- 底本
- Aeneas Tacticus. Aeneas Tacticus, Asclepiodotus, Onasander. William Abbott Oldfather, editor. New York: G. P. Putnam's Sons. London: William Heinemann Ltd. 1923 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0058.tlg001.humanitext-grc2:15.1-15.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
详述危急时刻有序出城救援的规程(按连队规模分批派遣、骑兵与轻兵先行侦察、沿途设立路标以及撤退时的警戒),并引用阿布德拉人因盲目出援而遭特里巴利人设伏全歼的历史教训。
Κατασκευασθέντων δὲ τούτων, ἄν τι ἀγγελθῇ ἢ πυρσευθῇ βοηθείας δεόμενον, ἐξιέναι1 ἐπὶ τὰ κακούμενα τῆς χώρας.
在这些准备停当之后,如果接到任何需要救援的报告或烽火信号,就应当出击前往境内受损的地区。
τοὺς δὲ στρατηγοὺς τοὺς παρόντας εὐθὺς συντάττειν, ἵνα μὴ σποράδην καὶ κατʼ ὀλίγους ἐξιόντες ἐπὶ τὰ αὑτῶν ἀπολλύωνται δι’ ἀταξίαν καὶ κόπον ἄκαιρον, ἐνεδρευόμενοί τε ὑπὸ τῶν πολεμίων καὶ κακὰ πάσχοντες.
当时在场的将领应当立即将人员编组,以免他们为了照料自己的财产而三三两两、零散地出城,因秩序混乱和非时的疲劳而丧命,落入敌人的埋伏并遭受灾祸。
ἀλλὰ χρὴ τούς τε παραγιγνομένους ἐπὶ τὰς πύλας ἀθροίζεσθαι μέχρι τινὸς πλήθους, ὡς λόχου ἢ διλοχίας, εἶτα συνταχθέντας καὶ ἡγεμόνος αὐτοῖς φρονίμου δοθέντος, οὕτως ἐκπέμπεσθαι καὶ σπεύδειν ἰόντας ἐν τάξει ὡς μάλιστα.
相反,应当将抵达城门的人员聚集起来,直至达到一定人数,例如一个连队或两个连队,然后将他们编好队伍,并为他们指派一名稳健的指挥官,如此派遣出去,并在行进中尽可能保持队列迅速前行。
ἔπειτα ἄλλο καὶ ἄλλο πλῆθος οὕτως ἐκπέμπειν καὶ ἐν τάχει μέχρις οὗ ἱκανοὶ δοκοῦσιν ἐκβεβοηθηκέναι, ἵνα καὶ ἐν τῇ πορείᾳ ἐχόμενα ᾖ2 τὰ μέρη, καὶ ἐάν τε μέρει μέρος δέῃ βοηθῆσαι ἐάν τε ἅμα πάντα δέῃ, ῥᾳδίως ὑπάρχῃ συμμίσγειν ἀλλήλοις καὶ μὴ δρόμῳ πόρρωθεν παραγίγνωνται.
随后,应当以同样的方式迅速地一队接一队地派遣,直到认为已经出动了足够的人数为止,以便在行军途中各部队能够紧密衔接;无论是一个分队需要支援另一个分队,还是全体需要协同行动,彼此都能轻易汇合,而不至于从远处奔跑着赶到。
πρὸ δὲ αὐτῶν δεῖ πρώτους τοὺς ὑπάρχοντας ἱππέας καὶ κούφους ἐξιέναι, μηδὲ τούτους ἀτάκτους, προεξερευνῶντάς τε καὶ προκαταλαμβάνοντας τὰ ὑψηλὰ τῶν χωρίων, ἵνʼ ὡς ἐκ πλείστου προειδῶσιν οἱ ὁπλῖται τὰ τῶν πολεμίων καὶ μηδὲν ἐξαίφνης αὐτοῖς προσπέσῃ.
在他们之前,现有的骑兵和轻装步兵必须先行出发,这些人员同样不得杂乱无章,应当在前方侦察并预先占领高地,以便重装步兵能尽可能提前看清敌人的动向,不至于遭受任何突袭。
περί τε τὰς καμπὰς τῶν χωρίων καὶ τὰς βάσεις τῶν ἀκρολοφιῶν καὶ τὰς ἐκτροπὰς τῶν ὁδῶν, ὅπου ἂν τρίοδοι ὦσιν, εἶναι σημεῖα, ἵνα μὴ περὶ ταῦτα σχίζωνται ἀπʼ ἀλλήλων οἱ ὑπολελειμμένοι δι’ ἄγνοιαν τῆς ὁδοῦ.
在地形转弯处、山丘脚下以及道路分岔的三叉路口,应当设立标记,以免掉队的人由于不识道路而在这些地方彼此走散。
ἀπιόντα τε εἰς τὴν πόλιν πεφυλαγμένως ἀναχωρεῖν πολλῶν ἕνεκεν καὶ μάλιστα ἐνέδρας φοβούμενον πολεμίων· ἤδη γὰρ περὶ βοήθειαν ἀφύλακτον τοιόνδε συνέβη.
在返回城内时,出于诸多原因,必须极为谨慎地撤退,尤其是要防备敌人的埋伏;因为过去在毫无戒备的救援行动中,就曾发生过这样的事情:
Τριβαλλῶν ἐμβαλλόντων εἰς τὴν Ἀβδηριτῶν χώραν, ἐπεξελθόντες Ἀβδηρῖται καὶ παράταξιν ποιησάμενοι κάλλιστον ἔργον εἰργάσαντο· συμβαλόντες γὰρ κατέβαλον πολλοὺς καὶ ἐνίκων πλῆθος πολὺ καὶ μάχιμον.
当特里巴利人侵入阿布德拉人的国土时,阿布德拉人出城迎敌并列阵交战,取得了极为辉煌的战果;因为他们与敌交战,击毙了许多敌人,战胜了一支庞大而骁勇的军队。
οἱ δὲ Τριβαλλοί, ἀγανακτήσαντες τῷ συμβάντι, ἀπαλλαγέντες καὶ ἀναλαβόντες αὑτούς, πάλιν ἀφικόμενοι εἰς τὴν χώραν καὶ ἐνέδρας προκαθίσαντες ἔκειρον τὴν χώραν τὴν Ἀβδηριτῶν οὐ πόρρω τῆς πόλεως, οἱ δὲ Ἀβδηρῖται ὑπερφρονήσαντες αὐτῶν διὰ τὸ προειργασμένον ἔργον ἐπεβοήθουν πανσυδίῃ πάσῃ ῥώμῃ καὶ προθυμίᾳ· οἱ δὲ ὑπῆγον αὐτοὺς εἰς τὰς ἐνέδρας.
特里巴利人对这一遭遇深感愤慨,他们退走并重整旗鼓,再次来到这片土地上,预先设下埋伏,在距城不远的地方蹂躏阿布德拉人的国土。阿布德拉人因先前的胜利而轻视他们,全军倾巢而出,竭尽全力与热情前去救援;而特里巴利人则将他们引诱进了埋伏圈。
ὅπου δὴ λέγεται3 ἐκ μιᾶς πόλεως, τοσαύτης γε τὸ μέγεθος, πλείστους ἐν ἐλαχίστῳ χρόνῳ ἀπολέσθαι. οὐδὲ γὰρ ἀκούσαντες τὸν ὄλεθρον τῶν πρώτων ἐπεξελθόντων οἱ ἄλλοι ἐπέσχον τῆς βοηθείας, ἀλλʼ ἄλλος ἄλλον παρακαλῶν ἔσπευδεν βοηθεῖν τοῖς ἐπεξελθοῦσι, μέχρι ἠρημώθη ἡ πόλις ἀνδρῶν.
据说,就是在这一役中,从如此规模的单座城邦中,在最短的时间内丧生的人数最多。因为其他人甚至在听说首先出击的人遭到覆灭之后,也没有停止救援,反而互相催促,争先恐后地去救援已出击的人,直到整座城邦的成年男子伤亡殆尽。
- 15.1ἐξιέναι
具有祈使/义务力量的不定式(祈使不定式),承接前文 χρὴ 所表达的规范语气。其后的 συντάττειν、ἐκπέμπειν、εἶναι 以及 ἀναχωρεῖν 同样作为祈使不定式列举军事操典指令。
- 15.4ἐχόμενα ᾖ
由 εἰμί 的现在虚拟式与ἔχομαι 的中动态现在分词 构成的迂回表达(periphrasis),意为“相互紧接、保持紧密衔接”(源自 ἔχομαι 表示“紧靠、相连”的用法)。它作为 ἵνα 目的从句的谓语,说明行军中各部(τὰ μέρη)彼此紧密联结的状态。
- 15.10ὅπου δὴ λέγεται
关系副词 ὅπου 在此处不仅指空间地点,更在情境上指代整场战事(“在这一战事中 / 就在那里”)。从句的主谓语为无人称被动态 λέγεται,引出以宾格加不定式结构(πλείστους... ἀπολέσθαι)为实质主语的复合句。
