← 战术家埃涅阿斯

围城御敌策

§17.1-17.6

城外集会政变的危险与防范对策

在内部分裂的城邦中,城外的节日集会和武装游行易成为政变阴谋的契机,作者以阿尔戈斯的屠杀惨剧为例,并指出希俄斯人的戒备措施及由长官先行祭拜的防范之策。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

Ἐν δὲ μὴ ὁμονοούσῃ πόλει καὶ ὑπόπτως πρὸς ἀλλήλους ἐχόντων1 χρὴ προνοοῦντα εὐλαβεῖσθαι τὰς μετʼ ὄχλου ἐξόδους ἐπὶ θεωρίαν λαμπάδος καὶ ἱπποδρομίας καὶ τῶν ἄλλων ἀγώνων ὅσαι γε ἱεροποιίαι πανδημεὶ ἐκτὸς τῆς πόλεως καὶ σὺν ὅπλοις πομπαὶ ἐκπέμπονται, ἔτι καὶ περὶ τὰς πανδήμους νεωλκίας καὶ τὰς συνεκφορὰς τῶν τελευτησάντων· ἔνι γὰρ καὶ ἐν τοιῷδε καιρῷ σφαλῆναι τοὺς ἑτέρους.

在一座缺乏和睦且公民彼此心存猜忌的城邦中,有远见者必须警惕伴随群众的外出——无论是去观看火炬赛跑、赛马还是其他竞技,凡是由全体民众在城外举行的祭礼和武装游行,以及全体出动的拖船上岸和死者的集体葬礼,皆当谨慎对待;因为正是在这样的关头,其中一派有可能遭受倾覆。

§17.2

παράδειγμα δὲ ἐξοίσω γενόμενον πάθος. ἑορτῆς γὰρ πανδήμου ἔξω τῆς πόλεως Ἀργείων γενομένης ἐξῆγον πομπὴν σὺν ὅπλοις τῶν ἐν τῇ ἡλικίᾳ· συχνοὶ δὲ τῶν ἐπιβουλευόντων καὶ αὐτοὶ παρεσκευάζοντο καὶ αὐτοῖς συνείποντο ἔνοπλοι εἰς τὴν πομπήν, καὶ ὡς ἐγένετο πρὸς τῷ ναῷ τε καὶ τῷ βωμῷ, οἱ μὲν πολλοὶ τὰ ὅπλα θέμενοι ἀπωτέρω τοῦ ναοῦ πρὸς τὰς εὐχάς τε καὶ τὸν βωμὸν ὥρμησαν. τῶν δὲ ἐπιβουλευόντων οἱ μὲν ἐπὶ τῶν ὅπλων ὑπέμειναν, οἱ δὲ ταῖς ἀρχαῖς τε καὶ τῶν πολιτῶν τοῖς προέχουσι παρέστησαν ἐν ταῖς εὐχαῖς, ἀνὴρ ἀνδρί, ἔχοντες ἐγχειρίδια· καὶ τοὺς μὲν κατεβεβλήκεσαν, οἱ δὲ αὐτῶν εἰς τὴν πόλιν σὺν τοῖς ὅπλοις ἔσπευσαν. ἕτεροι δὲ τῶν συνεπιβουλευόντων ὑπομείναντες ἐν τῇ πόλει μετὰ τῶν προαλισθέντων ὁπλιτῶν προκατέλαβον οὓς προσῆκε τόπους τῆς πόλεως, ὥστε δέξασθαι τῶν ἔξω οὓς ἐβούλοντο. διὸ δεῖ τὰς τοιαύτας ἐπιβουλὰς ἐν οὐδενὶ καιρῷ ἀφυλάκτως διακεῖσθαι.2

我将举出一个实际发生过的惨剧作为例证。当阿尔戈斯人在城外举行全民节日时,适龄服役的人员进行了一场武装游行;众多密谋者也做好了准备,全副武装加入游行队伍随行。当行抵神庙和祭坛时,多数人将武器置于距神庙稍远之处,便急忙奔向祈祷之处和祭坛。然而密谋者中,一部分人留在武器旁,另一部分人则身藏短剑,在祈祷期间一对一地贴近长官和显贵公民;他们将长官等人击杀,而密谋者中的另一部分人则持械奔向城内。留守城内的其他同谋者,与预先纠集的重装步兵一道,预先占领了城内的要冲之地,以便接应城外他们所中意的人进城。因此,在任何时候都绝不可对这类阴谋掉以轻心。

§17.5

Χῖοι δὲ ἄγοντες τὰ Διονύσια καὶ πέμποντες πομπὰς λαμπρὰς πρὸς τοῦ Διονύσου τὸν βωμόν, προκαταλαμβάνουσι τὰς εἰς τὴν ἀγορὰν φερούσας ὁδοὺς φυλακαῖς καὶ δυνάμεσι πολλαῖς, κώλυμα γοῦν οὐ μικρὸν τοῖς βουλομένοις νεωτερίζειν.

而希俄斯人在举行狄奥尼索斯节并向狄奥尼索斯祭坛派出盛大游行队伍时,预先派遣守卫和重兵占领通往阿哥拉的道路,这对于企图发动叛乱者而言绝非小阻碍。

§17.6

ἄριστον δὲ τὰς ἀρχὰς πρῶτον μετὰ τῆς προῃρημένης δυνάμεως ἱεροποιῆσαι, τούτων δὲ ἐκ τοῦ ὄχλου ἀπαλλαγέντων, οὕτω τοὺς ἄλλους συνιέναι.

然而最佳的办法是,由长官们首先率领精选的兵力举行祭祀之礼,待他们退出人群之后,其余大众再行集会。

语法注2 条
  1. 17.1καὶ ὑπόπτως πρὸς ἀλλήλους ἐχόντων

    此句为省略逻辑主语(“公民们”)的独立属格结构。根据前文的“在不和睦的城邦中”(Ἐν δὲ μὴ ὁμονοούσῃ πόλει),可知其逻辑主语为公民们(τῶν πολιτῶν)。

  2. 17.4διὸ δεῖ τὰς τοιαύτας ἐπιβουλὰς ἐν οὐδενὶ καιρῷ ἀφυλάκτως διακεῖσθαι

    短语 ἀφυλάκτως διακεῖσθαι(处于不设防/戒备的状态)本为不及物性表达,此处直接支配宾格 τὰς τοιαύτας ἐπιβουλάς,作为关系宾格或相当于带介词(如 πρός/περί)的防范对象,意为“对于此类阴谋绝不可放松戒备”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:17.1-17.6