- 底本
- Galen. Claudii Galeni Opera Omnia, Volume 15. Kühn, Karl Gottlob, editor. Leipzig: Knobloch, 1828.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0057.tlg086.humanitext-grc1:1#10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
盖伦阐述了针对胃部寒冷导致的消化不良、热性体质者的口渴以及内脏疼痛的调理养生法。最后,他对关于源自大脑的疾病文本的真实性提出了质疑。
"Καὶ ὁκόσοι τὰ σιτία ἀνερεύγονται τῇ ὑστερέῃ καὶ τὰ ὑποχόνδρια μετεωρίζεται αὐτέοισιν, ὡς ἀπέπτων τῶν σιτίων ἐόντων, τουτέοισι καθεύδειν μὲν πλείονα χρόνον ξυμφέρει, τῇ δὲ ἄλλῃ ταλαιπωρίῃ ἀναγκάζειν χρὴ αὐτῶν τὰ σώματα καὶ τὸν οἶνον ἀκρητέστερον πινόντων1 καὶ πλείω καὶ τοῖσι σιτίοισιν ἐλάσσοσι χρέεσθαι ὑπὸ τοῦτον τὸν χρόνον. δῆλον γὰρ δὴ ὅτι ὑπ᾿ ἀσθενείης καὶ ψυχρότητος ἡ κοιλίη οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν." [q.1] Καλῶς ἐποίησεν ἐνταῦθα προσθεὶς αὐτὸς ἐπὶ τῷ τέλει. δῆλον γὰρ δὴ ὅτι ὑπὸ ἀσθενείης καὶ ψυχρότητος ἡ κοιλία οὐ δύναται τὸ πλῆθος τῶν σιτίων καταπέσσειν. ὡς πρὸς τοῦτον γὰρ ἀποβλέπων τὸν σκοπὸν, ἐκθερμαίνειν αὐτὴν πειρᾶται. καὶ κατὰ τοῦτο καθεύδειν τε πλείω χρόνον αὐτοῖς συμβουλεύει καὶ γυμνάζεσθαι, καὶ τὸν οἶνον ἀκρατέστερον πίνειν καὶ πλείονα καὶ τοῖς σιτίοις ἐλάττοσι χρῆσθαι κατ᾿ ἐκεῖνον τὸν χρόνον, καθ᾿ ὃν ἂν ἠπεπτηκότες τυγχάνωσιν, ὡς ἄν2 γε τῷ λοιπῷ γυμναζόμενοί τε καὶ κινούμενοι καὶ πίνοντες τὸν οἶνον, ὡς εἰρήκαμεν, οὐδέν τι δέονται τῆς συμμέτρου ποσότητος τῶν σιτίων ἀφαιρεῖν. "Ὁκόσους δὲ δίψαι λαμβάνουσιν, τουτέοισι τῶν τε σιτίων καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον." [q.2] Νῦν μὲν οὕτως εἴρηται τὸ γνώρισμα τῶν θερμῶν φύσεων, ἐν δὲ τῷ ἕκτῳ τῶν ἐπιδημιῶν κατὰ τήνδε τὴν ῥῆσιν· ἐν θερμῷ φύσει ψυχρὸν ποτὸν ὕδωρ, ἐλινύειν. αὐτὸς γὰρ ὀνομάσας τὴν κρᾶσιν τοῦ σώματος ἐφεξῆς ἔγραψε τὴν δίαιταν ἦς χρῄζουσιν οἱ οὕτω διακείμενοι, κεφάλαιον μὲν ἔχουσαν τὴν ψύξιν. ἐν δὲ τῷ κεφαλαίῳ τούτῳ τῆς διαίτης τὰ δραστικώτερα, ἥ τε ὑδροποσία ἐστὶν καὶ ἡ ἀγυμνασία. κατὰ δὲ τὴν προκειμένην ῥῆσιν τὸ μὲν ἐλινύειν ἕτερον ὠνόμασεν, εἰπὼν καὶ τῶν ταλαιπωριῶν ἀφαιρέειν. ἀντὶ δὲ τοῦ πίνειν ὕδωρ γράψας καὶ τὸν οἶνον πινόντων ὑδαρέα τε καὶ ὡς ὅτι ψυχρότατον καὶ μοι δοκεῖ κάλλιον ἐνταῦθα παραινέσαι. τὸ γὰρ ὑδαρὲς πόμα καὶ ψυχρὸν οὐκ ἐστέρηται μὲν τοῦ ἐμψύχειν, προσείληφε δὲ καὶ τὰς ἐκ τοῦ οἴνου ὠφελείας. "Ὁκόσοισι δὲ ὀδύναι γίγνονται ἐκ τῶν σπλάγχνων ἢ ἐκ γυμνασίης ἢ ἐξ ἄλλης τινὸς ὁδοιπορίης, τουτέοισι ξυμφέρει ἀναπαύεσθαι ἀσίτοισι. πόματι δὲ χρέεσθαι ὅ τι ἐλάχιστον εἰς τὸ σῶμα ἐσελθὸν, πλεῖστον οὖρον διάξει, ὅπως αἱ φλέβες, αἱ διὰ τῶν σπλάγχνων πεφυκυῖαι, μὴ κατατείνωνται πληρώμεναι. ἐκ γὰρ τῶν τοιουτέων τὰ φύματα γίνονται καὶ οἱ πυρετοί." [q.3] Περὶ πασῶν δὲ τῶν ὑποθηκῶν ἐν τῇ τῶν ὑγιεινῶν πραγματείᾳ τελέως διελήλυθα καὶ νῦν ὅσον ὑπομνήσεως ἕνεκα καθάπερ ἐν τοῖς ἔμπροσθεν, οὕτως καὶ κατὰ τήνδε τὴν ῥῆσιν εἰρήσεται. πολλοῖς γὰρ τῶν ἀπυρέτων ὀδύναι ἐπιγίνονται κατὰ τὰ σπλάγχνα καὶ μάλιστα κατὰ τὸ ἧπαρ. ὅταν ἐπὶ σιτίοις γυμνασάμενοι τύχωσιν ἢ λουσάμενοι, καὶ γίνεται τοῦτο διὰ στενοχωρίαν μὲν τῶν ἐν τῷ σπλάγχνῳ διεξόδων πάχος τε τῶν ἀναφερομένων χυμῶν. ἐμφραττόμενοι γὰρ καὶ ἐνισχόμενοι τοῖς στενοῖς πέρασι τῶν φλεβῶν, καθ᾿ ἃ ἡ μετάληψις γίνεται τοῦ αἵματος ἐκ τῶν σιμῶν τοῦ ἥπατος εἰς τὰ κυρτὰ, κωλύουσι μὲν τὰς διεξόδους, διατείνουσι δὲ δηλονότι τὰς κατὰ τὰ σιμὰ τοῦ ἥπατος φλέβας, ἐφ᾿ αἷς οὕτω πασχούσαις ὀδυνῶνται χωρὶς τοῦ πυρέσσειν. ἀναπαύεσθαι δὲ τούτους χρὴ καθ᾿ ὃν ἂν ἀλγῶσι χρόνον καὶ πίνειν τι τῶν οὐρητικῶν καὶ τὸ ἧπαρ ἐκφραττόντων. ἂν γὰρ μὴ οὐρήσωσι, φύματα καὶ πυρετοὶ ταῖς τοιαύταις προφάσεσιν ἐπιγίνονται. "Ὁκόσοισι δὲ αἱ νοῦσοι ἀπὸ τοῦ ἐγκεφάλου γίνονται, νάρκη πρῶτον ἴσχει τὴν κεφαλὴν καὶ οὐρέει θαμινὰ καὶ τἄλλα πάσχει ὁκόσα περ ἐπὶ στραγγουρίῃ, οὗτος ἐφ᾿ ἡμέρας ἐννέα τοῦτο πάσχει. καὶ ἢν μὲν ῥαγῇ κατὰ τὰς ῥῖνας ἢ κατὰ τὰ ὦτα ὕδωρ ἢ βλέννα, ἀπαλλάσσεται τῆς νούσου καὶ τῆς στραγγουρίης παύεται. οὐρέει δὲ ἀπόνως καὶ πουλὺ καὶ λευκὸν, ἔστ᾿ ἂν εἴκοσιν ἡμέρας παρέλθῃ καὶ ἐκ τῆς κεφαλῆς ἡ ὀδύνη ἐκλείπει τῷ ἀνθρώπῳ, ἐσορέοντι3 δὲ κλέπτεταί οἱ ἡ αὐγή. ἄνδρα δὲ χρὴ, ὅς ἐστι συνετὸς, συλλογισάμενον, ὅτι τοῖσιν ἀνθρώποισι πλείστου ἄξιόν ἐστιν ἡ ὑγιείη, ἐπίστασθαι ἐκ τῆς ἑωϋτοῦ γνώμης ἐν τῇσι νούσοισιν ὠφελέεσθαι." [q.4] Εἰκότως ὑπωπτεύκασι ταύτην τὴν ῥῆσιν ἔνιοι δὲ καὶ τελείως κατεγνώκασιν, ὡς οὔτε Πολύβου γεγραφότος αὐτὴν οὔτε πολὺ μᾶλλον Ἱπποκράτους. ἥ τε γὰρ ἀρχὴ τοῦ λόγου παντάπασιν ἀδιόριστος, ἀξιοῦσα4 τὰς ἀπὸ τοῦ ἐγκεφάλου νάρκην τε καὶ στραγγουρίαν ἐπιφέρειν οὔτε εἴπερ ἡγήσαιτό τις αὐτὸν οὐ πάσας τὰς ἀπὸ τοῦ ἐγκεφάλου νόσους ἀποφαίνεσθαι τοιαύτας ὑπάρχειν, ἀλλὰ μόνας ἐφ᾿ ὧν κατὰ τὰ ὦτα καὶ τὰς ῥῖνας ὕδωρ καὶ βλέννα ῥυεῖσα τὴν νόσον ἔπαυσεν, ἀληθὲς τὸ λεγόμενον, οὔτε γὰρ ἀεὶ φαίνεται τοῦτο γιγνόμενον οὔθ᾿ ὡς ἐπὶ τὸ πολύ.
“凡是第二天将食物嗳出、且季肋部膨胀的人,因其食物处于未消化状态,对这些人来说,睡眠较长时间是有益的,但必须用其他劳苦来强迫他们的身体,且让他们喝较浓且较多的葡萄酒,并在此期间使用较少的食物。因为很明显,由于虚弱和寒冷,胃无法消化大量的食物。” [q.1]他在这里做得很好,在末尾亲自加上了这话。因为“很明显,由于虚弱和寒冷,胃无法消化大量的食物”。因为他注视着这个目标,试图使胃温暖。因此,他建议他们既要睡眠更长时间,又要进行体育锻炼,并喝较浓且较多的葡萄酒,且在他们处于消化不良的那个期间使用较少的食物,以便在其余的时间里,通过锻炼、活动以及如我们所说地饮用葡萄酒,他们完全没有必要减少适量的食物。 “对于那些遭受口渴侵袭的人,应当减少他们的食物和劳苦,并让他们饮用稀薄且尽可能冰冷的葡萄酒。” [q.2]现在热性体质的特征是这样表述的,但在《流行病论》第六卷中则是根据以下措辞:“在热性体质中,冷饮水,休息。”因为他自己命名了身体的混和(气质)之后,接着写下了如此状态的人所需的养生法,其核心是冷却。而在养生法的这一核心中,更起作用的是饮水和不运动。但在所提出的文本中,他用不同的词来称呼“休息”,说“也要减少劳苦”。而他写道“并让他们饮用稀薄且尽可能冰冷的葡萄酒”来代替饮水,在我看来他在这里给出了更好的建议。因为稀薄且冰冷的饮料不仅不缺少冷却作用,而且还额外获得了来自葡萄酒的益处。 “凡是因为运动或因为其他某种旅途而在内脏产生疼痛的人,对这些人来说,在不进食的情况下休息是有益的。而且应当使用那种进入体内最少却能排出最多尿液的饮料,以便穿过内脏生长的血管不因充满而受到拉伸。因为从这些事情中会产生肿块和发热。” [q.3]关于所有的这些指示,我已经在《健康论》中完整地探讨过,现在仅仅为了提醒,正如在前文中一样,关于本段也同样要予以论述。因为在许多不发烧的人中,内脏、特别是肝脏会产生疼痛。当他们恰好在饭后运动或沐浴时,这是由于内脏通道的狭窄以及输送的体液的粘稠所致。因为它们在血管的狭窄末端受阻并滞留,即血液从肝脏凹部向凸部转移的地方,阻碍了通道,并显然拉伸了肝脏凹部的血管,由于这些血管如此受损,他们便在不发烧的情况下感到疼痛。在他们疼痛期间,应当休息,并饮用一些有利尿作用且能疏通肝脏堵塞的饮料。因为如果不排尿,在这种起因下,肿块和发热就会接踵而至。 “凡是从大脑产生疾病的人,首先头部会感到麻木,并且频繁排尿,并经历其他所有确实与尿淋有关的症状;此人会经受这些症状九天。如果水或粘液从鼻孔或耳中流出,他便能从疾病中解脱,且尿淋停止。他会无痛地排出大量且白色的尿液,直到二十天过去,头部的疼痛从人身上消失,但在他注视时,其视力却被夺走。而一个明理的人,既然推断出健康对人类来说是最有价值的东西,就必须懂得凭借自己的智识在疾病中获得益处。” [q.4]当然,有些人对这段话产生了怀疑,有些人甚至完全否定了它,认为它既不是波吕波斯写的,更不是希波克拉底写的。因为论述的开头完全是不确定的,主张来自大脑的疾病会带来麻木和尿淋;而且,即使有人假设他并非声称所有来自大脑的疾病都具有这种性质,而仅仅是指那些通过耳朵和鼻孔流出水和粘液从而使疾病停止的疾病,所说的话也并非真理,因为这既非总是发生,也非在大多数情况下发生。
- 1πινόντων
在受 χρή 支配的不定式短语 ἀναγκάζειν 之后出现的 πινόντων,既可以解释为第三人称复数命令式(相当于雅典/爱奥尼亚方言中的 πινέτωσαν),也可以解释为与属格 αὐτῶν 一致的现在分词。由于盖伦在阐释中用不定式 πίνειν 代替了它,在语义上它被理解为主句义务(χρή)之下的动作。
- 1ὡς ἄν
引导目的从句的连词 ὡς ἄν 后面紧跟着直陈式现在时 δέονται。此处通常预期应为虚拟式(δέωνται),暗示了抄本中存在 ο/ω 混淆的笔误;但若作为直陈式来解读,则其发挥着强调事实结果的表达作用(“以至于他们实际上并不……”)。
- 1ἐσορέοντι
这是爱奥尼亚方言动词 εἰσοράω 的现在分词与格单数,与紧随其后的第三人称代词与格 οἱ 一致,起着“关系与格(或伦理与格)”的作用。它表示动作主体的主观体验:“当他注视时,他(的视力被夺走)”。
- 1ἀξιοῦσα
阴性单数主格分词 ἀξιοῦσα 的主语是前文的 ἡ ἀρχὴ τοῦ λόγου(论述的开头)。在该分词引导的“对格+不定式”结构 τὰς ... ἐπιφέρειν 中,定冠词 τὰς 后面根据上下文省略了名词 νόσους(疾病)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(24 处,最近 2026-09-16)
- 2026-09-16 修正OCR错误 — 原文 24 处
