- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:18.13-18.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述门吏企图利用长线团向罗得岛的忒墨诺斯献出忒奥斯城的密谋,以及另一门吏借打水之名用投石数量通报哨位的叛逆手段,告诫长官必须亲手锁门并藏匿门闩。
Συμβάλλεται γενέσθαι Τημένῳ Ῥοδίῳ ἐν Ἰωνίᾳ Τέως πόλις εὐμεγέθης πρόδοτος1 ὑπὸ τοῦ πυλωροῦ. ἄλλα τε οὖν προσυνέθεντο καὶ νύκτα ἀσέληνον καὶ σκοτεινήν, ἐν ᾗ ἔδει τὸν μὲν ἀνοῖξαι, τὸν δὲ μετὰ ξένων εἰσελθεῖν.
罗得岛人忒墨诺斯与门吏达成密约,企图由门吏出卖伊奥尼亚的大城忒奥斯。他们预先约定了诸多细节,并选定一个无月的漆黑之夜,届时由门吏开门,而忒墨诺斯率领雇佣军入城。
ἐπεὶ δʼ ἔδει εἰς τὴν ἐπιοῦσαν νύκτα πραχθῆναι, παρῆν τῷ πυλωρῷ ἀνὴρ ὅστις ἐπεὶ ὀψὲ ἦν καὶ φυλακαί τε ἐπὶ τοῦ τείχεος καθίσταντο καὶ αἱ πύλαι ἔμελλον κλείεσθαι, σκότους οὖν ἤδη ὄντος, ἀπηλλάσσετο, ἐκδήσας ἀρχὴν ἀγαθίδος λίνου κλωστοῦ, ὅπερ οὐκ ἔμελλεν ῥᾳδίως διαρραγῆναι.
当密谋定于次夜执行时,有一名男子留在门吏身边;天色已晚,城墙上已在布置岗哨,城门即将关闭,在夜幕已然降临之际,那男子系牢一团不易扯断的纺制麻线的一端,随后离去。
τὴν δὲ ἀγαθίδα ἐπορεύθη ἀπελίσσων ἀπὸ τῆς πόλεως πέντε στάδια, ὅπῃ ἔμελλον οἱ εἰσπορευσόμενοι ἥξειν.
他一边放开线团,一边走出城外五斯塔德,来到那些准备入城者预定抵达的地点。
ἐπεὶ δὲ παρῆν ὁ στρατηγὸς κλεῖσαι τὰς πύλας, καὶ ἔδωκε κατὰ τὸ ἔθος τῷ πυλωρῷ ἐμβαλεῖν τὴν βάλανον, δεξάμενος ἐνέτεμεν λαθραίως ἀψοφητὶ ῥίνῃ ἢ σμίλῃ τὴν βάλανον, ὥστε ἐνέχεσθαι λίνον. εἶτα βρόχον περιθεὶς καθῆκε τὴν βάλανον ἐχομένην ὑπὸ τοῦ λίνου· μετὰ δὲ ταῦτα κινήσας τὸν μοχλὸν καὶ ἐπιδείξας τῷ στρατηγῷ κεκλεισμένην τὴν πύλην εἶχεν ἡσυχίαν.
当将领前来锁门并按惯例将插销交给门吏插入时,门吏接过插销,悄无声息地暗中用锉刀或凿子在插销上刻出凹槽,以便能套住麻线。随后他套上绳圈,用麻线牵引着将插销垂下;之后他晃动了横木门闩,向将领展示城门已经关好,便静候一旁。
χρόνου δὲ προϊόντος ἀνασπάσας τὴν βάλανον, τὴν ἀρχὴν τοῦ σπάρτου πρὸς αὑτὸν ἔδησεν τοῦδε ἕνεκεν, ὅπως, εἰ καθυπνώσας τύχοι, ἐγερθείη σπώμενος ὑπὸ τοῦ λίνου.
过了一段时间,他拉起插销,将绳头系在自己身上,其用意在于:万一自己睡着,被麻线牵拉便能醒来。
ὁ δὲ Τήμενος παρῆν διεσκευασμένος μεθʼ ὧν ἔμελλεν εἰσπορεύεσθαι εἰς χωρίον ῥητὸν πρὸς τὸν τὴν ἀγαθίδα ἔχοντα. ἦν δὲ προσυγκείμενον τῷ Τημένῳ πρὸς τὸν πυλωρὸν ἐλθόντι εἰς τὸν χῶρον σπᾶν τὸ σπάρτον.
此时,忒墨诺斯与同他一起入城的人装备齐整,来到了手持线团者所在的预定地点。忒墨诺斯预先与门吏约定,到达该地点后便扯动绳子。
καὶ εἰ μὲν ἦν ἕτοιμα τῷ πυλωρῷ ἅπερ ἤθελε, προσεπιδῆσαι πρὸς τὴν ἀρχὴν τοῦ λίνου μαλλὸν ἐρίου καὶ ἀφεῖναι,2 ὅπερ ἰδὼν ὁ Τήμενος ἔμελλεν σπεύδειν πρὸς τὰς πύλας· εἰ δʼ ἀπετύγχανεν ὁ πυλωρὸς τοῦ θελήματος οὐδὲν προσάψας ἀφῆκεν τὸ λίνον, ὥστε τὸν Τήμενον ἐκ πολλοῦ φθάσαι τε καὶ λαθεῖν ἀπαλλαγέντα. ᾐσθάνοντο οὖν ἐν τῇ νυκτὶ τὸ σπάρτον ὑπάρχον ἐν τῇ πόλει, οὐχ οἷόν τε ἦν προϊέναι.
如果门吏这边诸事齐备如愿,便在麻线端头系上一簇羊毛并放开,忒墨诺斯见状便赶往城门;但若门吏的图谋受挫,他就不系任何物件直接放开麻线,以便忒墨诺斯能够早早抢先并悄然撤退。然而,他们在夜间察觉到这条绳索存在于城内,遂无法继续进行。
Τρόπον δὲ κατὰ τόνδε προεδόθη πόλις ὑπὸ πυλωροῦ. σύνηθες ἐποιήσατο, ἐπεὶ μέλλοιεν αἱ πύλαι κλείεσθαι, ὑδρίον ἔχων ἐξιέναι ὡς ἐφʼ ὕδωρ. ἀφικνούμενος δὲ ἐπὶ τὴν κρήνην λίθους ἐτίθει εἰς τόπον γνωστὸν τοῖς πολεμίοις, ἐφʼ οὗ φοιτῶντες εὕρισκον διὰ τῶν τιθεμένων λίθων ἅπερ θέλοι δηλοῦν ὁ τῆς πόλεως φύλαξ.
另有一座城邦曾被门吏以下述方式出卖。他养成了一种习惯,每逢城门即将关闭时,便手提小水罐外出,佯装去汲水。来到泉水旁后,他便在敌人知晓的地点摆放石块;敌人前来该处,通过所摆放的石块便能知晓守城卫兵想要传达的意图。
εἰ μὲν γὰρ πρώτην φυλάσσοι, ἕνα λίθον ἐτίθει πρὸς τὸν συγκείμενον τόπον, εἰ δὲ δευτέραν, δύο, εἰ δὲ τρίτην, τρεῖς, εἰ δὲ τετάρτην, τέτταρας. ἔτι δὲ καὶ ᾗ τοῦ τείχους καὶ κατὰ τί τῶν φυλακῶν λελόγχοι, τούτῳ δʼ οὖν τῷ τρόπῳ σημαίνων ἐνέδωκεν. ταῦτα δεῖ οὖν συμβαλλόμενον πάντα φυλάττεσθαι καὶ τὰς πύλας αὐτὸν τὸν ἄρχοντα κλείειν καὶ μὴ ἄλλῳ διδόναι τὴν βάλανον.
因为如果他值守第一更,就在约定的地点放一块石头;若是第二更,放两块;第三更,放三块;第四更,放四块。此外,城墙的哪一段以及轮到哪一处哨位,他也借此方式发出暗号予以出卖。因此,必须将这一切情况考虑在内并严加戒备,由长官亲自锁门,不可将插销交与他人。
πράσσοντα δέ τι τοιοῦτον τὸν μοχλὸν ἀφανίζειν·3 ἤδη γάρ τινες ἐπιφανέντες ὑπεναντίοι ἐβιάσαντο πάλιν κλεῖσαι, τοῦ μοχλοῦ παρόντος. διὸ δεῖ πάντα τὰ τοιαῦτα προνοεῖν.
在执行此类操作时,应当将横木门闩藏匿起来;因为以往曾有敌人突然出现,因门闩就在手边,便强行将城门再度关上。为此,必须预先防范所有此类变故。
- 18.13Συμβάλλεται γενέσθαι Τημένῳ Ῥοδίῳ ἐν Ἰωνίᾳ Τέως πόλις εὐμεγέθης πρόδοτος
此处采用人称被动句式,主格主语“忒奥斯大城”(Τέως πόλις εὐμεγέθης)作动词 συμβάλλεται(被动语态,“被约定、达成协议”)的主语,并搭配主格表语 πρόδοτος 与不定式 γενέσθαι,取代了“συμβάλλεται + 宾格加不定式”的非人称句式。
- 18.19προσεπιδῆσαι πρὸς τὴν ἀρχὴν τοῦ λίνου μαλλὸν ἐρίου καὶ ἀφεῖναι
不定式 προσεπιδῆσαι 与 ἀφεῖναι 受前文非人称短语 ἦν δὲ προσυγκείμενον(“预先约定了……”)支配,充当条件从句 εἰ μὲν ἦν ἕτοιμα 的归结内容。而在后半句的对比从句中,句式转为直陈式过去时(εἰ δʼ ἀπετύγχανεν ... ἀφῆκεν),呈现出语法上的转换与破格。
- 18.22πράσσοντα δέ τι τοιοῦτον τὸν μοχλὸν ἀφανίζειν
不定式 ἀφανίζειν 用作表示命令与劝告的命令型不定式(兵书指南中常见的用法),宾格分词短语 πράσσοντα δέ τι τοιοῦτον 则作为其逻辑主语(泛指执行者,“进行此类操作的人应当将门闩藏好”)。
