- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:23.1-23.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了夜间突袭出击的防备措施(防止内通、禁绝火光与禽兽声响、巧设伪装),并告诫切勿因谋反者或奸滑长官的诡计而盲目率众夜出。
Ἐπεξόδους δὲ ποιούμενον λαθραίως ἐν νυκτὶ τοῖς προσκαθημένοις πολεμίοις τάδε προνοεῖν.1 πρῶτον μὲν φυλάξαι ὅπως μή τις ἐξαυτομολήσῃ· ἔπειτα φῶς ὑπαίθριον μηδὲν εἶναι, ἵνα μὴ ὁ ὑπὲρ τῆς πόλεως ἀὴρ πυρωδέστερος ὢν τοῦ ἄλλου ἐκφήνῃ τὸ μέλλον.
在夜间向围城的敌军进行秘密出击时,须预先防备以下事项:首先,严防有人擅自叛逃投敌;其次,露天之处不得留有任何灯火,以免城邑上空因比他处更显火红而泄露即将采取的行动。
τούς τε τῶν κυνῶν ὑλαγμοὺς καὶ τῶν ἀλεκτρυόνων τὰς φωνὰς ἀφανίζειν ἄφωνα ποιοῦντα τόνδε τὸν καιρόν, ἐπικαύσαντά τι τοῦ σώματος·2 καὶ γὰρ αἱ τούτων φωναὶ πρὸ ὄρθρου φθεγγόμεναι ἐκφαίνουσι τὸ μέλλον.
此外,还应在这段关键时刻通过烙伤狗与公鸡身体的某一部分,使其不能出声,从而消除犬吠与鸡鸣;因为这些禽兽在破晓前发出的叫声,往往会泄露即将发生的事情。
ἐποιήσαντο δέ τινες καὶ τοιόνδε τεχνάσαντες. στασιασμοῦ προσποιητοῦ μετὰ προφάσεως εὐλόγου γενομένου παρʼ αὐτοῖς, καιρὸν τηρήσαντες καὶ ἐπεξελθόντες ἐπέθεντο παρʼ ἐλπίδα τοῖς πολεμίοις καὶ κατώρθωσαν.
有些人还曾巧妙运用以下计谋并付诸实行:在他们内部以合理的借口制造虚假的内讧,待窥伺到适当时机便出城迎战,对敌军发动出其不意的袭击并取得了胜利。
ἤδη δέ τινες τειχήρεις ὄντες καὶ ὧδε ἔλαθον ἐπεξελθόντες. τὰς μὲν πύλας ἀπέδειμαν ὁρατῶς τοῖς πολεμίοις· ᾗ δὲ μάλιστα εὐεπιθέτως εἶχον οἱ ἐναντίοι, ταύτῃ κατεπέτασαν ἀκάτειον καὶ ἀνῆραν διὰ χρόνου τινός, ὥστε κατʼ ἀρχὰς μὲν θαυμάσαι τοὺς πολεμίους, ὕστερον δὲ καὶ πολλάκις γιγνομένου ἀμέλειαν εἶχον.
此前,亦有一些遭围困者依如下方法瞒过敌人秘密出击:他们在敌军目睹之下将城门筑墙封死;而在敌军最便于进攻之处,垂挂下一张小船帆,隔一段时日又拉起,以致起初敌军深感诧异,但后来见此举频繁发生便不再留意。
οἱ δὲ ἐν τῇ πόλει ἐν νυκτὶ διελόντες τοῦ τείχους ὅσον ἤθελον, καὶ ἀντιδομὴν παρασκευασάμενοι κατεπέτασαν τὸ ἱστίον. τηρήσαντες δὲ καιρὸν ἐπεξελθόντες ἐπέθεντο παραδόξως τοῖς πολεμίοις· ποιοῦντες δὲ ταῦτα ἐφύλασσον μή τις αὐτομολήσῃ. διὸ δεῖ μηδὲν τῶν τοιούτων παρορᾶν.
城内的人便在夜间将城墙拆除所需的大小,并在准备好一道内墙之后,再次将帆垂下。他们伺机杀出,对敌人发动了意想不到的袭击;在进行这些举措时,他们严防有人叛逃。因此,对此类细节绝不可稍有忽视。
Οὐ μὴν οὐδʼ ἐν ταῖς νυξὶν ἀσκέπτως μετʼ ὄχλου ἐκπορευτέον, οἷα καὶ ἐν τοῖς καιροῖς τῶν ἐπιβουλευόντων τινὲς τεχνάζουσιν, οἱ μὲν ἔσω τῆς πόλεως οἱ δὲ καὶ ἔξωθεν, προσάγεσθαι βουλόμενοι τοιοῖσδε ἀπατήμασι, πυρσεύσαντές τι ἢ ἐμπρήσαντες νεώριον ἢ γυμνάσιον ἢ ἱερὸν πάνδημον ἢ δι’ ὅπερ ἂν ἔξοδος γένοιτο πλήθους ἀνθρώπων καὶ οὐ τῶν τυχόντων. προνοοῦντα οὖν καὶ τὰ τοιαῦτα μὴ ἑτοίμως ἀποδέχεσθαι.
再者,夜间亦不可轻率地率领大队人群出城,因为图谋不轨者常在此类时机弄巧施计——有的在城内,有的在城外——企图通过此类欺骗手段引人入彀:他们或举火示警,或纵火焚烧船坞、体操馆、全民神庙,或制造任何足以引得大批非寻常之人倾巢出动的紧急事态。因此,须预先料及此类诡计,切不可贸然信以为真。
πρᾶξις δὲ καὶ ἥδʼ ἐξοισθήσεται ἐξ ἀρχόντων. προετοιμάσαντες κατὰ τὴν χώραν θόρυβον γενέσθαι καὶ ἐκ τῶν ἀγρῶν εἰς τὴν πόλιν ἀγγελθῆναι κλωπῶν ἐπιβουλήν, δι’ ὅπερ ἔμελλον οἱ πολῖται σπεύσειν εἰς βοήθειαν, γενομένου δὲ τούτου οἵ τε ἄρχοντες καὶ οἱ συνεθέλοντες τοὺς πολίτας παρεκάλουν εἰς βοήθειαν. ἐπειδὴ δʼ ἠθροίσθη τὸ πλῆθος τῶν πολιτῶν πρὸς τὰς πύλας σὺν ὅπλοις, τοιόνδε ἐτεχνάσαντο.
还有以下一桩由长官们亲自策划的阴谋将被揭露:他们预先策划在乡野制造混乱,令人从田间向城内报称有盗匪袭扰,借此使公民们不得不赶去救援;当此事发生时,长官们与其同谋者便号召公民出城救援。当广大公民携带武器在城门前集结完毕后,他们便施展了如下诡计:
προεῖπον οἱ ἄρχοντες τοῖς ἠθροισμένοις ὅτι τρία μέρη αὐτοὺς γενομένους δεῖ ἐνεδρεῦσαι μικρὸν ἀπωτέρω τῆς πόλεως, παραγγείλαντες ἃ προσῆκεν πρὸς τὰ μέλλοντα, τοῖς δὲ ἀκούουσιν ἦν ἀνύποπτα.
长官们向集结的人群宣布,他们须分成三队,在城外稍远处设伏,并根据即将发生的事态下达了看似合宜的命令,而在听者看来毫无可疑之处。
καὶ τοὺς μὲν ἐξαγαγόντες ἐκάθισαν εἰς χωρία ἐπιτήδεια ὡς ἐνεδρεύσοντας τοῖς ἐμβεβληκόσι πολεμίοις· αὐτοὶ δὲ λαβόντες σώματα αὐτοῖς συνίστορα τῆς πράξεως προεπορεύοντο ὡς κατασκεψόμενοί τε τὰ ἀγγελλόμενα καὶ προκινδυνεύσοντες τῶν ἄλλων, ἵνα δῆθεν προαγάγοιεν τοὺς πολεμίους εἰς τὰς ἐνέδρας ὡς ὑποφεύγοντες.
于是他们率领人群出城,布置在适宜的地点,伪称是要伏击入侵的敌军;长官们自己则带领知晓阴谋的贴身人员走在前面,假装前去探查所报虚实,并为其他人先行涉险,托言要在佯装溃退中将敌军引入埋伏。
πορευθέντες δὲ εἰς τόπον ὅπου ἦν αὐτοῖς ξενικὸν προητοιμασμένον κρυφαίως κομισθέντες κατὰ θάλατταν, ἀναλαβόντες ἔφθασαν καὶ ἔλαθον εἰσαγαγόντες3 εἰς τὴν πόλιν κατʼ ἄλλας ὁδούς, ὡς τοὺς ἐπεξελθόντας πολίτας πάλιν ἀπαγαγόντες· τὴν δὲ πόλιν καταλαβόντες τοῖς ξένοις τῶν ἐν ταῖς ἐνέδραις ὄντων τοὺς μὲν ἐφυγάδευον, τοὺς δὲ ἐδέχοντο. διὸ δεῖ πάντα τὰ τοιαῦτα ὑποπτεύειν καὶ μὴ ἀλογίστως νύκτωρ εἰς πολεμίους ἔξοδον πλήθους ποιεῖσθαι.
然而,他们径直前往预先由海路秘密运抵并为他们备好的雇佣军所在之处,接应了这支部队,并抢先瞒过众人,经由其他道路将他们带入城内,佯装是将出征的公民重新领回;长官们利用雇佣军控制了城邑,对于设伏的公民,将其中一部分流放,另一部分接纳进城。因此,对所有此类手段皆须保持警惕,绝不可在夜间不假思索地率领众人出击迎敌。
- 23.1Ἐπεξόδους δὲ ποιούμενον λαθραίως ἐν νυκτὶ τοῖς προσκαθημένοις πολεμίοις τάδε προνοεῖν.
不定式 προνοεῖν 具有命令或规范用法。开头的宾格分词 ποιούμενον 作该不定式的逻辑主语,泛指进行出击的指挥官。与格短语 τοῖς προσκαθημένοις πολεμίοις 依存于名词 ἐπεξόδους,表示出击所针对的围城敌军。
- 23.2ἀφανίζειν ἄφωνα ποιοῦντα τόνδε τὸν καιρόν, ἐπικαύσαντά τι τοῦ σώματος
受规范不定式 ἀφανίζειν 支配,分词 ποιοῦντα 与 ἐπικαύσαντα 为阳性单数宾格,与动作主体一致。ἐπικαύσαντα 表示手段(“通过烙烫身体的某一部分”),ἄφωνα 为 ποιοῦντα 的宾语补足语(“使之无声”),τόνδε τὸν καιρόν 则是表示时间长度的宾格(“在这段关键时段内”)。
- 23.11ἀναλαβόντες ἔφθασαν καὶ ἔλαθον εἰσαγαγόντες
表示“先发制人/抢先”的动词 φθάνω 与表示“避人耳目/隐秘”的 λανθάνω 并列,二者共同支配补充性分词 εἰσαγαγόντες,表达了“抢先一步且神不知鬼不觉地将部队引渡进城”的双重修饰含义。
