← 战术家埃涅阿斯

围城御敌策

§26.1-26.14

危急时刻的巡逻规程与哨兵点名法

本节阐述了危急或士气低落时的巡逻组织方法,包括骑兵的使用、城墙内外的警戒、将领的随机巡查,以及城防官无法亲自巡视时用提灯核验哨兵出勤的联络法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§26.1

Περιοδεύειν μὲν ἐν τοῖς κινδύνοις πρῶτον τῶν ἐν τῇ ἀγορᾷ ἠθροισμένων λόχων δύο1 ὑπὸ τὸ τεῖχος ἐναλλὰξ ἀλλήλοις, διεσκευασμένους τοῖς ὑπάρχουσιν ὅπλοις καὶ παρασυνθήμασιν, ὡς ἀκριβῶς ἐκ πλείονος διαγνῶναι ἑαυτούς.

在危急时刻,首先应由聚集在广场上的连队中抽出两队,彼此轮换沿城墙下巡逻,佩戴现有的武器和副口号,以便在较远处就能准确地互相辨认。

§26.2

τοὺς δὲ τὴν πρώτην φυλακὴν περιοδεύοντας ἀδείπνους χρὴ περιοδεύειν· τυγχάνουσι γὰρ οἱ τὴν πρώτην προφυλάσσοντες ἀπὸ δείπνου ὄντες ῥᾳθυμοτέρως τε καὶ ἀκολαστοτέρως διακείμενοι.

巡视第一岗更次的人必须空腹巡视;因为担任第一道前哨的人刚吃过晚餐,往往处于较为松懈散漫的状态。

§26.3

περιοδεύειν δὲ ἄνευ λαμπτῆρος, ἂν μὴ λίαν χειμὼν ᾖ καὶ σκότος· εἰ δὲ μή, οὕτω ὁ λαμπτὴρ φεγγέτω, εἰς ὕψος μὲν μηδέν (κεκαλύφθω γάρ τινι), ἐπὶ δὲ τὴν γῆν καὶ τὰ πρὸ τῶν ποδῶν μόνον φεγγέτω.

巡视应当不带提灯,除非天气极为恶劣且黑暗;若非如此,提灯发光的方式应当是绝不向上照(因其应被某物遮盖),而仅照射地面和脚前。

§26.4

ἐν ἱπποτροφούσῃ δὲ πόλει καὶ ἐν ἱππασίμῳ χειμῶνος ἱππεῦσι περιοδεύειν· ἐν γὰρ τοῖς ψύχεσιν καὶ πηλοῖς καὶ μήκεσι τῶν νυκτῶν θᾶσσον ἀνύοιτʼ ἂν ἡ περιοδεία.

在蓄养马匹且冬季适宜骑行的城邦中,当由骑兵巡逻;因为在严寒、泥泞和漫长的冬夜中,巡逻可以更快完成。

§26.5

ἐὰν δὲ ἅμα τούτοις καὶ ἐπὶ τοῦ τείχους περιοδεύωσιν, ὥστε τινὰς μὲν τὰ ἔξω τοῦ τείχους ἐπισκοπεῖσθαι, τινὰς δὲ τὰ ἔσω·

如果与这些人同时亦在城墙上巡逻,则应使一部分人监视城墙外侧,一部分人监视内侧。

§26.6

ἔχειν δὲ καὶ περιοδεύοντας λίθους ἐν ταῖς σκοτειναῖς νυξὶ καὶ βάλλειν ἄλλην καὶ ἄλλην εἰς τὸ ἔξω μέρος τοῦ τείχους. οἱ δὲ οὐκ ἐπαινοῦσι τοῦτο διὰ τὰ προγεγραμμένα.

巡逻者在漆黑之夜还应携带有石块,向城墙外侧各处掷去。但有些人因前文所述的理由并不赞成此举。

§26.7

ἐν ὑποψίᾳ ὄντων ἀλλήλοις χρὴ δὲ τὰς περιοδείας εἶναι κάτω τοῦ τείχους,2 καὶ μὴ ἀναβαίνειν τοὺς περιόδους πλὴν τῶν φυλάκων. Καὶ ἐὰν στράτευμα κεκακοπαθήκῃ μάχῃ λειφθέν, ἢ διὰ τὸ πλῆθος ἀποβαλεῖν νεκρῶν ἢ τραυματιῶν, ἢ συμμάχων ἀποστάσει ἢ δι’ ἄλλο τι σύμπτωμα ἀθυμῇ καὶ τεταπεινωμένον ᾖ, ἐπικίνδυνά τε ᾖ πολεμίων ἐγγὺς ὄντων, χρὴ τὰ προγεγραμμένα κατὰ τὰς φυλακὰς πράσσειν.

当彼此互怀猜忌时,巡视应当在城墙之下进行,除守卫外,巡视人员不得登上城墙。 如果军队在战斗中受挫而遭受重创,或因死伤惨重、盟友背叛或遭遇其他意外而士气低落、意志消沉,且敌军临近形势危急,则必须按照前文所述关于戒备的各项规定行事。

§26.8

καὶ τὰς περιόδους ἐν τοῖς τοιούτοις καιροῖς πυκνάς τε χρὴ περιοδεύειν καὶ οὐ δεῖ προθυμεῖσθαι ἐν ταῖς περιοδείαις εὑρίσκειν τινὰς τῶν προφυλασσόντων ἀμελεστέρως διακειμένους διὰ ὕπνον ἢ κάματον· οὐ γὰρ συμφέρει οὕτω διακείμενον τὸ στράτευμα ἔτι ἀθυμότερον καθιστάναι (εἰκὸς δὲ ὅταν εὑρεθῇ αἰσχρόν τι ποιῶν ἀθυμεῖν), ἀλλὰ μᾶλλον πρὸς θεραπείαν τε καὶ ἀνάληψιν αὑτῶν τραπέσθαι.

在这样的时刻,巡逻必须频繁进行,但不应热衷于在巡逻中抓出前哨守兵中因睡眠或疲劳而玩忽职守者;因为使处于这种状态的军队更加沮丧是毫无益处的(人在被发现做出可耻之举时自然会丧气),反而应当着力于抚慰和恢复他们的士气。

§26.9

καὶ περιόδους ἐν τοῖς τοιούτοις καιροῖς ἐκ πλείονος χωρίου καταδήλους εἶναι προσιόντας τοῖς φύλαξι φωνοῦντάς τι πόρρωθεν, ὅπως ἀνεγερθῇ ἐὰν καθεύδῃ ὁ προφύλαξ καὶ παρασκευάσηται ἀποκρίνεσθαι τὸ ἐρωτώμενον.

在这样的时刻,巡查者走近守卫时,应当在较远处便显露行迹,从远处呼喊,以便前哨若在熟睡可以被唤醒,并准备好回答盘问。

§26.10

ἄριστον δὲ αὐτὸν τὸν στρατηγὸν ἐν τοῖς τοιούτοις καιροῖς ἐπιμελῶς ἑκάστην περιοδεύειν μετὰ τῶν αὐτῶν ἀπολέκτων ἀνδρῶν. ὑπεναντίως δὲ τούτοις διακειμένου στρατεύματος ἐπισπερχεστέρως τοὺς φύλακας ἐξετάζειν.

在这样的时刻,最好由将领本人率领同样精选的士兵,认真巡视每一个更次。但在军队状况相反时,则应更加严格地检阅守卫。

§26.11

ἐφοδεύειν τε τὸν στρατηγὸν μηδέποτε τὴν αὐτὴν ὥραν ἀλλʼ ἀεὶ διαλλάσσοντα, ἵνα μὴ προειδότες σαφῶς ἐκ πολλοῦ χρόνου τὴν ἄφιξιν τοῦ στρατηγοῦ οἱ στρατιῶται ταύτην μάλιστα τὴν ὥραν φυλάσσωσιν.

将领绝不可在同一时刻巡视,而应时刻变换时间,以免士兵们早早确切得知将领的到来,而只专在那个时刻保持警惕。

§26.12

Ἀποδέχονται δὲ τινες καὶ τόδε ἐπαγγελλομένων τινῶν καὶ κελευόντων. τὸν πολίταρχον, ἐὰν μὴ θέλῃ περιοδεύειν διὰ κόπον τινὰ ἢ ἀρρωστίαν, θέλῃ δὲ εἰδέναι τὸν μὴ φυλάσσοντα καθʼ ἑκάστην φυλακήν, τάδε ποιεῖν χρή· λαμπτῆρας εἶναι προσυγκείμενον ἔστω πᾶσι τοῖς ἐπὶ τῷ τείχει φύλαξιν καὶ ἕνα πρὸς ὃν πάντες ἀνταροῦσιν οἱ προφύλακες·3 ἀειρέσθω δὲ ἐκ τόπου ὅθεν πάντες ὄψονται οἱ ἐπὶ τοῦ τείχους φύλακες. ἐὰν δὲ μὴ ὑπάρχῃ ὁ τοιοῦτος τόπος, παρασκευασθήτω ἔκ τινων ὕψος ὡς μέγιστον. ἔπειτα ἀπὸ τούτου αἰρέσθω λαμπτήρ, καὶ πρὸς τοῦτον ἀνταίρεσθαι τοὺς ἄλλους καθʼ ἕνα ἕκαστον ἀφʼ ἑκάστου φυλακείου. ἔπειτα ἀριθμεῖσθαι, καὶ οὕτως εἰδέναι εἰ πάντες ἦραν οἱ προφύλακες ἢ ἐκλείπει τις τῶν φυλάκων.

有些人亦采纳某些人所建议和指示的以下做法。若城防官因疲惫或疾病不愿亲自巡逻,却想知道每个更次中谁没有履行守卫之职,则应当这样做: 预先约定好城墙上的所有守卫备有提灯,并设有一盏特定提灯作为信号,所有前哨都要举灯对其作出回应;此灯应当从城墙上所有守卫皆能看见的地方举起。 若不存在这样的地点,则应利用手头材料筑起尽可能高的位置。然后从该处举起提灯,而其他提灯则由各哨所逐一举起以作回应。随后清点数量,以此得知是否所有前哨都举起了提灯,还是有守卫缺席。

语法注3 条
  1. 26.1Περιοδεύειν μὲν ἐν τοῖς κινδύνοις πρῶτον τῶν ἐν τῇ ἀγορᾷ ἠθροισμένων λόχων δύο

    不定式 Περιοδεύειν 用作军事指南中常见的命令/规定性不定式。其逻辑主语是支配部分属格 τῶν... λόχων 的 δύο(“聚集的连队中的两队”)。后文的阳性宾格分词 διεσκευασμένους 并非严格的语法一致,而是按意义一致(ad sensum)修饰连队中的士兵们。

  2. 26.7ἐν ὑποψίᾳ ὄντων ἀλλήλοις χρὴ δὲ τὰς περιοδείας εἶναι κάτω τοῦ τείχους

    ἐν ὑποψίᾳ ὄντων 是不带明确主语的独立属格结构,泛指城中居民或士兵整体(“当众人处于互相猜忌之中时”),表示背景或条件。连接词 δὲ 后置于 χρὴ 之后。

  3. 26.13λαμπτῆρας εἶναι προσυγκείμενον ἔστω πᾶσι τοῖς ἐπὶ τῷ τείχει φύλαξιν καὶ ἕνα πρὸς ὃν πάντες ἀνταροῦσιν οἱ προφύλακες

    无人称命令式 ἔστω 与中性谓语分词 προσυγκείμενον 构成表达式(“应预先约定……”),统领后面的不定式宾格结构 λαμπτῆρας εἶναι... καὶ ἕνα(“城墙上所有守卫皆备有提灯,且另设一盏……”)。其中 ἕνα 为宾格,与 λαμπτῆρας 并列并省略了名词。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:26.1-26.14