτῃ ἐκτομάδα
宾格名词 ἐκτομάδα(“切开的小门、小侧门”)之后承前省略了 εἶναι 或 ἔχειν 等不定式,延续前文指示性的“宾格加不定式”句式。
- 28.5καθʼ ἅς
关系词短语 καθʼ ἅς 指代前面的 τῶν ἁμαξῶν(大车),意为“凭借其遮蔽/借此契机”;另一可能为指代 πύλαις(城门)而意为“经由该门”,但结合利用阻滞在门内的车辆为掩护夺城的战术语境,前者更为切合。
- 28.6ὡς τῶν Παριανῶν οὔσας τὰς ἁμάξας
由 ὡς 引导的独立宾格结构(其中 τὰς ἁμάξας 复指前文的宾语 ἁμάξας),表示假托的外表或借口(“伪称大车属于帕里翁人”)。
- 28.7Δοκεῖ δέ μοι συναγαγόντι δηλωτέον
非人称动词 δοκεῖ 与动词性形容词 δηλωτέον(省略 εἶναι)构成的复合句式;与格 μοι συναγαγόντι 充当行为者与格并附带分词(“依我之见,在归纳之后应当阐明”)。
