← 战术家埃涅阿斯

围城御敌策

§16.1-16.12

应对入侵者的设伏与迎击战术

作者提出了针对入侵者更为优越的应对方法,主张避免在夜间无序地盲目出击,而是诱使敌军流于劫掠与懈怠,伺机协同各兵种发起反击,并阐述了迂回设伏阻截敌军撤退的战术。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

Ὅδʼ οὖν ἄλλος τρόπος βοηθείας βελτίων ἂν εἴη ἐπὶ τοὺς ἐμβεβληκότας.

针对入侵者,以下另一种救援方式当更为优越。

§16.2

πρῶτον μὲν οὖν νυκτὸς οὐ χρὴ εὐθὺς βοηθεῖν, εἰδότα1 ὅτι ἀτακτότατοι ἂν καὶ ἀπαράσκευοι πρὸ τῆς ἕω εἶεν οἱ ἄνθρωποι, τῶν μὲν ἐπειγομένων τὰ οἰκεῖα σῴζειν ὡς τάχιστα ἐκ τῶν ἀγρῶν, ἑτέρων δὲ πεφοβημένων εἰς τοὺς κινδύνους προϊέναι, οἷα εἰκὸς προσφάτως ἀγγελμένων, ἄλλων δὲ πάμπαν ἀπαρασκεύων ὄντων.

首先,绝不可在夜间立即出动救援,应当明了在黎明前人们最为混乱且毫无准备:一些人急于尽快从田野抢救自己的家产,另一些人则害怕走向危险——这在消息刚刚传来时是合乎情理的——还有一些人则全然未作准备。

§16.3

χρὴ οὖν τὴν μὲν βοήθειαν εὐτρεπίζειν ἀθροίζοντα ὅτι τάχος, ἅμα τῶν μὲν τὸ δεῖμα ἀφαιροῦντα, τοῖς δὲ θάρσος ἐμποιοῦντα τοὺς δὲ ὁπλίζοντα.

因此,必须尽快将救援部队集结齐备,同时消除一部分人的恐惧,激发另一部分人的勇气,并武装其余的人。

§16.4

δεῖ γάρ σε εἰδέναι ὅτι τῶν πολεμίων οἱ μετὰ ξυνέσεως καὶ ἐπιστήμης γιγνόμενοι ἐν πολεμίᾳ, κατʼ ἀρχὰς μὲν τὸ ἰσχυρότατον αὑτῶν ἐν τάξει ἄγουσι προσδεχόμενοί τινας ἐφʼ ἑαυτοὺς ἰέναι καὶ ἑτοίμως ἔχοντες ἀμύνεσθαι· τινὲς δὲ διασπαρέντες αὐτῶν κατὰ τὴν χώραν ἀδικοῦσιν, ἄλλοι δʼ ἂν ἐνεδρεύοιεν προσδεχόμενοί τινας βοηθοῦντας ὑμῶν ἄτακτον βοήθησιν.

因为你必须知晓,敌方中那些富有智谋与经验、进入敌境的人,起初必定以严整的队列率领其最精锐的部队前进,料到会有人向他们扑来,并随时准备自卫;而他们中的一部分人则散布在田野间进行破坏,另一些人则可能设下埋伏,等待你们之中有人毫无秩序地赶来救援。

§16.5

δεῖ οὖν μὴ εὐθὺς αὐτοὺς προσκείμενον ἐνοχλεῖν, ἀλλʼ ἐᾶσαι τούτους πρότερον θαρσῆσαι καὶ καταφρονήσαντάς σου ἐπὶ λεηλάτησιν καὶ πλεονεξίαν ὁρμῆσαι· ἅμα δʼ ἂν οὗτοι σιτίων καὶ πόσεως πληρούμενοι καὶ οἰνωθέντες ἀμελεῖς καὶ ἀπειθεῖς τοῖς ἄρχουσι γίγνοιντο.

因此,切不可立即紧逼干扰他们,而应先让他们产生信心,并在轻视你之后放肆掠夺、贪图财物;与此同时,他们因饱食饮宴而沉醉,便会对长官疏忽懈怠、不遵号令。

§16.6

ἐκ δὲ τούτων εἰκὸς μοχθηροὺς αὐτῶν τοὺς ἀγῶνας καὶ τὴν ἀποχώρησιν συμβαίνειν, ἐάνπερ γε σὺ αὐτοῖς εὐκαίρως ἐπιθῇ. ἡτοιμασμένης γάρ σοι τῆς βοηθείας εἰς τὸν παρηγγελμένον τόπον καὶ ἐσπαρμένων ἤδη τῶν πολεμίων πρὸς ἁρπαγήν, οὕτω χρὴ αὐτοῖς προσκεῖσθαι τοῖς μὲν ἱππεῦσιν προκαταλαμβάνοντα τὰς ἀποχωρήσεις, τοῖς δʼ ἐπιλέκτοις ἐνέδρας ποιούμενον, τοῖς δʼ ἄλλοις κούφοις ἐπιφαινόμενον αὐτοῖς, τοὺς δʼ ὁπλίτας ἀθρόους ἐν τάξει ἄγοντα, μὴ πόρρω δὲ τῶν προπεμφθέντων μερῶν. Ἐπιτίθεσο δὲ τοῖς πολεμίοις ἐν οἷς ἄκων μὲν μὴ μαχήσῃ, μαχόμενος δὲ μὴ ἔλασσον ἕξεις τῶν πολεμίων.2

由此看来,他们的交战与撤退极可能落得惨败的下场,只要你在合宜的时刻向他们发起攻击。因为一旦你在指定的地点整备好救援部队,而敌人已为了抢劫而散开,就应当如此紧逼攻击他们:以骑兵预先占领其退路,以精锐部队设伏,以其余轻装步兵在他们面前现身,而率领重装步兵保持密集阵列,且与前出的部队距离不要太远。 应当在使你既不至被迫交战、又在交战中不逊色于敌人的地形与境况下向敌人发起攻击。

§16.8

διὰ οὖν τὰ πρότερα εἰρημένα λυσιτελεῖ ποτε ἐφεῖναι καὶ ἐᾶσαι τοὺς πολεμίους ὡς πλείστην κατασῦραι τῆς χώρας, ἵνα δὴ λεηλατοῦντες καὶ διαπεπληρωμένοι λαφύρων ῥᾳδίως σοι τὴν δίκην δώσουσιν· τά τε γὰρ ληφθέντα πάντʼ ἂν σῴζοιτο, οἵ τʼ ἀδικήσαντες κατʼ ἀξίαν λάβοιεν τὰ ἐπιτίμια.

因此,基于上述理由,有时任凭敌人蹂躏尽可能多的领土反倒更为有利,以便他们在抢掠并满载战利品之时,轻易向你伏诛;因为所有被掠走之物都将失而复得,而不法之徒亦将受到应有的惩罚。

§16.9

ὀξέως δʼ ἂν βοηθήσας3 τοῖς μὲν σαυτοῦ ἀπαρασκεύοις τε καὶ οὐ τεταγμένοις κινδυνεύοις, οἵ τε πολέμιοι μικρὰ μὲν ἂν φθάσαιεν κακουργήσαντες, ἐν τάξει δʼ ἂν ἔτι ὄντες ἀτιμώρητοι ἂν ἀπέλθοιεν.

若是仓促出援,你便会因己方人员未作准备且阵型未定而身陷险境,而敌人虽只来得及造成轻微的破坏,却会在仍保持阵列的情况下免受惩罚而去。

§16.10

πολὺ δὲ κρεῖσσον, ὡς γέγραπται, ἐνδόντα ἀφυλάκτως διακειμένοις αὐτοῖς ἐπιθέσθαι.

正如前文所述,隐忍退让并在敌人防备松懈时发起攻击,要远胜于此。

§16.11

ἐὰν δέ σε λάθῃ ἢ φθάσῃ τὰ ἐκ τῆς χώρας λεηλατηθέντα, οὐ χρὴ τὴν δίωξιν αὐτῶν ποιεῖσθαι τὰς αὐτὰς ὁδοὺς καὶ τοὺς αὐτοὺς χώρους, ἀλλὰ τῇδε μὲν ὀλίγους ἐπιφαίνεσθαι καὶ διώκοντας μὴ ἐπικαταλαμβάνειν ἑκουσίως καὶ ἀνυπόπτως, ἄλλο δὲ πλῆθος μετὰ ἀξιοχρέου δυνάμεως σπεύδειν κατʼ ἄλλας ὁδοὺς ὅτι τάχιστα πορευόμενον, καὶ φθάσαντας ἐν τῇ τῶν ἀγόντων χώρᾳ περὶ τὰ ὅρια ἐνεδρεῦσαι4 (φθάσαι δέ σε εἰκός ἐστι, πρότερον εἰς τὴν ἐκείνων ἀφικόμενον, διὰ τὸ λείαν ἄγοντας αὐτοὺς βραδυτέρως πορεύεσθαι), τὴν δʼ ἐπίθεσιν αὐτοῖς ποιεῖσθαι δειπνοποιουμένοις· οἱ γὰρ λεηλατήσαντες, ἔν τε τῇ αὑτῶν ἤδη γεγονότες καὶ ἐν ἀσφαλεῖ ὄντες, πρὸς ῥᾳθυμίαν τρεπόμενοι ἀφυλακτοτέρως ἂν διακέοιντο.

如果从境内掠夺之物避开了你的视线,或先行一步,切不可沿着相同的道路与地点进行追击;而应在这一路显露少数人马,佯装追击却故意且不露破绽地不追上他们,另一支拥有充足兵力的主力则应沿着其他道路尽可能迅速地疾进,抢先在运送掠夺品之人的国境附近设下埋伏(由于敌人驱赶着战利品行军较慢,你极可能抢先一步先行到达其国土),并在他们进用晚餐时发起攻击;因为掠夺者一旦进入己方领土并自以为安全,便会流于懈怠,陷入更为疏于防备的状态。

语法注4 条
  1. 16.2εἰδότα

    阳性单数宾格分词,与非人称动词 οὐ χρὴ 所带不定词 βοηθεῖν 的逻辑主语(指挥官或一般人)相一致。作状语分词,表示原因或伴随状况(“鉴于明了……”)。

  2. 16.7ἐν οἷς ἄκων μὲν μὴ μαχήσῃ, μαχόμενος δὲ μὴ ἔλασσον ἕξεις τῶν πολεμίων

    关系代词 οἷς 指向隐匿的先行词,指代地形、处境或条件(“在……的情况下/地点”)。随后的动词 μαχήσῃ 与 ἕξεις 均为将来时直陈语气,搭配否定词 μή,构成带有条件或特征意味的关系从句(“使得你绝不会……”)。

  3. 16.9ὀξέως δʼ ἂν βοηθήσας

    分词 βοηθήσας(其前的小词 ἄν 属于主句动词 κινδυνεύοις)充当条件分词,相当于祈愿语气的条件从句(εἰ βοηθήσειας,“若草率出击”),与主句的潜在祈愿语气动词 κινδυνεύοις(以及后面的 φθάσαιεν ἄν, ἀπέλθοιεν ἄν)相呼应。

  4. 16.11φθάσαντας ἐν τῇ τῶν ἀγόντων χώρᾳ περὶ τὰ ὅρια ἐνεδρεῦσαι

    宾格分词 φθάσαντας 充当不定词 ἐνεδρεῦσαι 的逻辑主语。结构上由前句的中性单数集体主语 ἄλλο δὲ πλῆθος 按意义一致(constructio ad sensum)转变为指涉士兵们的阳性复数宾格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:16.1-16.12