← 雅典的来库古

控告莱奥克拉底

§91-99

神罚的昭彰与厄瑞克透斯献祭的典故

演说者指出莱奥克拉底归来乃是神明引其受罚,并列举埃特纳火山孝子得救的传说以及厄瑞克透斯王献祭爱女退敌的古事,论证同心严惩背弃父母与城邦之叛徒的正当性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§91

ἐπεὶ τό γʼ ἐλθεῖν τοῦτον,1 οἶμαι θεόν τινα αὐτὸν ἐπʼ αὐτὴν ἀγαγεῖν τὴν τιμωρίαν, ἵνʼ ἐπειδὴ τὸν εὐκλεᾶ κίνδυνον ἔφυγε, τοῦ ἀκλεοῦς καὶ ἀδόξου θανάτου τύχοι, καὶ οὓς προὔδωκε, τούτοις ὑποχείριον αὑτὸν καταστήσειεν. ἑτέρωθι μὲν γὰρ ἀτυχῶν οὔπω δῆλον εἰ διὰ ταῦτα δίκην δίδωσιν ἐνταῦθα δὲ παρʼ οἷς προὔδωκε φανερόν ἐστιν ὅτι τῶν αὑτοῦ παρανομημάτων ὑπέχει ταύτην τὴν τιμωρίαν.

至于他回到这里一事,我认为是某位神明将他引至这惩罚本身,以便让他在逃避了光荣的危险之后,遭遇不名誉且受辱的死亡,并将自己交落于他所背叛的人手中。因为倘若他在别处遭遇不幸,尚不清楚他是否因这些勾当而服罪;但在这里,在他所背叛的人面前,显而易见他是因自身的罪行而承受这场惩罚。

§92

οἱ γὰρ θεοὶ οὐδὲν πρότερον ποιοῦσιν ἢ τῶν πονηρῶν ἀνθρώπων τὴν διάνοιαν παράγουσι· καὶ μοι δοκοῦσι τῶν ἀρχαίων τινὲς ποιητῶν ὥσπερ χρησμοὺς γράψαντες τοῖς ἐπιγιγνομένοις τάδε τὰ ἰαμβεῖα καταλιπεῖν· "ὅταν γὰρ ὀργὴ δαιμόνων βλάπτῃ τινά, τοῦτʼ αὐτὸ πρῶτον, ἐξαφαιρεῖται φρενῶν τὸν νοῦν τὸν ἐσθλόν, εἰς δὲ τὴν χείρω τρέπει γνώμην, ἵνʼ εἰδῇ μηδὲν ὧν ἁμαρτάνει."

因为神明在做任何事之前,必先扰乱恶人的心智;在我看来,某些古代诗人遗留给后世的这些抑扬格诗行,便宛如写下的神谕一般: “盖当神灵之怒意欲降祸于人, 首要之事,便是从其胸中夺走 健全之明智,使其转向下策, 令其对自己所犯之过浑然不知。”

§93

τίς γὰρ οὐ μέμνηται τῶν πρεσβυτέρων ἢ τῶν νεωτέρων οὐκ ἀκήκοε Καλλίστρατον, οὗ θάνατον ἡ πόλις κατέγνω, τοῦτον φυγόντα καὶ τοῦ θεοῦ τοῦ ἐν Δελφοῖς ἀκούσαντα ὅτι ἂν ἔλθῃ Ἀθήναζε τεύξεται τῶν νόμων,2 ἀφικόμενον καὶ ἐπὶ τὸν βωμὸν τῶν δώδεκα θεῶν καταφυγόντα, καὶ οὐδὲν ἧττον ὑπὸ τῆς πόλεως ἀποθανόντα; δικαίως· τὸ γὰρ τῶν νόμων τοῖς ἠδικηκόσι τυχεῖν τιμωρία ἐστίν. ὁ δέ γε θεὸς ὀρθῶς ἀπέδωκε τοῖς ἠδικημένοις κολάσαι τὸν αἴτιον· δεινὸν γὰρ ἂν εἴη, εἰ ταὐτὰ σημεῖα τοῖς εὐσεβέσι καὶ τοῖς κακούργοις φαίνοιτο.

试问在年长者中有谁不曾记起,或在年轻者中有谁未曾听闻卡利斯特拉托斯的事迹?城邦曾判处他死刑;他流亡在外,并从德尔斐的神明那里听说若前往雅典便能“得到法律”,于是他返回雅典并逃到十二主神祭坛避难,却依然被城邦处决。这原是公道的;因为对于作恶者而言,“得到法律”便是受到惩罚。而神明也正当地让受害者惩治了罪魁祸首;因为倘若敬神者与作恶者面对同样的征兆,那将是极可怕的事。

§94

ἡγοῦμαι δʼ ἔγωγʼ, ὦ ἄνδρες, τὴν τῶν θεῶν ἐπιμέλειαν πάσας μὲν τὰς ἀνθρωπίνας πράξεις ἐπισκοπεῖν, μάλιστα δὲ τὴν περὶ τοὺς γονέας καὶ τοὺς τετελευτηκότας καὶ τὴν πρὸς αὑτοὺς εὐσέβειαν, εἰκότως· παρʼ ὧν γὰρ τὴν ἀρχὴν τοῦ ζῆν εἰλήφαμεν καὶ πλεῖστα ἀγαθὰ πεπόνθαμεν, εἰς τούτους μὴ ὅτι ἁμαρτεῖν, ἀλλὰ μὴ εὐεργετοῦντας τὸν αὑτῶν βίον καταναλῶσαι3 μέγιστον ἀσέβημά ἐστι.

诸位先生,我个人认为,神明的眷顾监察着人类的一切作为,尤其监察着对待父母与亡者的孝道,以及对神明自身的敬虔;这是理所当然的。因为对于给予我们生命之始并施予我们最大恩德的人,休说去冒犯他们,哪怕不将自己的一生奉献于报答他们,也都是最大的不敬之举。

§95

λέγεται γοῦν ἐν Σικελίᾳ (εἰ γὰρ καὶ μυθωδέστερόν ἐστιν, ἀλλʼ ἁρμόσει καὶ ὑμῖν ἅπασι τοῖς νεωτέροις ἀκοῦσαι) ἐκ τῆς Αἴτνης ῥύακα πυρὸς γενέσθαι· τοῦτον δὲ ῥεῖν φασιν ἐπί τε τὴν ἄλλην χώραν, καὶ δὴ καὶ πρὸς πόλιν τινὰ τῶν ἐκεῖ κατοικουμένων. τοὺς μὲν οὖν ἄλλους ὁρμῆσαι πρὸς φυγὴν τὴν αὑτῶν σωτηρίαν ζητοῦντας, ἕνα δέ τινα τῶν νεωτέρων, ὁρῶντα τὸν πατέρα πρεσβύτερον ὄντα καὶ οὐχὶ δυνάμενον ἀποχωρεῖν ἀλλὰ ἐγκαταλαμβανόμενον, ἀράμενον φέρειν.

据说在西西里(即便这听起来颇具神话色彩,但对于你们所有年轻人而言也是值得一听的),埃特纳火山曾喷发出一道火流;据说这道火流漫过其余土地,直奔当地的一座城邦而来。其余的人都夺路而逃,只顾谋求自身的安全;然而年轻一代中的某个人,看到自己的父亲年迈无法撤离、行将被烈火吞没,便背起父亲前行。

§96

φορτίου δʼ οἶμαι προσγενομένου καὶ αὐτὸς ἐγκατελήφθη. ὅθεν δὴ καὶ ἄξιον θεωρῆσαι τὸ θεῖον, ὅτι τοῖς ἀνδράσι τοῖς ἀγαθοῖς εὐμενῶς ἔχει. λέγεται γὰρ κύκλῳ τὸν τόπον ἐκεῖνον περιρρυῆναι τὸ πῦρ καὶ σωθῆναι τούτους μόνους, ἀφʼ ὧν καὶ τὸ χωρίον ἔτι καὶ νῦν προσαγορεύεσθαι τῶν εὐσεβῶν χῶρον· τοὺς δὲ ταχεῖαν τὴν ἀποχώρησιν ποιησαμένους καὶ τοὺς ἑαυτῶν γονέας ἐγκαταλιπόντας ἅπαντας ἀπολέσθαι.

我认为由于多了一副重担,他自己也被追上了。由此实当体察神明的力量,见其如何仁慈地眷顾善良之人。因为据说大火在那个地方周围绕行成环,唯独他们二人得以生还,正因如此,该地至今仍被称为“敬虔者之原”;而那些仓促撤退、抛弃自己父母的人,却全部丧命。

§97

ὥστε καὶ ὑμᾶς δεῖν τὴν παρὰ τῶν θεῶν ἔχοντας μαρτυρίαν ὁμογνωμόνως τοῦτον κολάζειν, τὸν ἅπασι τοῖς μεγίστοις ἀδικήμασιν ἔνοχον ὄντα κατὰ τὸ ἑαυτοῦ μέρος. τοὺς μὲν γὰρ θεοὺς τὰς πατρίους τιμὰς ἀπεστέρησε, τοὺς δὲ γονέας τοῖς πολεμίοις ἐγκατάλιπε, τοὺς δὲ τετελευτηκότας τῶν νομίμων οὐκ εἴασε τυχεῖν.

因此,既然拥有来自神明的明证,你们也应当同心同德地惩处这个依其一己之行而犯下所有滔天罪行的人。因为他剥夺了神明祖传的荣宠,将父母遗弃给敌人,且不容亡者获得应有的安葬礼俗。

§98

καίτοι σκέψασθε, ὦ ἄνδρες· οὐ γὰρ ἀποστήσομαι τῶν παλαιῶν· ἐφʼ οἷς γὰρ ἐκεῖνοι ποιοῦντες ἐφιλοτιμοῦντο, ταῦτα δικαίως ἂν ὑμεῖς ἀκούσαντες ἀποδέχοισθε. φασὶ γὰρ Εὔμολπον τὸν Ποσειδῶνος καὶ Χιόνης μετὰ Θρᾳκῶν ἐλθεῖν τῆς χώρας ταύτης ἀμφισβητοῦντα, τυχεῖν δὲ κατʼ ἐκείνους τοὺς χρόνους βασιλεύοντα Ἐρεχθέα, γυναῖκα ἔχοντα Πραξιθέαν τὴν Κηφισοῦ θυγατέρα.

然而请深思,诸位先生;我不会离开古时的先例;因为先人借以竞夸高尚的事迹,正是你们在聆听之后理当欣然领受的。据说波塞冬与希俄涅之子厄乌摩尔波斯曾率领色雷斯人前来争夺这片土地,当时正值厄瑞克透斯在位称王,他娶了刻菲索斯的女儿普拉克西忒亚为妻。

§99

μεγάλου δὲ στρατοπέδου μέλλοντος αὐτοῖς εἰσβάλλειν εἰς τὴν χώραν, εἰς Δελφοὺς ἰὼν ἠρώτα τὸν θεὸν τί ποιῶν ἂν νίκην λάβοι παρὰ τῶν πολεμίων. χρήσαντος δʼ αὐτῷ τοῦ θεοῦ, τὴν θυγατέρα εἰ θύσειε πρὸ τοῦ συμβαλεῖν τὼ στρατοπέδω, κρατήσειν τῶν πολεμίων,4 ὁ δὲ τῷ θεῷ πειθόμενος τοῦτʼ ἔπραξε, καὶ τοὺς ἐπιστρατευομένους ἐκ τῆς χώρας ἐξέβαλε.

当大军即将侵入国土之际,他前往德尔斐求问神明,该做何事方能战胜敌人。神谕答复他说,若在两军交战之前将女儿献祭,便能克制敌人;他顺从神谕,毅然行事,遂将入侵之敌驱逐出国土。

语法注4 条
  1. 91ἐπεὶ τό γʼ ἐλθεῖν τοῦτον

    句首带有定冠词的不定词短语 τό γʼ ἐλθεῖν τοῦτον 起到话题提示(或先取性宾格)的作用(“至于他来到这里一事”),引出后文主句,在句法上并不直接受后接动词 ἀγαγεῖν 支配,属于绝对宾格用法。

  2. 93ὅτι ἂν ἔλθῃ Ἀθήναζε τεύξεται τῶν νόμων

    德尔斐神谕的间接引语从句:其直接引语形式为 ἐὰν ἔλθῃς Ἀθήναζε, τεύξει τῶν νόμων。在从属连词 ὅτι 之后保留了连接词与虚拟语气(ἂν ἔλθῃ)以及直陈式将来时(τεύξεται)。“得到法律”一语体现了典型的神谕双关与讽刺含义,即依照法律被执行死刑。

  3. 94εἰς τούτους μὴ ὅτι ἁμαρτεῖν, ἀλλὰ μὴ εὐεργετοῦντας τὸν αὑτῶν βίον καταναλῶσαι

    μὴ ὅτι... ἀλλὰ... 为表示“休说……哪怕……亦……”的惯用句式(源于 μὴ εἴπω ὅτι 等结构的省略)。在此构成更进一层的论辩逻辑:对父母作恶自不必说,哪怕未能终生尽孝报恩,亦属于滔天大罪。

  4. 99χρήσαντος δʼ αὐτῷ τοῦ θεοῦ, τὴν θυγατέρα εἰ θύσειε πρὸ τοῦ συμβαλεῖν τὼ στρατοπέδω, κρατήσειν τῶν πολεμίων

    这是由属格绝对结构(χρήσαντος δʼ αὐτῷ τοῦ θεοῦ)引出的间接引语。直接引语的条件句原为 ἐὰν θύσῃς... κρατήσεις,在过去时主导下,条件从句转为祈愿语气(εἰ θύσειε),结论从句则转为将来时不定词(κρατήσειν)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:91-99