← 战术家埃涅阿斯

围城御敌策

§18.1-18.12

城门上锁与防范门闩插销遭篡改破坏

作者阐明傍晚关门时看管门闩插销的重要性,并详述门吏暗中破坏插销的各种手法,以及阿开亚城邦中测量插销尺寸并伪造拔销器的实际案例。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

Ὅταν δὲ οἱ ἐκπορευθέντες παραγένωνται καὶ δείλη γίγνηται, σημαίνειν1 δειπνοποιεῖσθαι καὶ εἰς φυλακὴν ἰέναι. ἐν ᾧ οἱ φύλακες εὐτρεπίζονται, ἐν τούτῳ περὶ τῶν πυλῶν ἐπιμελητέον ὅπως καλῶς κλείωνται· καὶ γὰρ περὶ τὰς βαλάνους πολλὰ σφάλματα γίγνεται διὰ τὰς τῶν ἀρχόντων μαλακίας.

当外出的人员归来且暮色降临时,应发出准备晚餐和前去值更的信号。在卫兵们做好准备的期间,必须在此期间对城门予以留意,以确保城门紧闭;因为由于长官们的怠忽,围绕门闩插销往往会出现诸多纰漏。

§18.2

ὅταν γὰρ ἐπὶ τὰς πύλας τις αὐτῶν ἐλθὼν κλεῖσαι μὴ αὐτουργὸς γίγνηται, ἀλλὰ παραδοὺς τὴν βάλανον τῷ πυλωρῷ κλεῖσαι κελεύῃ, τάδε κακουργεῖται ὑπὸ πυλωρῶν βουλομένων νυκτὸς δέξασθαι τοὺς πολεμίους.

因为当长官中有人前往城门去锁门,却不亲自动手,而是将插销交给门吏并命令其锁门时,企图在夜间接纳敌人的门吏便会玩弄如下诡计。

§18.3

ὁ μέν τις ἡμέρας εἰς τὴν βαλανοδόκην τῶν πυλῶν ἄμμον προενέβαλεν, ὅπως ἡ βάλανος ἔξω μένῃ καὶ μὴ ἐμβάλληται εἰς τὸ τρύπημα. φασὶ δὲ καὶ ἐμβεβλημένας βαλάνους ὧδε ἐξαιρεθῆναι. ἐμβαλλομένης κατʼ ὀλίγον ἄμμου εἰς τὴν βαλανοδόκην σείεσθαι2 ἀψοφητί, ἵνα μηδεὶς αἴσθηται. μετέωρος οὖν ἡ βάλανος ἐγίγνετο προσπιπτούσης τῆς ψάμμου, ὥστε ῥᾳδίως αὐτὴν ἐξαιρεθῆναι.

有人曾在白昼预先向城门的插销槽内撒入沙子,以使插销留在外面而不会落入孔中。据说,即便已经落入孔中的插销,也有依下述方式被取出的: 一边逐渐向插销槽中撒入沙子,一边悄无声息地摇晃门闩,以免被任何人察觉;于是随着沙砾滑落其下,插销渐渐浮起,从而得以轻易取出。

§18.5

Ἤδη δὲ πυλωρὸς δεξάμενος τὴν βάλανον παρὰ στρατηγοῦ ἐμβαλεῖν, ἐντεμὼν λάθρᾳ σμίλῃ ἢ ῥίνῃ τὴν βάλανον, βρόχον λίνου περιβαλὼν ἐνέβαλεν, εἶτα μετʼ ὀλίγον τῷ λίνῳ ἀνέσπασεν.

还有一次,一名门吏从将领手中接过插销去插门,暗中用凿子或锉刀在插销上刻出凹槽,套上麻线套索后将其插入,随后不久便借那根麻线将其拽出。

§18.6

ἄλλος δὲ προετοιμάσας ἐν γυργάθῳ λεπτῷ ἐνέβαλεν προσημμένου λίνου, καὶ ὕστερον ἀνέσπασεν. ἐξῃρέθη δὲ καὶ ἀνακρουσθεῖσα ἡ βάλανος. ἔτι δὲ καὶ θερμαστίῳ λεπτῷ ἐξῃρέθη· χρὴ δὲ τοῦ θερμαστίου τὸ μὲν ἓν μέρος εἶναι οἷον σωλῆνα, τὸ δὲ ἕτερον πλατύ, ὥστε τῷ μὲν σωληνοειδεῖ ὑπολαμβάνειν τὴν βάλανον, τῷ δὲ ἐπιλαμβάνειν.

另一个人预先准备妥当,将插销置于系有细麻线的小柳条篓中投入,事后将其拽出。插销也有通过从下方击打顶出而被取下的。此外,还有人用细钳子将其取出;这种钳子的一部分必须呈管状槽形,另一部分呈扁平状,以便用管状部分在下方承托插销,用扁平部分从上方夹紧。

§18.7

ἕτερος δὲ ἔλαθεν τρέψας τὸν μοχλὸν μέλλων ἐμβάλλειν, ἵνα μὴ κατέλθῃ εἰς τὸ τρύπημα ἡ βάλανος καὶ ὕστερον ὠσθεῖσα ἀνοιχθῇ ἡ πύλη.

另有一人则在打算插入插销时暗中转动了横木门闩,使得插销无法落入孔中,以便日后一推即可开启大门。

§18.8

Περὶ Ἀχαΐαν δὲ ἐν πόλει ἐπιχειροῦντες κρυφαίως δέξασθαι ξένους πρῶτον μὲν τῆς βαλάνου ἔλαβον τὰ μέτρα τρόπῳ τοιῷδε.

在阿开亚一带的一座城镇中,企图暗中接纳外敌的人,首先以下述方式获取了插销的尺寸。

§18.9

προκαθέντες ἐν τῇ ἡμέρᾳ εἰς τὴν βαλανοδόκην λίνου λεπτοῦ καὶ ἰσχυροῦ βρόχον καὶ τὰς ἀρχὰς ἔξω οὔσας ἀφανεῖς, ὡς ἐν τῇ νυκτὶ ἐνεβλήθη ἡ βάλανος, ἀνέσπασαν ταῖς ἀρχαῖς τοῦ λίνου τὸν βρόχον καὶ τὴν βάλανον, λαβόντες δὲ τὰ μέτρα αὐτῆς πάλιν καθῆκαν. ἔπειτα πρὸς μέτρα οὕτω τῆς βαλάνου βαλανάγραν ἐποιήσαντο τρόπῳ τοιῷδε.

他们在白昼预先将一根细而结实的麻线套索垂入插销槽内,线头留于外部且隐而不见;待到夜间插销落入时,他们拽动麻线两端将套索连同插销一同吊起,测得其尺寸后又将其放回。随后,他们依照插销的尺寸,以下述方式制作了拔销器。

§18.10

ἐχαλκεύσαντο σίφωνά τε καὶ φορμορραφίδα. ἦν δὲ ὁ μὲν σίφων ἐργασθεὶς καθάπερ εἴωθε γίγνεσθαι· τῆς δὲ φορμορραφίδος τὸ μὲν ὀξὺ καὶ πολὺ μέρος εἴργαστο καθάπερ ταῖς ἄλλαις φορμορραφίσιν, ἡ δὲ λαβὴ ἦν κοίλη ὥσπερ στυρακίου ᾗ τὸ στελεὸν ἐμβάλλεται.

他们命铁匠打制了一根导管和一柄缝苇席用的大针。导管是按寻常样式制作的;而大针那尖锐且占大半的部分虽与普通苇席针无异,其柄部却如矛头末梢的套筒般空心,可供插入木柄。

§18.11

καὶ παρὰ μὲν τῷ χαλκεῖ ἐνεβλήθη στελεόν, ἀπενεχθέντος δὲ ἐξῃρέθη, ὥστε πρὸς τὴν βάλανον προσαχθεῖσαν ἁρμόσαι. προνοητικῶς δὴ δοκεῖ ποιηθῆναι πρὸς τὸ τὸν χαλκέα μηδὲν ὑποπτεῦσαι ὅ τε σίφων οὗ ἕνεκα ἐργασθεὶς εἴη καὶ ἡ φορμορραφίς,3 καὶ τὰ ἄρμενα γίγνεσθαι.4

在铁匠铺时,针柄内插入了木柄,但取走后便将木柄拔除,以便套在插销上时能够契合。如此行事显然极具预见性,既使铁匠丝毫不怀疑打制导管和大针究竟是何用意,又使所需器具得以顺利制成。

§18.12

Ἤδη δέ τινες ἐν τῇ βαλανοδόκῃ οὔσης βαλάνου τὸ περίμετρον ὧδε ἔλαβον. πηλὸν κεραμικὸν περιελίξαντες ὀθονίῳ λεπτῷ καθῆκαν, ἀρμένῳ πιέζοντες περὶ τὴν βάλανον τὸν πηλόν· ἔπειτα ἀνέσπασαν τὸν πηλὸν καὶ ἔλαβον τὸν τύπον τῆς βαλάνου, πρὸς ὃν τὴν βαλανάγραν ἐποιήσαντο.

此外,曾有人在插销已在槽内的情况下,通过如下方式获取了其周长:他们用薄布包裹陶土垂入槽中,用工具将陶土压紧在插销周围;随后将陶土吊起,获得了插销的模型,并依照该模型制作了拔销器。

语法注4 条
  1. 18.1σημαίνειν

    此处不定式具有命令/当为语气(命令性不定式),与后文表示必要性的动形容词 ἐπιμελητέον 相呼应。

  2. 18.4σείεσθαι

    该不定式处于由前文 φασί 所管辖的间接引语中,以被动或无人称用法表示门或门闩被晃动。

  3. 18.11ὅ τε σίφων οὗ ἕνεκα ἐργασθεὶς εἴη καὶ ἡ φορμορραφίς

    此处为提宾/先取结构(prolepsis),原本作为间接疑问从句主语的 ὅ τε σίφων ... καὶ ἡ φορμορραφίς 被提前置于从句之外,以突出为动词 ὑποπτεῦσαι 所关照的对象。

  4. 18.11καὶ τὰ ἄρμενα γίγνεσθαι

    该不定式与前面的 τὸν χαλκέα μηδὲν ὑποπτεῦσαι 并列,共同受介词短语 πρὸς τό 管辖,表述双重目的:“既使铁匠不生疑,又使器具得以制成”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:18.1-18.12