- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:22.1-22.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段论述了危急敌近之时夜间守哨的设置准则,强调缩短轮值、频繁调换以防内通,并说明了城墙前哨交错巡视、夜间投石探察及系犬御敌的方法。
Νυκτοφυλακεῖσθαι ἐν μὲν τοῖς κινδύνοις καὶ προσκαθημένων ἤδη ἐγγὺς πολεμίων πόλει ἢ στρατοπέδῳ ὧδε.
在面临危险、且敌人已在城邑或营地附近扎营时,夜哨应按如下方式进行。
τὸν μὲν στρατηγὸν τὸν τοῦ ὅλου ἡγεμόνα καὶ τοὺς μετʼ αὐτοῦ τετάχθαι κατὰ τὰ περιαρχεῖα καὶ τὴν ἀγοράν, ἐὰν ὀχυρότητος μετέχῃ· εἰ δὲ μή, προκατειληφέναι τόπον τῆς πόλεως ἐρυμνότατόν τε καὶ ἐπὶ πλεῖστον ἀπʼ αὐτοῦ τῆς πόλεως ὁρώμενον.
全军的主帅及其从属,若官署区及集市地势险要,应驻守于该处;否则,应预先占据城中最为坚固、且从中能俯瞰城内最广阔区域的处所。
περὶ δὲ τὸ στρατήγιον σκηνοῦν καὶ διατελεῖν ἀεὶ τὸν σαλπιγκτὴν καὶ τοὺς δρομοκήρυκας, ἵν̓, ἐάν τι δέῃ σημῆναι ἤ παραγγεῖλαι, ἐξ ἑτοίμου ὑπάρχωσι, καὶ οἵ τε ἄλλοι φύλακες τὸ μέλλον αἴσθωνται καὶ οἱ περίοδοι ὅπου ἂν ὄντες τύχωσι κατὰ περιοδίαν τῆς πόλεως.
司号员与传令兵应始终在统帅官邸周围安营留驻,以便在需要发出任何信号或传达命令时随时待命,并使其他卫兵以及正按路线巡城的巡逻队无论身在何处都能察知将有何事发生。
ἔπειτα τούς τε ἐπὶ τῷ τείχει φύλακας καὶ τοὺς ἐν τῇ ἀγορᾷ καὶ ἐπὶ τῶν ἀρχείων καὶ τῶν εἰς τὴν ἀγορὰν εἰσβολῶν καὶ τοῦ θεάτρου καὶ τῶν ἄλλων κατεχομένων χωρίων διὰ βραχέων τε φυλάσσειν,1 καὶ πολλὰς εἶναι τὰς φυλακὰς καὶ ἅμα πολλοὺς ἀνθρώπους.
其次,城墙上的卫兵、集市上、官署前、通向集市的入口处、剧场以及其他被占领据点的卫兵,其值守轮次应当短暂,哨次要多,同时值守的人数也要多。
ἐν γὰρ τῷ δι’ ὀλίγου φυλάσσειν οὔτʼ ἂν κατὰ μῆκος χρόνου δύναιτό τις πρᾶξαί τι πρὸς τοὺς πολεμίους καὶ νεωτερίσαι φθάσας, ἧττόν τʼ ἂν ὕπνοι ἐγγίγνοιντο διὰ βραχέος φυλασσόντων, τῷ τε πολλοὺς ἅμα φυλάσσειν μᾶλλον δύναιτο ἐκφερομυθεῖσθαί τι τῶν πρασσομένων.
因为在短时间的轮值中,任何人既无法利用时间长度勾结敌人先发制人进行叛乱,短时间值守者也不易陷入睡眠,而且由于多人同时值守,任何图谋之事务更易被泄露出去。
ἐγρηγορέναι τε ὡς πλείστους ἄμεινον ἐν τοῖς κινδύνοις καὶ πάντας φυλάξαι ἐν τῇ νυκτί, ἵνʼ ὡς πλεῖστοι καθʼ ἑκάστην φυλακὴν προφυλάσσωσιν.
在危急关头,尽可能多的人保持清醒更为有利,且所有人都应在夜间参与防守,以便每一哨次都有尽可能多的人担任前哨。
ἐὰν δὲ ὀλίγοι τε καὶ μακρὰς φυλάσσωσιν, ὕπνος τʼ ἂν ἐγγίγνοιτο διὰ τὸ μῆκος τῶν φυλακῶν, καὶ εἴ τινές τι ἐγχειροῖεν νεωτερίσαι, ὑπάρχοι ἂν αὐτοῖς τοῦ χρόνου τὸ μῆκος καὶ φθάσαι καὶ λαθεῖν πράξαντάς τι πρὸς τοὺς πολεμίους· διὸ δεῖ τὰ τοιαῦτα μὴ ἀγνοεῖν.
但若是由少数人值守且轮次漫长,则因哨次过长而易生倦意,且若有人企图叛变,漫长的时间将使他们得以先发制人,并能在暗中与敌人勾结行事;因此切不可忽视此类事项。
ἔτι δὲ χρὴ ἐν τοῖς κινδύνοις καὶ τάδε προνοεῖν. τῶν φυλάκων μηδένα προγιγνώσκειν μήτε ὁπόστην μήτε ὅπου φυλάξει τῆς πόλεως· μηδὲ τῶν αὐτῶν ἀεὶ τοὺς αὐτοὺς ἡγεῖσθαι, ἀλλʼ ὡς πυκνότατα πάντα μεθιστάναι τὰ περὶ τὴν πολιτοφυλακίαν· οὕτω γὰρ ἂν ἥκιστά τις δύναιτο τοῖς ἔξω προδιδοὺς δηλοῦν τι ἢ προσδέξασθαι παρὰ τῶν πολεμίων, μὴ προειδότες ὅπου τοῦ τείχους τὴν νύκτα ἔσονται μηδὲ μεθʼ ὧν, ἀλλʼ ἀγνοοῦντες2 τὸ μέλλον. καὶ τοὺς ἡμέρας φυλάξαντας μὴ φυλάσσειν νυκτός· οὐ γὰρ ἐπιτήδειον προειδέναι ἃ μέλλει ἕκαστος πράσσειν.
此外,在危急关头还须预先考虑到:卫兵中任何人都不得预先知晓自己将在城中的何处以及第几哨轮值;也不得始终由相同的人统领相同的人,而应尽可能频繁地调动城防卫戍的所有安排;因为这样一来,企图叛变通敌者便最难向外界透露任何消息,或从敌人那里接收任何事物,因为他们预先不知夜间自己将在城墙的何处、亦不知与何人同处,而是对将来的事一无所知。白天值守过的人,夜间不得再值守;因为让每个人预先知道自己将要做什么是不妥当的。
Προφυλάσσοιέν τʼ ἂν ἐκ τῶν ἐπὶ τῷ τείχει φυλακίων προφύλακες ὧδε. ἐξ ἑκάστου γὰρ φυλακίου καθʼ ἑκάστην φυλακὴν προφυλασσόντων εἷς ἀνὴρ3 ἐπὶ τὸ ἐχόμενον φυλάκιον, καὶ ἀπʼ ἐκείνου ἄλλος εἰς τὸ ἐχόμενον, καὶ ἀπὸ τῶν ἄλλων ἄλλοι εἰς τὰ ἄλλα· παρηγγέλθω δὲ ποιεῖν ἁπαξάπαντας τοῦτο ἀπὸ συσσήμων.
城墙岗哨上的前哨可按如下方式布设:在每一哨次中,从各个哨所由一人担任前哨前往邻近的哨所,再从那所由另一人前往下一哨所,并从其他〔哨所〕由另一些人前往其他哨所;并应传令所有人凭统一约定的暗号同时依此执行。
καὶ οὕτω πολλοί τε καὶ ἅμα περιοδεύσουσιν καὶ μικρὸν ἕκαστος χωρίον κινηθήσεται, καὶ οὐ θαμὰ οἱ αὐτοὶ παρὰ τοῖς αὐτοῖς διατελοῦσι, πυκνὰ ἄλλων φυλάκων παρʼ ἄλλοις γιγνομένων φύλαξιν. τούτου δὲ οὕτω πρασσομένου οὐκ ἄν τι ἐκ τῶν φυλάκων νεωτερισθείη.
如此一来,巡逻人数既多且同时行动,每个人移动的距离却很短,且相同的人不会常聚在一起,因为不同的卫兵不断与另一些卫兵相遇。若按此办理,卫兵之中便不会发起任何谋反叛乱。
Τοὺς δὲ προφυλάσσοντας ἀντιπροσώπους ἀλλήλοις ἑστάναι· οὕτως γὰρ ἂν πάντῃ ἀπʼ αὐτῶν βλέποιντο, καὶ ἥκιστα ὑπό τινων ἀγρευθεῖεν λάθρᾳ προσελθόντων, ἅπερ ἤδη γεγονότα περὶ τὰ ἡμεροσκόπια δεδήλωται.
前哨守卫应面面相对而立;因为这样一来,所有方向都处于他们的视野之内,最不易被悄悄接近的人暗中偷袭捕获,正如先前在白昼瞭望哨上已经发生过的情况所表明的那样。
ἐν δὲ ταῖς χειμεριναῖς καὶ σκοτειναῖς νυξὶν ἄλλην καὶ ἄλλην4 αὐτοὺς λίθους βάλλειν εἰς τὸ ἔξω μέρος τοῦ τείχους, καὶ ὡς δὴ ὁρωμένους τινὰς ὑπʼ αὐτῶν ἐρωτώντων5 τίνες εἶεν· ἀπὸ ταὐτομάτου γὰρ ἂν γνωσθεῖέν τινες προσπελάζοντες.
在严冬与漆黑之夜,他们应不时向城墙外侧投掷石块,并如同确实看见有人似地质问是何人;因为借此偶尔便能发觉正在接近之人。
ἂν δὲ δοκῇ, καὶ εἰς τὸ ἔσω μέρος τῆς πόλεως τὸ αὐτὸ ποιεῖν. οἱ δέ τινες τοῦτό φασιν βλαβερὸν εἶναι· τοὺς γὰρ προσιόντας τῶν πολεμίων ἐν τῷ σκότει προαισθάνεσθαι ὅτι ἐνταῦθα οὐ προσιτητέον ἐστὶ διὰ τὴν φωνήν τε τῶν περιόδων καὶ τὸ βάλλειν, ἀλλὰ μᾶλλον εἰς τὸν σιγώμενον τόπον. ἄριστον δʼ ἐν τοιαύταις νυξὶν ἔξω τοῦ τείχεος κύνας προσδεδέσθαι νυκτερεύοντας, οἵπερ ἐκ πλείονος ἐμφανιοῦσιν τὸν ἐκ τῶν πολεμίων κατάσκοπον ἢ αὐτόμολον προσπελάζοντα τῇ πόλει λαθραίως ἤ πῃ ὁρμώμενον αὐτομολοῦντα· ἅμα δὲ καὶ τὸν φύλακα, ἐὰν τύχῃ καθεύδων, ἐγείρουσι διὰ τὸν ὑλαγμόν.
若认为适宜,对城内一侧亦可照此办理。但有人认为这有害处;因为在黑暗中前来的敌人会因巡逻者的声音和投石声而预先察觉此处不可接近,反而会转向寂静无声之处。然而在此类夜晚,最好的办法是在城墙外拴系狗只过夜,它们会从更远距离将暗中接近城邑的敌方间谍或投降者,或是企图逃匿投敌者暴露出来;同时,若卫兵恰好睡着,亦能借犬吠之声将其唤醒。
- 22.4διὰ βραχέων τε φυλάσσειν
介词短语 διὰ βραχέων 作状语,表示时间间隔(“以短暂的轮次值守”)。它与下文的 διʼ ὀλίγου φυλάσσειν 以及 διὰ βραχέος φυλασσόντων 同义,指每个轮值班次持续时间之短,而非空间距离。
- 22.6μὴ προειδότες ... ἀλλʼ ἀγνοοῦντες
主格复数分词,与前句主节中的不定代词 τις(单数)在逻辑意义上所指的全体卫兵(复数)构成语义一致(schema ad sensum)。解释了企图谋叛者为何无法得逞的原因。
- 22.9προφυλασσόντων εἷς ἀνὴρ
προφυλασσόντων 是第三人称复数现在主动命令式,承接前句的复数主语 προφύλακες,并与主格分配同位主语 εἷς ἀνὴρ(及后文的 ἄλλος、ἄλλοι)搭配,结合方向介词短语 ἐξ ... ἐπί / εἰς,意为“令各哨所由一人担任前哨前往(邻近哨所)……”。
- 22.12ἄλλην καὶ ἄλλην
阴性宾格短语 ἄλλην καὶ ἄλλην 属于惯用的宾格副词用法,省略了表示时间或轮次的名词(如 ὥραν 或 βολήν),意为“不时地”、“时断时续地”或“接连不断地”。
- 22.12ὡς δὴ ὁρωμένους τινὰς ὑπʼ αὐτῶν ἐρωτώντων
ἐρωτώντων 是第三人称复数主动命令式(“让他们质问”),主语为卫兵。由 ὡς 引出的宾格分词短语 ὡς δὴ ὁρωμένους τινάς 表拟似与借口(“仿佛确实有人被他们看见一样”),作宾格独立结构使用。
