- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 15. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1828.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1#9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
盖伦考察了希波克拉底关于肌肉结实的运动员因吃肉引起拉肚子和排出未消化便的理论。他讨论了血管硬化和吸收受阻所起的作用,并解释了结实与稀疏体质在良好身体状态(euexia)持续时间上的差异。
Οὐ περὶ τῶν τῆς ὑγείας ἕνεκα γυμναζομένων ἔοικε ποιεῖσθαι τὸν λόγον νῦν, ἀλλὰ περὶ τῶν γυμναστικῶν τι μετιόντων ἐπιτηδευμάτων καὶ μήτε παύεσθαι τελέως αὐτοῦ δυναμένων μήτε εἰς πάνυ βραχὺ συστεῖλαι, διὰ τοῦτο αὐτῶν ἀφαιρεῖ τοῦ μὲν γυμνασίου τὸ τρίτον μέρος, τῶν δὲ σιτίων τὸ ἥμισυ. τοσοῦτο γὰρ ἐλπίζει κρατήσειν αὐτοῦ, ὡς μηκέτι ἀπεπτεῖν τε καὶ διαῤῥοΐζεσθαι. ὀρθῶς δ᾿ ἐποίησε κᾀνταῦθα προσγράψας αὐτῶν τὸν λογισμὸν, ᾦ χρώμενος αὐτά τε ταῦτα καὶ τὰ τούτοις εἰρημένα συνεβούλευσε. γίνεται γὰρ, φησὶν, ὁ τρόπος οὗτος τῆς διαῤῥοΐης τοῖσι πυκνοσάρκοισι, ὅταν κρεηφαγεῖν ἀναγκάζωνται, δηλώσας ἐνταῦθα περὶ τῶν γυμναστικῶν εἶναι τὸν λόγον αὐτοῦ. κρεηφαγεῖν γὰρ ἀναγκάζουσι τούτους· εἶτ᾿ ἐφεξῆς φησιν, αἱ φλέβες πυκνωθεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων1 τῶν εἰσιόντων.ἀσαφῶς δὲ εἶπε τοῦτο καὶ διὰ τοῦτο ἠναγκάσθησαν ὑπολαβεῖν οἱ ἐξηγηταὶ τὸ τὰς πυκνωθείσας2 αὐτὸν λέγειν, ἀντὶ τοῦ σκληρὰς γινομένας καὶ δυσεπεκτάτους, ὡς μὴ παραδέχεσθαι τὴν τροφὴν καὶ σημαίνεσθαι τοῦτό φασιν, ἐκ τοῦ οὐκ ἀντιλαμβάνονται τῶν σιτίων, ἀλλὰ τοῦτό γε τὴν ἀνάδοσιν μᾶλλον, οὐ τὴν πέψιν εἴωθε βλάπτειν, ὥστε διαχωρεῖν μὲν αὐτοὺς ὑγρὰ, οὐ μὴν ἄπεπτα. προείρηται δὲ ὑπ᾿ αὐτοῦ σιτώδη καὶ ἄπεπτα τοὺς τοιούτους διαχωρεῖν. ὁπόταν δὲ προσγράψαντος αὐτοῦ τὸν λογισμὸν, ᾧ πιστεύσας συνεβούλευσεν ἅ συνεβούλευσεν, ὅμως ἀπορία τις ὑπολείπεται, τί χρὴ νομίζειν γίνεσθαι κατ᾿ ἐκείνους τῶν λόγων, ἐν οἷς οὐ προσέγραψε τὴν αἰτίαν ὧν κελεύει ποιεῖν ἡμᾶς. ἐγὼ δὲ εἰ μὲν μὴ προσεγεγράφει περὶ τῶν πυκνοσάρκων, ὡμολόγουν ἂν ἀπορεῖν παντάπασιν ὡς ἐπὶ πολλῶν ἄλλων, ἐν οἷς οὐδὲν τοιοῦτον προστεθέντος τοῦ συγγραφέως ἀποφαίνονται τολμηρότατοι τὸ ἐπελθὸν αὐτοῖς οἱ ἐξηγηταί. ἐπεὶ δὲ αὐτὸς ἐμνημόνευσε τῶν πυκνοσάρκων, ἀφορμὴν ἔδωκε τοῦ γράψαι τι καὶ αὐτοὺς χρήσιμον ἐπὶ τῶν τοιούτων φύσεων. ἀθροίζουσι γὰρ οὗτοι τάχιστα πλῆθος, ἐλλιπῶς διαπνεόμενοι καὶ διὰ τοῦτο τῆς ἀναδόσεως ἰσχομένης αὐτοῖς, ὑγρὰ μὲν πάντως γίνεται τὰ διαχωρήματα, ποτὲ δ᾿ οὐχ ὑγρὰ μόνον, ἀλλὰ καὶ λεπτὰ καὶ μάλιστα ἐπὶ τῶν ἀδηφαγούντων. ὅταν μὲν γὰρ ἀναδίδοταί τι τῶν καταποθέντων, ἑτοιμότερον ἡ γαστὴρ πέττει τὰ κατάλοιπα. διαμένοντος δὲ ἐν αὐτῇ τοῦ πλήθους τῶν σιτίων, ὅταν ποτὲ βαρύνηται πρὸς αὐτῶν, ἀποτρίβεται πάντα πρὶν πεφθῆναι. ἴσως δὲ καὶ διὰ τὴν σκληρότητα τῶν φλεβῶν ἡ τῆς τροφῆς ἀνάδοσις ἐκωλύετο, μὴ δυναμένων αὐτῶν ἐπὶ πλέον διαστείλασθαι, ἀλλὰ τήν γε τῶν τοιούτων φύσεων ἐπιμέλειαν ἐχρῆν αὐτὸν γεγραφέναι διὰ τῆς εἰς τοὐναντίον ἀγωγῆς. ἀραίωσίς τε γὰρ καὶ μάλαξις ὅλης τῆς ἕξεως εἰσὶν οἱ σκοποὶ, διὰ μαλακῆς τρίψεως καὶ λίπους πολλοῦ ἐν ταῖς πυέλοις γινόμεναι. ὁ δέ γε πρὸς τὸ σύμπτωμα μόνον ἵσταται, παραλιπὼν αὐτοῦ τὴν οἷον ῥίζαν ἐκκόψαι. λέλεκται δὲ κατὰ τὴν προκειμένην ῥῆσιν καὶ τοῦτο αὐτῷ. δῆλον γὰρ ὅτι ἡ κοιλία συνθάλπειν οὐ δύναται. καὶ μὴν εἴπερ ἀληθῶς ᾐτιάσατο τὴν πυκνότητα τῆς ἕξεως καὶ τὰς φλέβας οὐκ ἀντιλαμβανομένας τῆς τροφῆς, οὐκ ὀρθῶς αἰτιᾶται τὴν κοιλίαν. εἰ μέν τις αὐτῷ συγχωρήσειεν ἀληθεύειν ἐν τούτῳ, συγχωρήσειε καὶ τὴν ἐφεξῆς γεγραμμένην δίαιταν ὀρθῶς εἰρῆσθαι, τὸν ἔξοπτον ἄρτον καὶ τὸ ποτὸν εὔκρατον. ἔλαττον δὲ καὶ τὴν μονοσιτίαν καὶ τὸ μὴ περιπατεῖν ἐπὶ τοῖς σιτίοις. "Ἐστὶ δὲ αὕτη μὲν ὀξείη ἡ φύσις καὶ τρέπεται ἐφ᾿ ἑκάτερα καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξίη3 ἐν τοῖσι τοιουτοτρόποισι τῶν σωμάτων." [q.1] Ὀξεῖαν εἶπε τὴν τῶν πυκνοσάρκων φύσιν, ἐν ἴσῳ τῷ ταχείας ποιουμένην τὰς μεταβολάς. ἐπιφέρων γοῦν ἐρεῖ καὶ τρέπεται ἐφ᾿ ἑκάτερα, τουτέστιν ἐπί τε τὴν εὐεξίην καὶ τοὐναντίον. ἐφεξῆς δ᾿ ἔτι φησὶ, καὶ ἀκμάζει ὀλίγον χρόνον ἡ εὐεξίη ἐν τοῖσι τοιουτοτρόποισι τῶν σωμάτων. ἐδείχθη γὰρ ἐν τοῖς εἰς τοὺς ἀφορισμοὺς ὑπομνήμασιν ὅτι ἡ τῶν γυμναστικῶν εὐεξία μετὰ πληρώσεως αἵματός τε καὶ σαρκῶν τὴν ῥώμην φυλάττουσα τῶν φυσικῶν δυνάμεων. ἀλλ᾿ ὥσπερ ἐκεῖ τὴν ἐπ᾿ ἄκρον εὐεξίαν ἐδείκνυμεν εἶναι σφαλερὰν, οὐ ταχέως γιγνομένην ἐν τοῖς ἀραιοῖς σώμασιν, οὕτω καὶ ἐπὶ τῶν πυκνοσάρκων, ἐπεὶ τάχιστα γίνεται, διὰ τὸ δυσφόρητον ἀναγκαζομένη δηλονότι μεταπίπτειν εὐθέως ὀξεῖαν ποιεῖται τὴν γένεσιν καὶ τὴν λύσιν. "Τὰ δὲ ἀραιότερα τῶν εἰδέων καὶ δασύτερα καὶ τὴν κρεηφαγίην δέχεται καὶ τὰς ταλαιπωρίας μᾶλλον ὑπομένει καὶ χρονιώτεραι γίνονται αὐτέοισιν αἱ εὐεξίαι." [q.2] Ὅτι τὰ δασύτερα τῶν σωμάτων ἀραιότερον ἔχει τό τε δέρμα καὶ τὸ σαρκῶδες γένος ἐμάθομεν ἐν τοῖς περὶ κράσεων. ταῦτ᾿ οὖν εἰκότως φησὶ καὶ τὴν κρεηφαγίαν ἀνέχεσθαι μᾶλλον, ὡς ἂν διαπνεόμενα καὶ τὰς ταλαιπωρίας· ἧσσον γὰρ ἁλίσκεται κόποις. ἐμάθομεν καὶ τοῦτο ἐν τοῖς ὑγιεινοῖς. εἰ δὲ ταῦτα καὶ τὰς εὐεξίας ἕξει χρονιωτέρας, ὡς ἂν μὴ εἰς ἄκρον ἀφικνουμένας ἑτοίμως.
他现在似乎不是在针对为了健康而锻炼的人进行论述,而是针对从事某种体育训练且既不能完全停止又不能将其缩减到极小规模的人。因此,他从他们那里减去了三分之一的锻炼和一半的食物。因为他希望将其控制到如此程度,使他们不再消化不良和拉肚子。他在此时也做得很对,写下了他们的理由,并运用这一理由建议了这些事情以及与这些事情共同提及的事。因为他说:“这种拉肚子发生于肌肉结实的人,当他们被强迫吃肉时”,在此表明他的论述是关于体育方面的。因为他们强迫这些人吃肉;接着他又说,“血管变密后,便无法吸收摄入的食物”。但他这话表达得不清楚,因此注释家们不得不理解为,他所说的“变密”是指“变硬且难以扩张”,以至于无法接收食物。他们说这可以从“不接收食物”中看出来;但这种事情通常损害的是吸收而不是消化,以至于他们排出的是湿便,而不是未消化的便。但他之前已经说过,这样的人会排出呈谷物状且未消化的便。然而,尽管他写下了这个理由,并因信任它而建议了他所建议的那些,但仍然留下了一个难题:在他没有写下命令我们如此行事的原因的那些论述中,应当认为发生了什么?对我来说,如果他没有写下关于肌肉结实的人的事,我也会承认我像在其他许多地方一样完全感到困惑,在那些地方,作者没有添加任何类似的东西,而最胆大的注释家们却断言他们脑子里想到的任何东西。但既然他自己提到了肌肉结实的人,他就提供了一个线索,使他们(注释家们)在面对此类体质时也能写下一些有用的东西。因为这些人极易积聚过剩物,由于呼吸不充分,且因此吸收在他们身上受阻,他们的排泄物必然会变湿,有时不仅湿,而且稀薄,特别是在暴食者身上。因为当吞下的食物有一部分被吸收时,胃部就更容易消化剩余的部分。但当大量食物滞留在胃中,每当它被它们压得沉重时,所有东西都会在被消化之前被排出。也许还因为血管的坚硬,食物的吸收受到了阻碍,血管无法进一步扩张。但他本应当写下通过引向相反的方向来调理此类体质的方法。因为目标是使整个身体状态稀疏和柔软,这可以通过温柔的按摩和在浴盆中使用大量的油脂来达成。但他仅仅停留在症状上,忽略了拔除其所谓的根源。在所提出的文本中,他也说了这样的话:“因为很明显,胃无法温暖它们。”然而,如果真实情况是由于体质的密实和血管不吸收食物,他就不能正确地归咎于胃。如果有人同意他在这点上说了真话,那他也应该同意随后写下的膳食疗法是正确说出的,即彻底烘烤的面包和适度的饮料。甚至也同意一日一餐和饭后不散步。 “但这种体质是急剧的,会向两个方向转变, 在这种类型的身体中,良好身体状态只维持很短的时间。” [q.1]他称肌肉结实者的体质为“急剧的”,相当于“产生快速的变化”。因为他接着会说,“并且向两个方向转变”,也就是说,向良好身体状态和相反的方向转变。再接着他又说:“在这种类型的身体中,良好身体状态只维持很短的时间。”因为在《格言注疏》中已经表明,体育上的良好身体状态是在血液和肌肉充实的同时,保持了自然力量的强健。但正如我们在那里指出,极端的良好身体状态是危险的,在稀疏的身体中不会迅速产生,在肌肉结实的人身上也是如此,因为它产生得极快,由于难以承受,显然被迫立即转变,从而使其产生和消亡都变得急剧。 “而较稀疏形态和毛较多的人,既接受吃 肉,也能承受劳苦,他们的良好身体状态也更持久。” [q.2]我们在《论混合》中得知,毛较多的身体,其皮肤和肌肉部分都较为稀疏。 因此,他很自然地说明,这些身体由于发散顺畅,因而更能忍受吃肉和劳苦;因为它们较少被疲劳侵袭。我们在《健康论》中也学到了这一点。如果这些身体的良好身体状态也会更持久,因为它们不会轻易达到极端。
- 1ἀντιλαμβάνονται τῶν σιτίων
这一表达通常指“吸收(接收)食物”。盖伦指出,血管的这一功能涉及的是“吸收(ἀνάδοσις)”而非“消化(πέψις)”,从而对希波克拉底(波吕波斯)将未消化便归因于血管的解释提出了异议。
- 1πυκνωθείσας
意为“变密”的分词。根据盖伦的说法,注释家们不得不将其解释为血管“变硬且难以扩张(σκληρὰς γινομένας καὶ δυσεπεκτάτους)”,以填补血管变密与其物理上无法接收食物之间的逻辑空白。
- 1εὐεξίη
指体育和医学语境中的“最佳身体状态”或“健壮”。盖伦解释说,在肌肉结实的人身上,这种状态极快达到顶峰,因而无法持久,且容易急剧衰退(急剧的)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(19 处,最近 2026-09-16)
- 2026-09-16 修正OCR错误 — 原文 19 处
