- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:27.1-27.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了平息军营与城邦中虚惊与恐慌的策略(信号、高歌、严明纪律及计谋)、向敌营制造恐慌的方法,以及破晓后换哨的规程。
Τοὺς δὲ περὶ πόλιν ἢ στρατόπεδα ἐξαίφνης θορύβους καὶ φόβους γενομένους1 νυκτὸς ἢ μεθʼ ἡμέραν, ἅπερ ὑπό τινων καλεῖται πάνεια (ἔστιν δὲ τὸ ὄνομα Πελοποννήσιον καὶ μάλιστα Ἀρκαδικόν), πρὸς ταῦτʼ οὖν τινες κελεύουσι, καταπαύειν θέλοντες αὐτά, προσυγκεῖσθαι τοῖς ἐν τῇ πόλει σημεῖα, ἃ ἰδόντες γνώσονται· γνώσονται δὲ ὅτι ἔστιν πάνειον ὧδε· αἰσθήσονται διὰ πυρός τι προσυγκείμενον ἐπὶ χώρου εὐκατόπτου πᾶσιν εἰς δύναμιν τοῖς ἐν τῇ πόλει.
至于在城邦或军营周围、于夜间或白昼突然发生的骚乱和恐慌,即某些人称之为“潘神之恐慌”者(此名称来自伯罗奔尼撒,尤指阿卡迪亚)——针对这些情况,有人为了平息它们,建议与城内居民预先约定信号,人们一见便能知晓;而他们按如下方式得知是虚惊:他们将通过预先约定的火光信号获悉此事,该信号设于城内居民尽可能便于看清之处。
ἄριστον δὲ προπαρηγγέλθαι, καθʼ οὓς ἂν τῶν στρατιωτῶν γένηται φόβος, κατὰ χώραν τε ἠρεμεῖν καὶ ἀναβοᾶν παιᾶνα, ἢ λέγειν ὅτι εἴη πάνειον καὶ τὸν ἀκούοντα ἀεὶ τῷ πλησίον παραγγέλλειν.
最好的办法是预先发布命令:哪一部分士兵中发生了恐慌,他们就应当留在原地保持镇静,并齐声高唱胜利颂歌,或者高呼是虚惊,听见的人则不断向身旁的人传话。
καθʼ οὓς ἂν τοῦ στρατεύματος μὴ ἀντιπαιανίζωσιν, εἰδέναι κατὰ τούτους τὸν φόβον ὄντα. ἐὰν δέ τι ὁ στρατηγὸς φοβερὸν αἴσθηται, τῇ σάλπιγγι σημαίνειν· τοῦτο δʼ ἔστω γνωστὸν ὅτι εἴη τὸ πολέμιον. μάχης δὲ γενομένης καὶ νικηθέντων ὡς τὰ πολλὰ γίγνονται φόβοι, ἐνίοτε μὲν καὶ ἡμέρας, καὶ νυκτὸς δὲ καὶ πάνυ.
军队中凡是没有齐唱颂歌以作呼应的部位,人们就会知道恐慌发生在他们那里。但如果将领察觉到真正可怕的危险,则应当吹响军号;并以此作为已知信号,表明敌军来犯。因为在发生战斗且败北之后,往往会产生恐慌,有时甚至在白天,而在夜间则尤甚。
ὡς δὲ οὖν ἧσσόν τι τοιοῦτον γενέσθαι, χρὴ εἰς τὴν νύκτα παρηγγέλθαι τοῖς στρατιώταις πᾶσι κατὰ τὰ ὅπλα εἶναι ὡς μάλιστα, ὡς ἐσόμενόν τι περὶ αὐτούς.
为了尽量减少此类事情的发生,应当在入夜前向所有士兵传达命令,让他们尽可能紧守武器,宛如周围即将有变故发生一般。
προειδότας οὖν εἰκός ἐστιν, ἐάν τι γίγνηται, μὴ ἀπροσδοκήτους προσπεσεῖν, μηδὲ ὑπὸ φόβων ἐξαπιναίων ταράσσεσθαι καὶ ἀπόλλυσθαι.
由于早有防备,若真发生变故,他们自然不至于陷入意外的慌乱,也不会因突如其来的恐惧而阵脚大乱以致灭亡。
Εὐφράτας δέ, ὁ Λακώνων ἁρμοστὴς ἐπὶ Θρᾴκης, ἐπεὶ αὐτῷ πυκνὰ ἐγίγνοντο ἐν τῷ στρατεύματι τὰς νύκτας φόβοι, καὶ οὐκ ἠδύναντο ἄλλῳ τρόπῳ παῦσαι, τοιόνδε παρήγγειλεν εἰς νύκτα. ὅταν τις θόρυβος γίγνηται, ἀνακαθίζειν αὐτοὺς εὐθὺς πρὸς τὰ ὅπλα ἐν τῇ εὐνῇ, ἀνίστασθαι δὲ μηδένα ὀρθόν· ἂν δέ τις ἴδῃ τινὰ ὀρθόν, παρήγγειλεν ἐν πᾶσιν, ὥσπερ πολεμίῳ τῷ ἐπαναστάντι χρῆσθαι.
色雷斯的斯巴达总督尤夫拉塔斯,因军中夜间频繁发生恐慌,且无法以其他方式加以平息,遂针对夜间颁布了如下命令: 每当发生骚乱时,他们应当立刻在床榻上坐起并紧靠武器,但任何人不得直立起身;他当众下令,如果有人看见某人站立起来,就当把这站起来的人视作敌人处置。
διὰ γὰρ τὸν φόβον τοῦ παραγγελθέντος οὐδένα ᾤετο ἀμνημονήσειν. πρὸς δὲ τούτοις, ὅπως ἀληθῶς τὸ παράγγελμα μετὰ φόβου ᾖ, γενομένου τινὸς θορύβου ἐπλήγη τις τῶν σπουδαιοτέρων ἀνδρῶν οὐχὶ θανατηφόρον, τῶν δὲ φαύλων τινὰ ὥστε καὶ ἀποθανεῖν.2
因为他认为,出于对这一命令的畏惧,没有人会忘却。除此以外,为了让这一命令切实伴随着畏惧,在一次骚乱发生时,一位显贵之人被打伤(但并非致命),而一个卑贱之人则被打至身亡。
συμβάντος δὲ τούτου ὑπήκουσάν τε οἱ ἄνθρωποι καὶ εὐλαβούμενοι ἐπαύσαντο τῶν τε θορύβων καὶ τοῦ περιδεῶς ἐξανίστασθαι ἐκ τῶν κοιτῶν.
此事发生后,众人皆凛遵命令,因戒慎恐惧而停止了骚乱,也不再惊恐地从床上跃起。
ἐπαύθη δὲ καὶ τοιῷδε τρόπῳ. στρατοπέδῳ θορυβουμένῳ νυκτὸς κηρύξας σιγὴν ὁ κήρυξ ἀνήγγειλεν τὸν μηνύσαντα τὸν ἀφέντα τὸν ἵππον δι’ ὃν ἦν τὸ θορυβηθῆναι δῶρον ἀργυρίου λήψεσθαι.
恐慌亦曾通过如下方式被平息:当军营在夜间陷入混乱时,传令官宣告肃静,并宣布凡告发松开惹起骚乱之马匹者,将获得一笔赏银。
χρὴ δ̓, ἄν τι τοιοῦτον ἐν ταῖς νυξὶ πάσχῃ στράτευμα, καθʼ ἑκάστην φυλακὴν καθεστάναι ἑκάστου λόχου ἢ τάξεως ἐπὶ τοῖς κέρασι καὶ τοῖς μέσοις ἄνδρας οἳ προσέξουσιν ὅπως ἐάν τινα αἰσθάνωνται ἐκ τοῦ ὕπνου ἢ ἄλλως ἐρχόμενον θόρυβον, εὐθὺ ὁ παρὼν καθέξει καὶ κωλύσει αὐτίκα.
如果军队在夜间遭遇此类情形,应当在每个更次中,在各连队或各阵列的两翼和中央派驻人员,他们将留心注意,一旦察觉到因睡梦或别的原因引起的骚乱,身在当场者便能立即将其控制并当场制止。
τοῦ δὲ ἄλλου πλήθους ἀπὸ συσσιτίου ἑκάστου ἄνδρα παραφυλάσσειν, ὅπως, ἐάν τις φόβος γένηται, οὗτοι δὴ εἰδότες τοὺς ματαίους φόβους καταπαύσωσι τοὺς παρʼ αὑτῷ ἕκαστος.
而在其余众人之中,各伙食组应留一人警戒,以便在发生恐慌时,这些人既然清楚这是虚惊,便能各自平息身边之人的恐慌。
Αὐτὸν δὲ θορυβεῖν3 νυκτὸς τὸ τῶν ἐναντίων στράτευμα δαμάλεις τὰς ἀγελαίας μετὰ κωδώνων ἀφιέντα εἰς τὸ στρατόπεδον καὶ ἄλλα ὑποζύγια, οἶνον ποτίσαντα.
若欲在夜间扰乱敌方军营,可给成群的母牛及其他驮畜系上铃铛并灌下葡萄酒,然后将其放逐入敌军营地。
Γενομένης δὲ ἡμέρας χρὴ τοὺς φύλακας μὴ εὐθὺ ἀφιέναι ἐκ τῶν φυλακείων πρὶν ἢ τὰ ἔξω προερευνηθέντα ἐμφανισθῇ καὶ καθαρὰ εἶναι πολεμίων· καὶ οὕτω ἀπιέναι τοὺς ἀπὸ τῶν φυλακῶν μὴ ἅμα πάντας ἀλλὰ κατὰ μέρη, ὅπως ἀεί τινες ἐπὶ τοῖς φυλακείοις διατελῶσιν.
天明之后,守卫不应立即撤离哨所,须待城外经过先行搜索、查明并确认没有敌人之后方可;且换岗下哨者不可全员同时撤离,而应分批离开,以便哨所始终有人驻守。
- 27.1Τοὺς δὲ περὶ πόλιν ἢ στρατόπεδα ἐξαίφνης θορύβους καὶ φόβους γενομένους
置于句首作为论题呈现的宾格短语(悬空宾格或预取)。它并不充当后续动词的直接宾语,而是在后句中由指示短语 πρὸς ταῦτʼ(“针对这些”)重新接引。
- 27.9τῶν δὲ φαύλων τινὰ ὥστε καὶ ἀποθανεῖν
破格句(语法不合):前句以被动动词 ἐπλήγη 搭配主格主语 τις τῶν σπουδαιοτέρων,此处却使用了宾格 τινά。此处或是承前补充一个主动语态动词(如 ἔπληξαν,“众人击打”),或是将此宾格视作被动句中不规则的并列成分。
- 27.14Αὐτὸν δὲ θορυβεῖν
带不定词的宾格结构(主语宾格 αὐτόν 搭配不定词 θορυβεῖν)。既可承前补充上文的 χρή(“应当”),亦可视为充当祈使意的不定词。此处话题由自身的平息恐慌转入主动扰乱敌营的策略。
