← 战术家埃涅阿斯

围城御敌策

§24.1-24.19

口令的拟定原则与识别暗号的运用

本节结合伊利昂陷落的战例,论述了混编部队中同义词口令所引发的混乱与危害,并阐释了口令的拟定原则、伊菲克拉特斯推行的问答式对答口令以及哨声联络法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

Παραδιδόντα δὲ συνθήματα δεῖ προνοεῖν, ἐὰν τύχῃ τὸ στράτευμα μιγάδες ὄντες1 ἀπὸ πόλεων ἢ ἐθνῶν, ὅπως μή, ἂν παρέχῃ τὸ ἓν εἶδος δύο ὀνόματα, ἀμφιβόλως παραδοθήσεται,2 οἷον τάδε, Διόσκουροι Τυνδαρίδαι, περὶ ἑνὸς εἴδεος δύο ὀνόματα οὐ τὰ αὐτά·

在传达口令时,若部队是由来自不同城邦或部族的混编人员组成,则必须预先防备,以免在同一事物具有两种称谓的情况下传达得模棱两可;例如“狄奥斯库里”与“廷达瑞代”,是对同一对象的两种不同称谓;又如有时出现的“阿瑞斯”

§24.2

καὶ ἄλλοτε δὲ Ἄρης Ἐνυάλιος, Ἀθηνᾶ Παλλάς, ξίφος ἐγχειρίδιον, λαμπὰς φῶς, καὶ ἄλλα ὁμότροπα τούτοις, ἅπερ δυσμνημόνευτά ἐστιν παρὰ τὰ νομιζόμενα ἑκάστῳ ἔθνει τῶν ἀνθρώπων καὶ βλάβην φέρει, ἐὰν κατὰ γλῶσσάν τις παραγγέλλῃ μᾶλλον ἢ κοινόν τι ἅπασιν.

与“厄纽阿利俄斯”,“雅典娜”与“帕拉斯”,“短剑”与“匕首”,“火炬”与“灯火”,以及其他诸如此类的词语;这些词语若违背各个部族人群的习惯便难以记诵,且若有人依方言而非使用通晓之词发号施令,必将招致危害。

§24.3

ἐν μιγάσι δʼ οὖν ξένοις οὐ δεῖ τὰ τοιαῦτα παραγγέλλειν, οὐδὲ ἐν ἔθνεσι συμμάχοις. οἷον Χαριδήμῳ Ὠρείτῃ περὶ τὴν Αἰολίδα συνέβη, καταλαβόντι Ἴλιον τρόπῳ τοιῷδε. τῷ ἄρχοντι τοῦ Ἰλίου ἦν οἰκέτης ἐκπορευόμενος ἐπὶ λείαν ἀεί, καὶ μάλιστα ἐν ταῖς νυξὶν ἐξεπορεύετο καὶ εἰσεπορεύετο εἰσάγων τὰ ἀγρευθέντα ἑκάστοτε.

因此,在由各方混杂而成的雇佣军中,绝不可下达此类口令,在同盟部族之中亦是如此。例如在埃奥利斯一带,奥柔斯的卡里德莫斯便遭遇过此种情由,他曾依如下方式夺取了伊利昂: 伊利昂的统治者有一名奴仆经常外出掳掠,尤其喜欢在夜间出入,每次都把劫掠所得带回城内。

§24.5

ἐν δὲ τῷ χρόνῳ τούτῳ καταμαθὼν ὁ Χαρίδημος ταῦτα πράσσοντα οἰκειοῦται, καὶ εἰς λόγους κρυφαίους ἀφικόμενος διομολογεῖται, καὶ ἔπεισεν αὐτὸν ἐκπορευθῆναι ἐν ῥητῇ νυκτὶ ὡς ἐπὶ λείαν· μεθʼ ἵππου δὲ ἐκέλευσεν αὐτὸν ἐξελθεῖν ἐν τῇ νυκτί, ἵνα αἱ πύλαι αὐτῷ ἀνοιχθεῖεν, ἀλλὰ μὴ κατὰ τὴν διάδυσιν ἢ τὴν ἐκτομάδα πυλίδα ὥσπερ εἰώθει, εἰσέλθοι.

在此期间,卡里德莫斯察知其举动后便主动结交拉拢,经过秘密交涉达成了协议,劝说他在指定的某夜假装外出掳掠;卡里德莫斯命他当夜骑马出城,以便城门能为他敞开,而不致如往常那样只从暗道或狭窄的便门出入。

§24.6

γενόμενος δʼ ἔξω καὶ διαλεχθεὶς τῷ Χαριδήμῳ ἔλαβεν παρʼ αὐτῶν ξένους ὡς τριάκοντα τεθωρακισμένους καὶ ἔχοντας ἐγχειρίδια καὶ ὅπλα καὶ περικεφαλαίας κρυφαίας.

奴仆出城并与卡里德莫斯会商后,从他们那里接收了约三十名身披胸甲、携带短剑、武器并暗藏头盔的雇佣兵。

§24.7

ὡς ἀπήγαγέν τε οὖν αὐτοὺς ἐν τῇ νυκτὶ ἐν ἐσθῆτι φαύλῃ καὶ ἔκρυψε τὰ ὅπλα, καὶ ὁμοιώσας αἰχμαλώτοις, μετʼ ἄλλων γυναικῶν καὶ παιδαρίων, καὶ τούτων ὡς αἰχμαλώτων, εἰσεπορεύετο ἀνοιχθεισῶν αὐτῷ τῶν πυλῶν διὰ τὸν ἵππον.

他在夜间给他们套上粗劣的破衣以隐匿武器,伪装成俘虏,并连同其他妇女和幼童——这些人同样被扮作俘虏——押送而行;由于骑着马,城门为他打开,他便领人进城。

§24.8

ὅπου δὴ εὐθὺς οἱ εἰσελθόντες ἔργου εἴχοντο τὸν τε πυλωρὸν ἀποκτείναντες καὶ εἰς ἄλλας ξένας πράξεις ὁρμήσαντες, καὶ τῶν πυλῶν ἐγκρατεῖς ὄντες, ἐφʼ ἃς εὐθύς, οὐ πόρρω ὄντος τοῦ Χαριδήμου, παρῆσαν τάξεις καὶ κατέλαβον τὸ πόλισμα.

一进城,入城者立即动手,杀死了守门人并展开其他袭夺行动,控制了城门;此时卡里德莫斯距城不远,各分队随即赶到,攻占了这座小城。

§24.9

μετὰ δὲ ταῦτα καὶ αὐτὸς εἰσεπορεύθη μετὰ πάσης τῆς δυνάμεως. ἅμα δὲ τούτοις καὶ τοιόνδʼ ἔπραξεν. τοῦ στρατεύματός τινι μέρει ἐνέδρας ἐποιήσατο, προνοήσας ὅτι παρέσοιτο βοήθεια ἐπὶ τὸ χωρίον. ὅπερ συνέβη· εὐθὺς γὰρ αἰσθόμενος Ἀθηνόδωρος Ἴμβριος, ὢν οὐ πόρρω μετὰ στρατεύματος, ἐπειρᾶτο βοηθεῖν ἐπὶ τὸ χωρίον.

在此之后,他本人亦率领全军入城。在进行这些行动的同时,他还采取了如下预防措施: 他派出军队的一部分设下埋伏,预先料到定会有援军赶赴该地。事实果然如此:因布罗斯的阿提诺多罗斯率军驻扎不远,立刻察觉了变故,试图率部前去驰援该城。

§24.11

ἔτυχε δὲ καὶ αὐτὸς ἀγχίνως πάλιν ἀνθυποπτεύσας, καὶ οὐ τὰς ἐνεδρευομένας ὁδοὺς ἐπορεύθη πρὸς τὸ Ἴλιον, ἀλλὰ ἄλλας πορευθεὶς ἔλαθέν τε ἐν τῇ νυκτὶ καὶ ἦλθεν πρὸς τὰς πύλας.

然而,阿提诺多罗斯本人亦心思敏捷,反过来察觉可能有伏兵,因而并未沿设有埋伏的道路开往伊利昂,而是取道他途,借着夜色瞒过众人来到了城门前。

§24.12

καὶ ἔλαθόν τινες συνεισελθόντες εἰς τὴν πόλιν ἐν τῷ θορύβῳ, ὡς τοῦ Χαριδήμου ὄντες στρατεύματος.

混乱之中,其部下有数人混作卡里德莫斯的军队潜入了城内。

§24.13

ἔπειτα πρὸ τοῦ πλείονας εἰσελθεῖν ἐγνώσθησαν τῷ συνθήματι, καὶ οἱ μὲν ἐξέπεσον αὐτῶν, οἱ δὲ καὶ περὶ τὰς πύλας διεφθάρησαν· τοῖς μὲν γὰρ ἦν τὸ σύνθημα Τυνδαρίδαι, τοῦ δὲ Διόσκουροι.

随后,在更多人入城之前,他们因口令而被识破,其中一些人被逐出城外,另一些人则在城门附近被斩杀;因为卡里德莫斯部下的口令是“廷达瑞代”,而对方的口令则是“狄奥斯库里”。

§24.14

καὶ παρὰ τοῦτο ἐγένετο τὴν πόλιν μὴ ἀντικαταληφθῆναι3 παραχρῆμα ὑπὸ τοῦ Ἀθηνοδώρου ἐν τῇ αὐτῇ νυκτί. παραγγέλλειν οὖν χρὴ τὰ συνθήματα εὐμνημόνευτά τε καὶ ὡς μάλιστα ἀδελφὰ ταῖς μελλούσαις πράξεσι γίγνεσθαι, οἷον τάδε. ἐπὶ μὲν ἄγραν πορευομένοις Ἄρτεμιν Ἀγροτέραν, ἐπὶ δὲ κλοπήν τινα πράξεων Ἑρμῆν Δόλιον, ἐπὶ δὲ βιασμὸν Ἡρακλέα, τοῖς δὲ φανεροῖς ἐγχειρήμασιν Ἥλιον καὶ Σελήνην, καὶ ὡς μάλιστα ὁμότροπα τούτοις καὶ κοινότατα πᾶσιν.

正是由于这个缘故,城邑才免于在同一夜被阿提诺多罗斯立即重新夺回。因此,传达的口令必须易于记诵,且尽可能与即将展开的行动相契合,例如: 对出征行猎者可用“司猎的阿耳忒弥斯”,对秘密潜行之事可用“诡谲的赫尔墨斯”,对强攻强取可用“赫拉克勒斯”,对公开行动可用“太阳与月亮”,以及尽量采用与这些相类且所有人最通晓的名称。

§24.16

Ἰφικράτης δὲ οὐδὲ τὸ αὐτὸ σύνθημα ἐκέλευεν τὸν περίοδόν τε καὶ φύλακα ἔχειν, ἀλλὰ ἕτερον ἑτέρῳ δεδόσθαι, ἵνα ὁ μὲν τὸ πρῶτον ἐρωτηθεὶς ἀποκρίνηται Ζεὺς Σωτήρ, ἐὰν τοῦτο ἔχων τύχῃ, ὁ δʼ ἀντερωτηθεὶς Ποσειδῶν. οὕτω γὰρ ἂν ἥκιστα σφάλλοιντο ὑπὸ τῶν πολεμίων καὶ ἐξαυτομολοῖτο τὸ σύνθημα.

伊菲克拉特斯甚至要求巡逻兵与哨兵不得使用相同的口令,而须彼此各执其一,以便先受盘问者若持此令便回答“救主宙斯”,反问对方时对方则回答“波塞冬”。因为这样最不易受到敌人的欺瞒,口令也最不易因叛逃而外泄。

§24.17

πλάνης δὲ γενομένης τοῖς φύλαξιν ἀπʼ ἀλλήλων συριγμῷ χρῆσθαι πρὸς αὑτούς, τοῦτον δὲ προσυγκεῖσθαι· πλὴν γὰρ τῷ εἰδότι ἄγνωστος τοῖς ἄλλοις ἔσται, ἐάν τε Ἕλληνες ἐάν τε βάρβαροι ὦσιν.

若哨兵彼此失散,相互之间应当使用哨声作为联络信号,且此信号须预先约定;因为除了知情者外,无论对方是希腊人还是异族人,皆不明其意。

§24.18

προενθυμεῖν δὲ τῶν κυνῶν, μὴ διὰ τὸν συριγμὸν ἀσύμφορον ἐξ αὐτῶν ᾖ. ἐχρήσαντο δὲ αὐτῷ καὶ ἐν Θήβαις ὅτε τὴν Καδμείαν καταλαβόντες ἐσκεδάσθησαν νυκτὸς καὶ ἠγνόησαν ἀλλήλους, πρὸς συριγμὸν δὲ συνελέγοντο.

但须预先留意犬只,以免因哨声而从它们那里招致不利。在底比斯,夺取卡德摩亚城堡的人在夜间散开且彼此无法辨认时,亦曾使用此法,闻哨声而重新集结。

§24.19

τὰ δὲ συνθήματα ἐρωτᾶσθαι κοινῶς τοῖς τε περιοδεύουσι καὶ προφύλαξιν·4 οὐδὲν γὰρ προσήκει τὸν ἕτερον ἐρωτᾶν. ὡς γὰρ περίοδος καὶ πολέμιος ἂν ἐρωτῴη.

此外,巡逻兵与前哨哨兵之间应当平权相互盘问口令;绝不可只由单方面盘问,因为敌人亦可能伪装成巡逻兵前来盘问。

语法注4 条
  1. 24.1ἐὰν τύχῃ τὸ στράτευμα μιγάδες ὄντες

    属于依意合应(constructio ad sensum)。主语为单数中性名词 τὸ στράτευμα(军队),而谓语分词与补足语 μιγάδες ὄντες 则使用了阳性复数,着眼于组成军队的具体兵士个体的复数性。

  2. 24.1ὅπως μή, ἂν παρέχῃ τὸ ἓν εἶδος δύο ὀνόματα, ἀμφιβόλως παραδοθήσεται

    由 δεῖ προνοεῖν 所引导的 ὅπως μή 预防从句,其内嵌套了条件从句 ἂν παρέχῃ...。ὅπως μή 后接将来时直陈语气 παραδοθήσεται,构成了表示预先防备的标准句式。

  3. 24.14καὶ παρὰ τοῦτο ἐγένετο τὴν πόλιν μὴ ἀντικαταληφθῆναι

    介词短语 παρὰ τοῦτο 表示原因(“多亏于此 / 因由这一缘故”)。动词 ἐγένετο 意为“产生了……的结果”,否定形式的宾格不定式短语 τὴν πόλιν μὴ ἀντικαταληφθῆναι 作其实质主语。

  4. 24.19τὰ δὲ συνθήματα ἐρωτᾶσθαι κοινῶς τοῖς τε περιοδεύουσι καὶ προφύλαξιν

    不定式 ἐρωτᾶσθαι 用作命令(祈使性不定式)。结合副词 κοινῶς,与格 τοῖς τε περιοδεύουσι καὶ προφύλαξιν 表示被动意义下的施动者或相关当事方(“应由巡逻兵与前哨双方共同互问口令”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:24.1-24.19