- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 15. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1828.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1#8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
作者讨论了肠胃溏泄者、婴儿及女性的膳食与生活方式,并阐述了冬夏两季的适宜锻炼法、疲劳时的应对手段,以及消化不良引起的腹泻的治疗与成因。
"ὁκόσοισι δὲ μὴ ἀνεμέουσι τὰ σιτία, ἢ καὶ κοιλίας ἔχουσιν ὑγρὰς, τουτέοισι πᾶσιν ἐναντίον τουτέου τοῦ τρόπου ξυμφέρει ποιέειν." [q.1] Ἐπιτήδειον μὲν ἀνεμεῖν τὰ σιτία τοῖς ἤτοι διαῤῥύψαι βουλομένοις τὴν κοιλίαν, ἢ κένωσιν μετρίαν ποιήσασθαι τοῦ παντός. ἀξιοῖ δὲ τούτους ἐσθίειν τε πολλάκις καὶ ποικίλα καὶ οἴνους πλείονας πίνειν. ἔμπαλιν δὲ τοὺς μήτε ἐμεῖν βουλομένους,1 ὑγροτέρας τε τοῦ προσήκοντος ἔχοντας κοιλίας, ὡς ἐπισχέσεως δεῖσθαι, μήτε πολλάκις ἐσθίειν, μήτε πολυειδῆ σιτία τε καὶ οἴνους προσφέρεσθαι. τὸ μὲν γὰρ ἅπαξ φαγεῖν ἕν τι μονοειδὲς ἔνα τε πίνειν οἶνον εἰς τὸ κατασχεῖν αὐτὰ τὴν γαστέρα τε καὶ πέψαι συντελεῖ, τὰ δὲ ἐναντία πεφθῆναί τε δυσχερέστερα καὶ μεῖναι κατὰ τὴν γαστέρα. παρὰ δὲ τὴν ποιότητα τῶν προσενηνεγμένων καὶ τὴν τάξιν τῆς προσφορᾶς, ἤτοι γ᾿ ἐπιπολάζειν αὐτὰ, ἢ ὑπέρχεσθαι κάτω συμβαίνει. "Τὰ δὲ παιδία χρὴ τὰ νήπια βρέχειν ἐν θερμῷ ὕδατι πουλὺν χρόνον καὶ πίνειν ὑδαρέστατον τὸν οἶνον διδόναι καὶ μὴ ψυχρὸν παντάπασι. τοῦτον δὲ διδόναι, ὃς ἥκιστα τὴν γαστέρα μετεωρέει καὶ φῦσαν παρέξει. ταῦτα δὲ ποιέειν, ὅκως οἴ τε σπασμοὶ ἧσσον ἐπιλαμβάνωσιν καὶ μείζονα γίνηται καὶ εὐχροώτερα." [q.2] Αὐτὸς εἶπε τοὺς σκοποὺς τῆς εἰρημένης διαίτης. ἵνα γὰρ οἵ τε σπασμοὶ ἧσσον ἐπιλαμβάνωσι καὶ μείζονα γίγνηται καὶ εὐχροώτερα. τὰ γὰρ ἐν ὕδατι θερμῷ βρεχόμενα παιδία πλείονι χρόνῳ μαλακὰ διαμένει, τοῦτο δ᾿ εἰς τὸ μὴ σπᾶσθαι συντελεῖ. τοὺς γὰρ σπασμοὺς αὐτὸς ὁ Ἱπποκράτης τοῖς ἐντεταμένοις σώμασι μᾶλλον γίγνεσθαί φησι τῶν ἀνιεμένων καὶ χαλαρῶν, αὔξεται δὲ τὰ μαλακὰ σώματα ῥᾷον, ἐπειδὴ καὶ πάντη τὴν διάστασιν εὐκολωτέραν ἴσχῃ. ὅτι δὲ τὰ μήτε σπασμοῖς ἁλισκόμενα καὶ καλῶς αὐξανόμενα τὴν ὅλην ἕξιν ὑγιεινὴν ἴσχει πρόδηλον παντί. τοῦτ᾿ οὖν αὐτῷ δεδήλωται δι᾿ ἑνὸς γνωρίσματος οὐ μικροῦ τῆς εὐχροίας. ἀλλὰ καὶ τὸν οἶνον ὑδαρῆ κελεύει πίνειν αὐτὰ, μὴ βουλόμενος ὑπερθερμαίνεσθαι καὶ μάλιστα διὰ τὸ σπᾶσθαι πολλάκις αὐτὰ, ὃ πάλιν αὐτοῖς διὰ τὴν τῶν νεύρων ἀσθένειαν γίνεται καὶ τὴν ἀδηφαγίαν. διὰ τοῦτ᾿ οὖν αὐτὸς καὶ μὴ ψυχρὸν αὐτὰ πίνειν κελεύει. τὸ δὲ τοιοῦτον δεῖν εἶναι τὸν οἶνον, ὃς ἥκιστα φυσώδης ἐστὶν, ἅπασι κοινῇ συμφέρει τοῖς ἀνθρώποις, οὐ μόνον τοῖς νηπίοις. "Τὰς δὲ γυναῖκας ὧδε χρὴ διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ. καὶ γὰρ τὰ ξηρὰ σιτία ἐπιτηδειότερα πρὸς τὴν μαλθακότητα τῶν γυναικείων σαρκῶν καὶ τὰ πόματα ἀκρητέστερα ἀμείνω πρὸς τὰς ὑστέρας καὶ τὰς κυητροφίας." [q.3] Τὰς γυναῖκας ἀξιώσας διαιτᾶσθαι τῷ ξηροτέρῳ τρόπῳ, ὁποῖός τέ ἐστιν οὗτος αὐτὸς ὑπέγραψεν. ἔχει δὲ ἀντιλογίαν ἡ δόξα τἀνδρός. εἰ μὲν γὰρ παρὰ φύσιν ἦν ταῖς γυναιξὶν ὑγραῖς εἶναι, καθάπερ ἐπί τε τῶν δυσκράτων φύσεων καὶ τῶν νοσούντων ὑγρὸν νόσημα, καλῶς ἂν αὐτὰς ἐξήρανεν· ἐπειδὴ δὲ τοῦτο κατὰ φύσιν αὐταῖς ἐστι, φυλάττειν αὐτὸ χρὴ, πλὴν εἰ τὴν ὑγιεινήν ποτε συμμετρίαν ὑπερβαίη. ἀλλὰ τοῦτό γε κᾀπὶ τῶν ἀνδρῶν ἐσκοπούμεθα. καὶ γὰρ καὶ τούτοις ξηροτέροις μὲν εἶναι τῶν γυναικῶν κατὰ φύσιν ἐστίν. ἐπειδὰν δὲ τῆς προσηκούσης ξηρότητος ἐπὶ πλέον προέλθωσι, τότ᾿ αὐτῶν τὴν δυσκρασίαν ἐπανορθούμεθα διὰ τῶν ἐναντίων. "Τοὺς γυμναζομένους χρὴ χειμῶνος καὶ τρέχειν καὶ παλαίειν, τοῦ θέρεος παλαίειν μὲν ὀλίγα, τρέχειν δὲ μὴ, περιπατέειν δὲ πολλὰ κατὰ ψῦχος." [q.4] Γυμνασίων διαφορὰς οἰκείων ταῖς ὥραις διδάσκει, τοῦ μὲν χειμῶνος θερμαίνειν καὶ ξηραίνειν δυναμένων, τοῦ δὲ θέρους ἔμπαλιν. "Ὁκόσοι κοπιῶσιν ἐκ τῶν δρόμων, τουτέους παλαίειν χρή. ὁκόσοι δ᾿ ἂν παλαίοντες κοπιῶσι, τουτέους χρὴ τρέχειν. οὕτω γὰρ ἂν ὁ ταλαιπωρέων τῷ κοπιῶντι τοῦ σώματος διαθερμαίνοιτο καὶ συνιστοῖτο καὶ διαναπαύοιτο μάλιστα." [q.5] Εἰ οὕτως ἐγέγραπτο πάντα τοῖς δογματικοῖς ἰατροῖς, οὐκ ἂν εἶχον ἀφορμὴν πολυλογίας οἱ ἐξηγηταί. λέγω δ᾿ οὕτως ὡς προσθεῖναι τὴν αἰτίαν, δι᾿ ἣν ὧδέ πως ἐκέλευσε πράττειν ἡμᾶς, ὅπερ νῦν ἐποίησεν ὁ Πόλυβος. "Ὁκόσους γυμναζομένους2 μάλιστα διάῤῥοιαι λαμβάνουσι καὶ τὰ ὑποχωρήματα σιτώδεα καὶ ἄπεπτα, τουτέοισι τῶν τε γυμνασίων ἀφαιρέειν, μὴ ἔλασσον τοῦ τρίτου μέρους καὶ τῶν σιτίων τοῖσιν ἡμίσεσι χρέεσθαι. δῆλον γὰρ δὴ ὅτι ἡ κοιλίη ξυνθάλπειν οὐ δύναται, ὥστε πέσσεσθαι τὸ πλῆθος τῶν εἰσιόντων σιτίων. ἔστω δὲ τουτέοισι τὰ σιτία ἄρτος ὡς ἐξοπτότατος ἐν οἴνῳ ἐντετριμμένος καὶ τὰ πόματα ὡς ἐλάχιστα καὶ ἀκρητέστατα, καὶ περιπάτοισι μὴ χρεέσθωσαν ἀπὸ τοῦ σιτίου. μονοσιτέειν δὲ χρὴ ὑπὸ τοῦτον τὸν χρόνον, οὕτω γὰρ ἂν μάλιστα ξυνθάλποιτο ἡ κοιλίη καὶ τῶν εἰσιόντων ἐπικρατέοι. γίνεται δὲ ὁ τρόπος οὗτος τῆς διαῤῥοίης τῶν σωμάτων μάλιστα τοῖσι πυκνοσάρκοισιν, ὁκόταν ἀναγκάζηται ὁ ἄνθρωπος κρεηφαγέειν, τῆς φύσιος ὑπαρχούσης τοιαύτης. αἱ γὰρ φλέβες πυκνωθεῖσαι οὐκ ἀντιλαμβάνονται τῶν σιτίων τῶν εἰσιόντων." [q.6]
“但对于所有不吐出食物、或者肠胃溏泄的人,做与这种方法相反的事对他们所有人都是有益的。” [q.1]吐出食物适合于那些希望清洗肠胃、或者希望对全身进行适度排空的人。他要求这些人多次进食、食物要多样、并饮用较多的葡萄酒。相反,对于那些既不愿呕吐、肠胃又比适当情况更为溏泄以至于需要收敛的人,[他要求他们]既不要多次进食,也不要摄入多种类的食物和葡萄酒。因为单次进食一种单一性质的食物并饮用一种葡萄酒,有助于胃部保持并消化它们,而相反的做法则更难消化,且会滞留在胃中。然而,根据所摄入之物的性质和摄入的顺序,它们要么会浮在表面,要么会向下溢出。 “至于乳儿,应当让他们在温水中浸泡很长时间,并给予他们饮用兑水极多的葡萄酒,且绝不能是冰凉的。应当给予那种最不易引起胃胀和产生气体的葡萄酒。做这些事,是为了使他们较少发生抽搐,并且使他们长得更大、气色更好。” [q.2]他自己说明了上述膳食疗法的目的:“为了使他们较少发生抽搐,并且使他们长得更大、气色更好。”因为在温水中浸泡较长时间的孩子会保持柔软,而这有助于不发生抽搐。因为希波克拉底本人说,抽搐更容易发生于紧张的身体,而不是松弛和和缓的身体,而且柔软的身体更容易增长,因为它们在各个方向上的扩张也更为容易。而那些既不被抽搐所困、又生长良好的人,其整个身体状态都是健康的,这对每个人来说都是显而易见的。因此,这一点已被他通过一个不小的标志——即良好的气色——显明出来。但他也命令他们饮用兑水稀释的葡萄酒,因为他不希望他们过度受热,尤其是因为他们经常发生抽搐,而这又是由于他们的神经衰弱和暴饮暴食所致。正是因为这个原因,他自己也命令他们不要饮用冷的葡萄酒。而葡萄酒应当是那种最不易产生气体的类型,这不仅对婴儿有益,对所有人类也都是普遍有益的。 “女性应当以更干燥的方式生活。因为干燥的食物更适合女性肉体的柔软,而较纯的饮料对子宫和孕育胎儿更为有利。” [q.3]在要求女性以更干燥的方式生活之后,他自己也描绘了这究竟是怎样的一种方式。但这个人的观点存在争议。因为,如果女性身体湿润是违背天性的(就像体质不调和者或患有湿性疾病的人那样),那么他将她们干燥化就是对的;但既然这对她们来说是顺应天性的,我们就应当予以维持,除非它在某些时候超出了健康的适度比例。但我们在男性的情况中也考虑到了这一点。因为对他们来说,比女性更干燥也是顺应天性的。可是当他们超出了适当的干燥程度而进一步发展时,我们就会用相反的方法来纠正他们的体质失调。 “锻炼身体的人,在冬季应当既跑步又摔跤,在夏季则应当少摔跤、不跑步,而在凉爽时多散步。” [q.4]他教授了适合于不同季节的锻炼差异,因为冬季的锻炼能够使人温热和干燥,而夏季的锻炼则相反。 “因跑步而疲劳的人应当摔跤;因摔跤而疲劳的人应当跑步。因为通过这种方式,因身体疲劳部分而受苦的人将得到温热、凝聚,并能得到最好的休息。” [q.5]如果独断派医生们把所有事情都写得像这样,注释家们就没有借口长篇大论了。我说“像这样”,是指加上他命令我们如此行事的原因,而这正是波吕波斯现在所做的。 “在锻炼身体的人中,凡是特别容易拉肚子、且排泄物呈谷物状和未消化状态的人,应当减少至少三分之一的锻炼,并仅食用平时一半的食物。因为很明显,肠胃无法足够地温热,以至于不能消化大量摄入的食物。对于这些人,他们的食物应当是尽可能烤透的、浸在葡萄酒中的面包碎,饮料应当尽可能少且尽可能纯,并且饭后不应当散步。在此期间应当一日一餐,因为这样肠胃最容易温热,从而能够克制(消化)摄入的食物。这种拉肚子最常发生于肌肉结实的人身上,当他们由于天性如此而被强迫吃肉时。因为血管变密后,便无法吸收摄入的食物。” [q.6]
- 1ἔμπαλιν δὲ τοὺς μήτε ἐμεῖν βουλομένους
此句延续了前一句由动词 ἀξιοῖ(要求、主张)所支配的“对格加不定式”结构(对格为 τοὺς ... βουλομένους,不定式为 ἐσθίειν 与 προσφέρεσθαι)。副词 ἔμπαλιν(相反)明确提示了建议对象的转变,即从需要呕吐的人转向不愿呕吐的人。
- 1ὁκόσους γυμναζομένους
句首的对格 ὁκόσους γυμναζομένους 是一个破格(anacoluthon)的例子,它与主句 τουτέοισι ... ἀφαιρέειν 中的与格代词 τουτέοισι(对这些人)在格上不一致。作者在句首以对格引出所关注的对象,随后用与格代词重新接续。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(20 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
- 2026-09-16 修正OCR错误 — 原文 19 处
