- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:1.1-1.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了城防部队与出击部队的编制方案,具体论述了精锐护卫队、机动巡逻增援队、城垣守卫以及平民在广场等开阔地的部署。
Τὴν οὖν τῶν σωμάτων σύνταξιν σκεψαμένους πρὸς τὸ μέγεθος τῆς πόλεως καὶ τὴν διάθεσιν τοῦ ἄστεος καὶ τῶν φυλάκων τὰς καταστάσεις καὶ περιοδίας, καὶ ὅσα ἄλλα σώμασι κατὰ τὴν πόλιν χρηστέον, πρὸς ταῦτα τοὺς μερισμοὺς ποιητέον.1
因此,在结合城邦的规模、市区的布局、哨兵的哨位与巡逻,以及全城各处如何任用人员等一切事宜进行考量之后,必须根据这些情况来对人员的编制进行分配。
τοὺς μὲν γὰρ ἐκπορευομένους δεῖ συντετάχθαι πρὸς τοὺς ἐν τῇ πορείᾳ τόπους, ὡς χρὴ πορεύεσθαι παρά τε τὰ ἐπικίνδυνα χωρία καὶ ἐρυμνὰ καὶ στενόπορα καὶ πεδινὰ καὶ ὑπερδέξια καὶ ἐνεδρευτικά, καὶ τὰς τῶν ποταμῶν διαβάσεις καὶ τὰς ἐκ τῶν τοιούτων παρατάξεις· τὰ δὲ τειχήρη καὶ πολιτοφυλακήσοντα2 πρὸς μὲν τὰ τοιαῦτα οὐδὲν δεῖ συντετάχθαι, πρὸς δὲ τοὺς ἐν τῇ πόλει τόπους καὶ τὸν παρόντα κίνδυνον.
因为出征作战的部队必须针对行军中的地形来编成——即如何行经险要地带、堡垒、峡道、平原、制高点以及易设伏之处,并应对渡河以及由此类地形所引起的排兵布阵;而困守城墙与负责卫戍城邦的部队,则完全不必针对此类情况进行编排,而必须针对城内的各个位置以及眼前的危局来进行编制。
πρῶτον μὲν οὖν αὐτῶν ἀπονεῖμαι δεῖ τοὺς φρονιμωτάτους τε καὶ ἐμπείρους μάλιστα πολέμου, οἳ περὶ τοὺς ἄρχοντας ἔσονται· ἔπειτα λοιπὸν ἀπολέγειν σώματα τὰ δυνησόμενα μάλιστα πονεῖν, καὶ μερίσαντα λοχίσαι, ἵνα εἴς τε τὰς ἐξόδους καὶ τὰς κατὰ πόλιν περιοδίας καὶ τὰς τῶν πονουμένων βοηθείας ἢ εἴς τινα ἄλλην ὁμότροπον ταύταις λειτουργίαν ὑπάρχωσιν οὗτοι προτεταγμένοι τε καὶ δυνατοὶ ὄντες ὑπηρετεῖν.
首先,必须从他们之中分派最明智且作战经验最丰富之人,他们将侍随在执政官左右;其次,再选拔体魄最能耐劳的人员,将他们划分编组为连队,以便在出击、全城巡逻、救援受困者或执行任何与其性质相似的勤务时,能够预先就位并有能力执行任务。
εἶναι δὲ αὐτοὺς εὔνους3 τε καὶ τοῖς καθεστηκόσι πράγμασιν ἀρεσκομένους· μέγα γὰρ πρὸς τὰς τῶν ἄλλων ἐπιβουλὰς τοιοῦτο ἀθρόον ὑπάρχον ἀντʼ ἀκροπόλεως· φόβος γὰρ ἂν εἴη τοῖς ἐναντία θέλουσιν ἐν τῇ πόλει.
而且他们必须忠诚并安于现行体制;因为这样一支集结的部队充当着卫城的角色,对于防范他人的图谋乃是巨大的屏障,对于城内怀有叛逆意图之人亦将是一种震慑。
ἡγεμὼν δὲ καὶ ἐπιμελητὴς αὐτῶν ἔστω τά τε ἄλλα φρόνιμος καὶ εὔρωστος, καὶ ᾧ ἂν πλεῖστοι κίνδυνοι εἶεν μεταβολῆς γενομένης.4
他们的统领兼掌管者,在其他方面亦应当明智强健,并且是在政变发生时将承受最大危险之人。
τῶν δὲ λοιπῶν τοὺς ῥωμαλεωτάτους ἡλικίᾳ καὶ νεότητι ἐκλέξαντα ἐπὶ τὰς φυλακὰς καθιστάναι καὶ τὰ τείχη, τὸ δὲ περιὸν πλῆθος μερίσαντα πρὸς τὸ μῆκος τῶν νυκτῶν καὶ τῶν φυλάκων τὸ πλῆθος κατανεῖμαι, τῶν δὲ ὄχλων τοὺς μὲν εἰς τὴν ἀγοράν, τοὺς δὲ εἰς τὸ θέατρον, τοὺς δὲ ἄλλους εἰς τὰς οὔσας ἐν τῇ πόλει εὐρυχωρίας, ἵνα μηδὲν ἔρημον ᾖ εἰς δύναμιν τῆς πόλεως.
至于其余的人,应选拔年龄和青春最为健壮者,派往各处哨位和城壁守卫;将余下的人口依照夜晚的长短以及哨兵的人数进行划分和配置;而对于普通民众,则应将一部分部署于集市,一部分部署于剧场,其余部署于城内的开阔空地,以便在城邦力量所及的范围内,不使任何地方空虚无备。
- 1.1σκεψαμένους... ποιητέον
与非人称动词性形容词(ποιητέον)连用时,表示逻辑主语的分词并未采用常规的与格(σκεψαμένοις),而是采用了宾格(σκεψαμένους)。在非人称动形词结构中,类比于带宾格的不定式句型(如 δεῖ τινα ποιεῖν),施事者常可出现宾格的语法格交替现象。
- 1.3τὰ δὲ τειχήρη καὶ πολιτοφυλακήσοντα
中性复数分词与形容词的实质化用法,与前句中的阳性复数(τοὺς μὲν γὰρ ἐκπορευομένους)形成对比,用于集合性、功能性地指代负责城墙防卫与城防警戒的部队或兵力。
- 1.6εἶναι δὲ αὐτοὺς εὔνους
带有命令语气的不定式(命令性不定式),或者承前省略了表示义务的非人称动词(如 δεῖ),其逻辑主语作宾格(αὐτούς)。此种句法常见于罗列规程与训令的军事及教学体散文中。
- 1.7καὶ ᾧ ἂν πλεῖστοι κίνδυνοι εἶεν μεταβολῆς γενομένης
由关系词 ᾧ 引出并搭配 ἄν 与希求式动词(εἶεν)的关系从句,表潜在可能性或一般性假设。属格独立结构 μεταβολῆς γενομένης(一旦发生政变)在此充当条件从句(相当于 εἰ μεταβολὴ γένοιτο)。
