← 战术家埃涅阿斯

围城御敌策

§29.1-29.12

货物藏匿武器与入城搜查防范

作者列举了将武器与叛军首领藏匿于货物及器皿中偷运入城以袭占城邦的战例,以及运入柳条暗中赶造军械的企图,告诫必须严格搜查海陆运入的一切货物。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

Περὶ δὲ τῶν εἰσκομιζομένων εἰς τὴν πόλιν ἀγγείων τε καὶ φορημάτων, ἐν οἷς ἄν τι κρυφαῖον ἐνείη, οἷς ἤδη πόλις καὶ ἡ ἀκρόπολις κατελήφθη, νῦν δηλωθήσεται. ἅπερ εὐλαβεῖσθαι δεῖ καὶ μὴ ἀφροντίστως αὐτῶν ἔχειν, καὶ μάλιστα τὸν πυλωρὸν ἔν τισι καιροῖς, ὅταν ἔξωθέν τι ἢ ἔσωθεν φοβερὸν ᾖ. ἔστιν δέ οἱ προσεκτέον εἰσκομιζομένοις.1 ἐξοίσω δὲ καὶ παραδείγματος ἕνεκεν ἐπὶ πράξει γεγενημένα.

关于运入城内的器皿与包裹——其中可能藏有隐秘之物,过去城邦及卫城曾借此类物品而被攻占——如今将予以阐明。人们必须对此防范,不可疏忽大意,尤以门吏在特定时机为然,即每当外有强敌或内有异动之时。他必须对运入之物保持警惕。我亦将援引实际发生的事件作为范例予以揭示。

§29.3

κατελήφθη γὰρ πόλις, ἔσωθέν τινων συνθελόντων, ἐν ἑορτῇ πανδήμῳ τρόπῳ τοιῷδε.

曾有一座城邦,因城内某些人与之通谋,在一场全城性的盛大节日中通过如下方式被攻占。

§29.4

πρῶτον μὲν τοῖς προενδημήσασι ξένοις ἐπὶ τὸ μέλλον καὶ πολιτῶν τοῖς ἀνόπλοις τε καὶ συνεργοῖς ἐσομένοις εἰσεκομίσθησαν θώρακες λίνεοι καὶ στολίδια καὶ περικεφαλαῖα ὅπλα κνημίδες μάχαιραι τόξα τοξεύματα ἐν κιβωτοῖς ὡς φορταγωγοῖς κατεσκευασμένα, ὡς ἱματίων ἐνόντων καὶ ἄλλων ἀγωγίμων·

首先,为了那些预先寄居以备后用的外国雇佣兵,以及那些手无寸铁且将充当内应的市民,亚麻胸甲、外衣、头盔、铠甲、胫甲、短剑、弓箭皆被装入看似用于运载寻常货物的箱笼中运入城内,伪称内装衣物及其他商品。

§29.5

ἅπερ οἱ ἐλλιμενισταὶ ἀνοίξαντες καὶ ἰδόντες ὡς ἱμάτια μόνον κατεσημήναντο, μέχρι τιμήσονται οἱ εἰσαγαγόντες.

港口税吏开箱检验,见其中仅似衣物,便贴上封条,直至输入货物的商人申报货价为止。

§29.6

καὶ ταῦτα μὲν ἐτέθη ἐγγὺς τῆς ἀγορᾶς, ὅπου ἔδει· ἐν δὲ ταρσοῖς καὶ ῥίποις καὶ ἱστίοις ἡμιυφάντοις δοράτια καὶ ἀκόντια ἐνειλημένα εἰσηνέχθη, καὶ ἐτέθη ὅπου ἕκαστα συνέφερεν ἀνυπόπτως· ἐν δʼ ἄγγεσιν ἀχύρων καὶ ἐρίων πέλται καὶ μικρὰ ἀσπίδια ἐν τοῖς ἐρίοις καὶ ἀχύροις κεκρυμμένα, καὶ ἄλλα εὐογκότερα ἐν σαργάναις ἀσταφίδος καὶ σύκων πλήρεσιν, ἐγχειρίδια δὲ ἐν ἀμφορεῦσι πυρῶν καὶ ἰσχάδων καὶ ἐλαιῶν.

这些箱笼被放置于广场附近预定的适宜地点。而在苇簦、席子以及半织就的帆布中,长矛与投枪被包裹其中运入,并毫不惹人起疑地放置在各自便利的地方;在装有谷糠与羊毛的器具中,轻盾与小圆盾被隐匿于羊毛和谷糠之间;其他体积更小巧的兵刃则藏入盛满葡萄干与无花果的篮筐中,短剑则藏于盛有小麦、干无花果与橄榄的双耳细颈瓶中。

§29.7

εἰσηνέχθη δὲ ἐγχειρίδια καὶ ἐν σικυοῖς πέποσι γυμνά, ἀπεωσμένα κατὰ τοὺς πυθμένας εἰς τὸ σπέρμα τῶν σικυῶν. ὁ δʼ ἐπιβουλεύων τε καὶ ἡγεμὼν ἔξωθεν εἰσηνέχθη ἐν φρυγάνων φορήματι.

短剑亦有赤裸着藏入熟透的瓜果内运入的,乃是从瓜底推入瓜籽之中。而身为策划者兼首领之人,则藏在柴草包内从城外运入。

§29.8

νυκτὸς δὲ γενομένης καὶ ἀθροισθέντων τῶν ἐπιθησομένων, ἕκαστος ὃν ἔδει τηρήσαντες καιρόν,2 ἐν ᾧ μάλιστα οἰνωμένοι ἦσαν οἱ ἄλλοι κατὰ τὴν πόλιν οἷα δὴ ἐν ἑορτῇ, πρῶτον μὲν τὸ φόρημα ἐλύθη, καὶ ἐξ αὐτοῦ ὁ ἡγεμὼν ἕτοιμος ἦν· ἔπειτα ἄλλοι μὲν αὐτῶν τοὺς ταρσοὺς ἐξείλισσον πρὸς τὰς λήψεις τῶν δοράτων καὶ ἀκοντίων, ἕτεροι δὲ τὰ ἄγγη τῶν ἀχύρων καὶ ἐρίων ἐξεκένουν, οἱ δὲ τὰς σαργάνας ἀνέτεμνον, ἄλλοι δὲ τὰς κιβωτοὺς ἀνοίγοντες τὰ ὅπλα ἐξῄρουν, οἱ δὲ τοὺς ἀμφορέας συνέτριβον, ἵνα ταχεῖα ἡ λῆψις τῶν ἐγχειριδίων γένοιτο.

入夜之后,袭击者集结完毕,众人在全城其余市民因过节而酩酊大醉之际,各自守候着适宜的时机。首先解开柴草包,首领从中走出并准备停当;接着,他们中一部分人解开苇簦以取用长矛与投枪,另一部分人倒空谷糠与羊毛器具,有人切开篮筐,有人开启箱笼取出武备,还有人砸碎双耳细颈瓶以便迅速拿到短剑。

§29.9

ἅμα δὲ ταῦτα καὶ οὐ πόρρω ὄντα ἀλλήλων ἐπορσύνετο ἀπὸ σημείου τοῦ ἐν τῇ πόλει καὶ ὡς φάλαγξι γενομένου.

这些行动相距不远,皆根据城内发出的信号,如方阵部队般齐头并进地筹备实施。

§29.10

ὁπλισθέντες δʼ ἕκαστοι τοῖς προσήκουσιν ὅπλοις οἱ μέν τινες αὐτῶν ἐπὶ πύργους ὥρμησαν καταλαβεῖν καὶ πύλας, καθʼ ἃς καὶ τοὺς ἄλλους προσεδέχοντο, οἱ δὲ ἐπὶ τὰ ἀρχεῖα καὶ τὰς ἐναντίας οἰκίας, οἱ δέ, ἄλλοι ἄλλων τόπων εἴχοντο.

各人以合用的武器武装完毕后,他们中一部分人奔去占领城楼与城门,由此接应外部同伙;另一部分人直扑官署与敌对者的宅邸;其余人则各自占据不同地点。

§29.11

Εἰς δὲ ὁμοίας πράξεις τῶν εἰρημένων δεόμενοί τινες ἀσπίδων ἐπεὶ οὐδενὶ ἄλλῳ τρόπῳ ἐδύναντο ἑτοιμάσασθαι οὐδὲ εἰσαγαγέσθαι, πλῆθος οἰσυῶν καὶ ἐργάτας ἅμα τούτων εἰσηγάγοντο.

在与上述类似的行动中,某些需要盾牌的人因无法通过其他途径筹措或运入,便运入了大量柳条以及编制柳条的匠人。

§29.12

καὶ ἐν μὲν τῷ φανερῷ ἄλλα ἀγγεῖα ἔπλεκον, ἐν δὲ ταῖς νυξὶν ὅπλα, περικεφαλαίας καὶ ἀσπίδας, ἔπλεκον, αἷς ὄχανα περιετίθεσαν σκύτινα καὶ ξύλινα. ἀλλὰ μὴν οὐδὲ τῶν κατὰ θάλατταν προσορμιζομένων πλοίων νυκτὸς καὶ ἡμέρας οὔτε μεγάλων οὔτε μικρῶν ἀδιασκέπτως ἔχειν, ἀλλὰ ἐμβαίνοντας τοὺς λιμενοφύλακάς τε καὶ ἀποστολέας ἰδεῖν αὐτοὺς τὰ ἀγώγιμα,3 ἐνθυμουμένους ὅτι καὶ Σικυώνιοι ἀμελήσαντες τῶν τοιούτων μεγάλα ἐσφάλησαν.

他们公开编织寻常器皿,而在夜间则编织兵器——头盔与盾牌,并为其装配上皮革与木制的握手把柄。再者,对于经海路靠港停泊的舟船,不论昼夜,亦不论巨细,绝不可疏忽大意;港口卫士与船务官应当登船亲自巡视所载货物,切记西库昂人正是由于对此类事项疏忽大意而遭受了惨重挫败。

语法注3 条
  1. 29.2ἔστιν δέ οἱ προσεκτέον εἰσκομιζομένοις

    无人称动词性形容词句式(ἔστιν ... προσεκτέον)。单数与格代词 οἱ 承接前文的 τὸν πυλωρόν,表示动作的主体。中性复数与格分词 εἰσκομιζομένοις 用作 προσεκτέον 所支配的间接宾语(意为“他必须对运入之物多加留意”)。

  2. 29.8ἕκαστος ὃν ἔδει τηρήσαντες καιρόν

    意合结构(constructio ad sensum):单数主格代词 ἕκαστος 与复数主格分词 τηρήσαντες 搭配。此处承接前文属格独立结构中的复数主语 τῶν ἐπιθησομένων,兼指各个个体的分散行动与整体集团的协同。

  3. 29.12ἀλλὰ μὴν οὐδὲ τῶν κατὰ θάλατταν προσορμιζομένων πλοίων ... ἀδιασκέπτως ἔχειν, ἀλλὰ ... ἰδεῖν αὐτοὺς τὰ ἀγώγιμα

    不定式 ἔχειν 与 ἰδεῖν 承接了上文表示义务或应当的情态(省略了 δεῖ),亦或作为祈使性不定式使用。宾格 αὐτούς 作为不定式 ἰδεῖν 的逻辑主语起强调作用,意指港口卫士与船务官必须“亲自”检查货物。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:29.1-29.12