- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:22.15-22.29
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节论述对城墙薄弱处的设防与节日期间的防谍措施、封闭登城通道,并规定了利用提灯夜间通信、夜行与劳作禁令、用水钟调整更次、使用符木巡查以及惩处脱岗守卫之法。
Ἧι δʼ ἂν τῆς πόλεως εὐπρόσοδα καὶ εὐεπίθετα τοῖς πολεμίοις ᾖ, τῇδε φύλακας καθιστάναι τοὺς τὰ πλεῖστα κεκτημένους καὶ ἐντιμοτάτους τε καὶ τῶν μεγίστων μετέχοντας τῇ πόλει· μάλιστα γὰρ ἂν αὐτοῖς προσήκοι μὴ πρὸς ἡδονὰς τραπέσθαι, ἀλλὰ μεμνημένους ἂν τὸν νοῦν προσέχειν.1
在城邑中敌人易于接近且易受攻击之处,应指派拥有最多财产、最受尊崇、并在城邦中享有最大切身利益的人担任守卫;因为他们最不至于沉湎于安乐,而会谨记职责专心警备。
ἐν δὲ ταῖς πανδήμοις ἑορταῖς χρὴ τῶν κατὰ πόλιν φυλάκων ὅσοι ἐν σώμασι μάλιστα ὕποπτοι τοῖς αὑτῶν καὶ ἄπιστοι, ἀφίεσθαι ἀπὸ τῶν φυλακείων κατʼ οἰκίας ἑορτάζειν.
在全民节日期间,城中守卫中凡在亲族间最受怀疑且不可靠的人,应当免去哨所的值守,让他们各自归家过节。
καὶ ἅμα μὲν πολυωρεῖσθαι δόξουσιν, ἅμα δὲ οὐδὲν ἂν ἐπʼ αὐτοῖς εἴη πρᾶξαι. ἀντὶ δὲ τούτων ἄλλους εἰς τὰ φυλακεῖα καθιστάναι πιστοτέρως ἔχοντας· περὶ γὰρ τὰς ἑορτὰς καὶ τοὺς τοιούτους καιροὺς μάλιστα οἱ βουλόμενοί τι νεωτερίζειν ἐγχειροῦσιν.
如此一来,他们既会觉得自己受到了礼遇,同时又绝无机会图谋不轨。应代之以更可靠的人进驻哨所;因为企图谋反作乱者,往往最喜欢在节日和此类时机动手。
ὅσα δὲ πάθεα γέγονε περὶ τοὺς τοιούτους καιρούς, ἐν ἄλλοις δηλοῦται.
在此类时机所发生的种种惨祸,已在其他著述中有所阐明。
Μᾶλλον δὲ ἅμα τούτοις μηδὲ τὰς ἀναβάσεις ἐπὶ τὸ τεῖχος εὐπόρους εἶναι ἀλλὰ κλειστάς, ἵνα μηδενὶ ἐγγίγνηται προκαταλαμβάνειν τι τοῦ τείχους βουλομένῳ ἐνδοῦναι τοῖς πολεμίοις, ἀλλʼ ὦσιν οἱ φύλακες οὓς ἂν σὺ βούλῃ ἐξ ἀνάγκης ἐπὶ τοῦ τείχους διατελοῦντες καὶ μὴ καταβαίνοντες, ἄν τέ τινες ἔξωθεν τῆς πόλεως λάθωσιν ὑπερβάντες, μὴ ῥᾳδίως διὰ ταχέων καταβαίνωσιν ἀπὸ τοῦ τείχους εἰς τὴν πόλιν, ἐὰν μὴ θέλωσιν ἀφʼ ὑψηλῶν καταπηδῶντες κινδυνεύειν καὶ μήτε λαθεῖν μήτε φθάσαι. πρέποι δʼ ἂν τὸ παρασκεύασμα τοῦτο περὶ τὰς ἀναβάσεις καὶ ἐν τυράννου ἀκροπόλει.
此外,与此同时,通往城墙的登城通道切不可易于通行,而应予以封闭,使任何企图勾结敌人者都无法预先占据城墙的任何部分,并使你所选定的守卫必须始终留驻城墙之上而不得擅自下来;即使有任何来自城外的人秘密越过城墙,若不愿冒险从高处跳下以致无法隐匿亦无法先发制人,他们便不能轻易而迅速地从城墙下到城内。关于登城通道的这种布置,在僭主卫城中同样适用。
μετὰ δὲ τὴν ἐν Νάξῳ ναυμαχίαν ἐπιβουλευόμενος ὁ φρούραρχος Νικοκλῆς ἀναβάσεις κλειστὰς ποιήσας κατέστησε φύλακας ἐπὶ τῷ τείχει, ἔξω δὲ τῆς πόλεως περιοδίας ἐποιεῖτο μετὰ κυνῶν· προσεδέχοντο γὰρ ἔξωθέν τινα ἐπιβουλήν.
在纳克索斯海战之后,面临暗算图谋的守备队长尼科克勒斯封闭了登城通道,将卫兵布置在城墙上,并在城外带狗进行巡逻;因为他们正防备着来自外部的图谋。
Ἐν ὁμονοοῦσι δὲ καὶ μηδενὸς ὑποπτεύοντος ἐν τῇ πόλει ἐν τοῖς ἐπὶ τῷ τείχει φυλακείοις δεῖ τὰς νύκτας λύχνα καίεσθαι ἐν λαμπτῆρσιν, ἵνα καθʼ οὓς ἄν τι προσπελάζῃ πολέμιον, ἄρωσι τῷ στρατηγῷ τὸν λαμπτῆρα.
在城内人心和睦且无人心存猜疑的情况下,夜间应在城墙哨所内将灯点燃于提灯之中,以便在敌人向哪一处接近时,该处的守卫能向主帅举起提灯示意。
ἐὰν δὲ μὴ φαίνηται πρὸς τὸν στρατηγὸν ὁ λαμπτὴρ τόπου κωλύοντος, ἄλλος διαδεκτὴρ ὑπολαμβάνων λαμπτῆρι φαινέτω τῷ στρατηγῷ, ὁ δὲ στρατηγὸς τὸ ἐμφανιζόμενον αὐτῷ τοῖς ἄλλοις φύλαξι δηλούτω σάλπιγγι ἢ τοῖς δρομοκήρυξιν, ὁποτέρως ἂν συμφέρῃ.
若因地形阻隔而提灯无法被主帅看到,则由另一名接应兵以提灯接替显示给主帅;而主帅则视何者更为有利,用军号或传令兵将向他报告的敌情通知其他守卫。
κατὰ δὲ τοὺς καιροὺς τούτους καὶ οὕτω περὶ τὰς φυλακὰς διατελούντων παραγγελλέσθω τῷ ἄλλῳ ὄχλῳ, ὅταν σημανθῇ μηδένα ἐξιέναι· ἐὰν δέ τις ἐξίῃ ἐπί τινα πρᾶξιν ἀναγκαῖον, μετὰ λαμπτῆρος πορεύεσθαι, ἵνα πόρρωθεν κατάδηλος ᾖ τοῖς περιοδεύουσι.
在此类时期以及如此执行守卫期间,应向其余民众宣告:一旦发出信号,任何人不得外出;若有人因紧急事务必须外出,则须提着灯笼前行,以便巡逻队远远便能辨明。
μηδʼ ἐργάζεσθαι μηδένα δημιουργὸν ἢ χειροτέχνην, ἵνα μὴ ψόφοι ἀπό τινων γίγνωνται τοῖς φύλαξιν. Ὃν δ̓ἂν τρόπον ἴσως καὶ κοινῶς μακροτέρων ἢ βραχυτέρων νυκτῶν γιγνομένων καὶ πᾶσιν αἱ φυλακαὶ γίγνοιντο, πρὸς κλεψύδραν χρὴ φυλάσσειν, ταύτην δὲ συμμεταβάλλειν διὰ δεχημερίδος.
任何工匠或手艺人亦不得〔在夜间〕劳作,以免有任何声响干扰守卫人员。 为了在夜间变长或变短时,守卫轮次对所有人依然能够公平且均等地进行,应当依据水钟(漏壶)来计时守卫,并每十天对水钟调整一次。
μᾶλλον δὲ αὐτῆς κεκηρῶσθαι τὰ ἔσωθεν, καὶ μακροτέρων μὲν γιγνομένων τῶν νυκτῶν ἀφαιρεῖσθαι τοῦ κηροῦ, ἵνα πλέον ὕδωρ χωρῇ, βραχυτέρων δὲ προσπλάσσεσθαι, ἵνα ἔλασσον δέχηται. περὶ μὲν οὖν φυλακῶν ἰσότητος ἱκανῶς μοι δεδηλώσθω.
更好的做法是将水钟内侧涂蜡,夜长时刮去部分蜡质,使其容纳更多水分;夜短时涂上更多蜡质,使其容水减少。关于守卫轮换的均等性,以上说明于我而言已属充分。
Ἐν δὲ τοῖς ἀκινδυνοτέροις τοὺς ἡμίσεας τῶν προγεγραμμένων εἰς τὰς φυλακὰς καὶ περιοδίας χρὴ τετάχθαι, καὶ οὕτω τὸ ἥμισυ τῆς στρατιᾶς νύκτα ἑκάστην φυλάξει· ἀκινδύνων δὲ καὶ εἰρηναίων ὄντων ἐλάχιστά τε καὶ ἐλαχίστους τῶν ἀνθρώπων ὀχλεῖν.
在危险较少的情况下,应将前述规定人数的一半编入守卫与巡逻之中,这样每晚只需一半军队值守;而在毫无危险且和平无事的时期,则应尽可能少地打扰最少数的人员。
καὶ ἐάν τε περιοδείας χρὴ τῷ στρατηγῷ,2 σκυταλίδα ἔχουσαν σημεῖον παρὰ τοῦ στρατηγοῦ παραδίδοσθαι τῷ πρώτῳ φύλακι, τοῦτον δὲ τῷ ἐχομένῳ καὶ ἕτερον ἑτέρῳ, μέχρι ἂν περιενεχθῇ ἡ σκυταλὶς κύκλῳ τὴν πόλιν καὶ κομισθῇ παρὰ τὸν στρατηγόν· προειρῆσθαι δὲ τοῖς προφύλαξιν μὴ πορρωτέρω προενεγκεῖν τὴν σκυταλίδα τοῦ ἐχομένου φύλακος.
若主帅需要巡查,应将带有主帅印记的符木交给第一位守卫,此人再交给下一位,一人传给另一人,直至符木环城一周并被送回主帅之处;且应预先告诫前哨,不得将符木送出超过相邻守卫的距离。
ἐὰν δʼ ὁ ἐλθὼν καταλάβῃ τόπον ἔρημον φύλακος, πάλιν ἀντιδιδόναι παρʼ οὗ ἔλαβεν τὴν σκυταλίδα, ἵνʼ αἴσθηται ὁ στρατηγὸς καὶ γνῷ τὸν μὴ παραδεξάμενον ἀλλʼ ἐκλείποντα φυλακήν.
若前来之人发现某处哨位空无守卫,则应将符木退还给交付给他的人,以便主帅察知并查明究竟是何人未曾接应而擅离职守。
ὃς δʼ ἂν φυλακῆς αὐτῷ οὔσης μὴ παρῇ εἰς τὸ τεταγμένον, ὁ λοχαγὸς αὐτοῦ παραχρῆμα τὴν φυλακὴν ἀποδόσθω, ὁπόσον δʼ ἂν εὑρίσκῃ,3 καὶ καταστησάτω ὅστις ὑπὲρ αὐτοῦ φυλάξει. ἔπειτα ὁ πρόξενος ἐξ αὐτῆς ἀποδιδότω τῷ πριαμένῳ τὴν φυλακήν, ὁ δὲ ταξίαρχος αὐτὸν τῇ ὑστεραίᾳ ζημιούτω τῇ νομιζομένῃ ζημίᾳ.
凡在轮到自己值守却未按时抵达指定岗位者,其百夫长应立即将其守卫任务按市价拍卖招募替身,并指派替他值守之人。随后由普罗克塞诺斯立即向买下该轮值守者支付报酬,而联队长则应在次日按既定规矩对缺席者处以罚金。
- 22.15μεμνημένους ἂν τὸν νοῦν προσέχειν
小词 ἄν 在不定式 προσέχειν 处出现,是承前一句的潜能祈愿语气结构(μάλιστα γὰρ ἂν αὐτοῖς προσήκοι)而形成的语气小词重叠/呼应。分词 μεμνημένους 为阳性复数宾格,作不定式的逻辑主语。
- 22.27ἐάν τε περιοδείας χρὴ τῷ στρατηγῷ
非人称动词 χρή 后接表示人的与格(τῷ στρατηγῷ)和表示事物的属格(περιοδείας),相当于 δεῖ τινί τινος 句式(“某人需要某物”),而非更常见的接宾格加不定式结构。
- 22.29τὴν φυλακὴν ἀποδόσθω, ὁπόσον δʼ ἂν εὑρίσκῃ
中动态动词 ἀποδίδομαι 在此作商业意义的“出售/拍卖”解。从句 ὁπόσον δʼ ἂν εὑρίσκῃ 表示价格(εὑρίσκω 在商业用语中指“拍得/卖得某种价钱”),意即“以其所能拍得的任何价钱”,指军官将擅离者的哨位拍卖以雇佣替班者。
