- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:16.13-16.22
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了利用海运与马车保持部队体力充沛的机动优势,并根据地形提出针对性的防御策略(封锁要隘、占领要地或在城郊迎击),同时强调充分利用地利及海军配合背部登陆作战。
ἄριστον δ̓, ἵνα νεοκμῆσιν τοῖς στρατιώταις χρήσῃ, ὑπαρχόντων γε πλοίων, κατὰ θάλατταν τὴν δίωξιν ποιεῖσθαι·1 τό τε γὰρ φθάσαι καὶ τὰ ἄλλα εἰς τὸ δέον σοι συμβήσεται, ἐὰν μὴ κατοφθῇς πλέων ὑπʼ αὐτῶν.
然而,为了能使士兵们在精力充沛的状态下投入战斗,若有船只可用,通过海路进行追击乃是最佳方案;因为只要你在航行时不被他们窥见,无论是抢先到达还是其他诸事,都将如你所愿地实现。
Κυρηναίους δὲ καὶ Βαρκαίους λέγεται καὶ ἄλλας τινὰς πόλεις τὰς ἁμαξηλάτους τε ὁδοὺς καὶ μακρὰς βοηθείας ἐπὶ συνωρίδων καὶ ζευγῶν βοηθεῖν·2 κομισθέντων δὲ εἰς τὸ προσῆκον καὶ ἑξῆς τῶν ζευγέων παραταχθέντων, ἀποβάντες οἱ ὁπλῖται καὶ ἐν τάξει γενόμενοι εὐθὺς νεοκμῆτες προσεφέροντο τοῖς πολεμίοις.
据说昔兰尼人、巴尔卡人以及其他某些城邦,在可通行马车的道路上以及远距离救援时,都是乘着双马双轮车和驭车出援的;当他们被运送到适宜的地点、车队依次排开之后,重装步兵便走下车来,整队成阵,立即以充沛的体力迎击敌人。
οἷς οὖν εὐπορία ζευγῶν, καλὸν τὸ πλεονέκτημα, ταχύ τε καὶ νεοκμῆτας τοὺς στρατιώτας εἰς τὸ δέον ἐλθεῖν· εἴησαν δὲ ἂν αἱ ἅμαξαι εὐθὺς καὶ ἔρυμα ταῖς στρατοπεδείαις· οἱ τραυματίαι καὶ εἴ τι ἄλλο γένοιτο σύμπτωμα τοῖς στρατιώταις, ἐπὶ τούτοις ἀπάγοιντʼ ἂν εἰς τὴν πόλιν.
因此,对于拥有充足车队的人而言,士兵们能够迅速且毫不疲惫地抵达所需之地,是一个极佳的优势;车辆还可以立即充当营地的防壁,伤员以及士兵们若遭遇其他意外变故,亦可用车运回城内。
Καὶ ἐὰν μὲν ᾖ ἡ χώρα μὴ εὐείσβολος, ἀλλʼ ὀλίγαι ὦσιν αἱ εἰσβολαὶ καὶ στεναί, προκατασκευάσαντας αὐτάς, ὡς προγέγραπται οὕτω μερισθέντας, ἐπὶ ταῖς εἰσβολαῖς ἐναντιοῦσθαι τοῖς ἐπιχειροῦσι3 καὶ βουλομένοις πρὸς τὴν πόλιν προσιέναι, προδιαταξαμένους καὶ τοὺς φρυκτοῖς γνωρίζοντας τὰ ἀλλήλων πάθη, ὅπως τὰ μέρη βοηθῇ, ἄν τι δέωνται ἀλλήλων.
倘若国土不易侵入,且入口狭窄稀少,就应当预先整饬这些隘口,按照前述方式分派兵力,在隘口处迎击那些图谋且企图向城池进发的敌人;同时还应预先部署好通过烽火互相通报彼此状况的人员,以便各部在互相需要时能够施以援手。
ἂν δὲ μὴ δυσείσβολος ᾖ ἡ χώρα, ᾖ δὲ πολλαχῇ πολλοὺς εἰσβάλλειν, χρησίμους καταλαβεῖν τῆς χώρας τόπους, ὥστε τοῖς πολεμίοις χαλεπὴν εἶναι τὴν πάροδον ἐπὶ τὴν πόλιν.
但倘若国土并非难以侵入,而是能够让众多敌军从多处攻入,就应占领领土内的要冲之地,以使敌人通往城池的道路变得艰难。
ἂν δὲ μηδὲ ταῦτα ὑπάρχῃ, τῶν λοιπῶν καταλαβεῖν ἐγγὺς τῆς πόλεως χωρία σύμμαχα πρὸς τὸ μάχεσθαί τε πλεονεκτικῶς καὶ εὐαπαλλάκτως ἔχειν τοῦ χωρίου ὅταν βούλῃ ἀπιέναι πρὸς τὴν πόλιν· κἂν οὕτως ἐμβαλόντες οἱ πολέμιοι εἰς τὴν χώραν πρὸς τὴν πόλιν πορεύωνται, κατάρχειν ὑμᾶς τῆς μάχης ἐκ τῶν χωρίων τούτων ὁρμωμένους.
如果连这一点也无法做到,就应在剩余的地方中,占领城池附近便于占据优势交战、且在你意欲撤回城内时便于脱离战场的有利地形;在敌人如此攻入境内并向城池行进时,你们便从这些据点出击,打响战斗。
τὰς δʼ ἐπιθέσεις αὐτοῖς ποιεῖσθαι ἀεὶ πλεονεκτοῦντα ἐκ τῆς χώρας τῇ συνηθείᾳ· πολὺ γὰρ προέξεις προειδὼς τὰ χωρία καὶ προάγων εἰς τόπους οἵους ἂν σὺ βούλῃ, σοὶ μὲν γνωστοὺς καὶ ἐπιτηδείους καὶ φυλάξασθαι καὶ διῶξαι καὶ φυγεῖν καὶ ἀπιέναι εἰς τὴν πόλιν λαθραίως καὶ φανερῶς— ἔτι δὲ καὶ τὰ ἐπιτήδεια προειδότα ὅπου ἂν τῆς χώρας ὑπάρχῃ ὑμῖν— τοῖς δὲ πολεμίοις ἀσυνήθεις καὶ ἀγνῶτας καὶ λελειμμένους πάντων τούτων.
你们应当始终凭借对本土地形的熟悉所带来的优势,向敌人发起攻击;因为你预先明了地形,并将敌人引入你所希望的地点,你将占据巨大优势——这些地点对你而言既熟悉又便利,宜于防守、追击、撤退,以及秘密或公开地退回城内(此外还预先知道领土内何处有供你们使用的物资)——而对敌人来说则是生疏未知且缺乏这一切便利的。
εἰδότες δὲ ὅτι ἄπειρον ὄντα τῆς χώρας οὐ μόνον ἀδύνατον πρᾶξαί τι ὧν θέλει, ἀλλὰ καὶ σωθῆναι χαλεπόν,4 τῶν γε ἐν τῇ χώρᾳ βουλομένων ἐπιχειρεῖν, πρὸς πάντʼ ἂν ἀτόλμως καὶ δειλῶς διακείμενοι σφάλλοιντο διὰ τὸ μηδὲν τῶν τοιούτων εἰκάζειν. διενέγκοι γὰρ ἂν ἑκατέροις ὅσον εἰ τοῖς μὲν νυκτὸς μάχεσθαι εἰλήχει τοῖς δὲ ἡμέρας,5 εἰ οἷόν τέ πως ἦν τοῦτο ἅμα γενέσθαι.
当敌人认识到,对于一个不熟悉该国地形的人而言,不仅不可能达成其任何企图,而且在本地人意欲进攻时甚至难以全身而退,他们面对一切都会变得畏首畏尾、胆怯懦弱,并因对诸如此类的情况毫无预料而铸成大错。因为双方的差距之大,正如一方抽签在黑夜中战斗而另一方在白昼中战斗一样(假若这两种情况有可能同时发生的话)。
ὑπάρχοντος δέ σοι ναυτικοῦ, πεπληρῶσθαι τὰς ναῦς· οὐ γὰρ ἐλάσσω τοὺς πολεμίους ὀχλήσουσιν οἱ ἐν ταῖς ναυσίν, ἐάν γε παραπλέον ὑπάρχῃ πρὸς τὰ ἐπιθαλάσσια χωρία καὶ τὰς παρὰ θάλασσαν ὁδούς, ἵνʼ ὑπὸ ὑμῶν τε ὀχλῶνται καὶ ὑπὸ τῶν ἐκ τῶν νηῶν κατὰ νώτου αὐτοῖς τὴν ἀπόβασιν ποιουμένων.
倘若你拥有海军,船只应当满编人员;因为只要能沿着沿海地带及沿海道路并肩航行,船上的兵力对敌人的骚扰丝毫不逊色,以便敌人既受到你们的骚扰,又受到从船上在其背后登陆之人的骚扰。
ταῦτα δὲ οὕτως πράττοντες ἀπαρασκευαστοτάτοις ἂν τοῖς πολεμίοις ἐπιθεῖσθε καὶ παρὰ δόξαν τὰ ἀφʼ ὑμῶν αὐτοῖς ἀποβαίη.
若能如此行事,你们便能在敌人最为猝不及防之时发起进攻,而来自你们一方的行动亦将出乎他们的意料。
- 16.13ἄριστον δ̓, ἵνα νεοκμῆσιν τοῖς στρατιώταις χρήσῃ, ὑπαρχόντων γε πλοίων, κατὰ θάλατταν τὴν δίωξιν ποιεῖσθαι
ἄριστον 为表语形容词,真正的主语是不定式短语 κατὰ θάλατταν τὴν δίωξιν ποιεῖσθαι。其间插入了目的从句 ἵνα...χρήσῃ(χρήσῃ 为第二人称单数第一不定过去式虚拟语气,支配与格 νεοκμῆσιν τοῖς στρατιώταις)以及表示条件的属格绝对结构 ὑπαρχόντων γε πλοίων。
- 16.14Κυρηναίους δὲ καὶ Βαρκαίους λέγεται καὶ ἄλλας τινὰς πόλεις τὰς ἁμαξηλάτους τε ὁδοὺς καὶ μακρὰς βοηθείας ἐπὶ συνωρίδων καὶ ζευγῶν βοηθεῖν
由非人称动词 λέγεται 引领的“宾格加不定式”结构。宾格主语为 Κυρηναίους δὲ καὶ Βαρκαίους... καὶ ἄλλας τινὰς πόλεις,不定式为 βοηθεῖν。宾格短语 τὰς ἁμαξηλάτους τε ὁδοὺς καὶ μακρὰς βοηθείας 起同族宾格或范围/副词性宾格的作用(“在可通车之道以及远距离救援中”)。
- 16.16προκατασκευάσαντας αὐτάς, ὡς προγέγραπται οὕτω μερισθέντας, ἐπὶ ταῖς εἰσβολαῖς ἐναντιοῦσθαι τοῖς ἐπιχειροῦσι
在紧接条件从句 ἐὰν μὲν ᾖ... 的主句中,省略了表应当的动词(如 χρή 或 δεῖ),因此不定式 ἐναντιοῦσθαι 具有祈使或应当的含义(或由上下文补出 δεῖ)。分词 προκατασκευάσαντας 和 μερισθέντας 采用宾格,修饰其未明示的逻辑主语(防守者/你们)。
- 16.20εἰδότες δὲ ὅτι ἄπειρον ὄντα τῆς χώρας οὐ μόνον ἀδύνατον πρᾶξαί τι ὧν θέλει, ἀλλὰ καὶ σωθῆναι χαλεπόν
主格复数分词 εἰδότες 在逻辑上修饰主句动词 σφάλλοιντο ἄν 的主语(敌人)。在 ὅτι 引导的宾语从句中,ἄπειρον ὄντα 为宾格分词,作非人称谓语 ἀδύνατον 和 χαλεπόν 所管辖的不定式 πρᾶξαι 与 σωθῆναι 的逻辑主语(“一个对该地不熟悉的人”)。
- 16.20διενέγκοι γὰρ ἂν ἑκατέροις ὅσον εἰ τοῖς μὲν νυκτὸς μάχεσθαι εἰλήχει τοῖς δὲ ἡμέρας
非人称表达 διενέγκοι ἄν(潜在希求语气,“两者之间差别将会有如此之大”)后接与格 ἑκατέροις(对双方而言),由程度比较短语 ὅσον εἰ(“正如……一样”)引导。过去完成时 εἰλήχει(源自 λαγχάνω)表示抽中/被分配某种命运,不定式 μάχεσθαι 作其主语。
