- 底本
- Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:83-90
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者列举雅典先祖与国王科德罗斯舍身救国的史事,将为国捐躯的先王同弃邦潜逃的莱奥克拉底进行严正对比,并反驳了后者的辩解。
καίτοι, ὦ ἄνδρες, μόνοις ὑμῖν τῶν Ἑλλήνων οὐκ ἔστιν οὐδὲν τούτων περιιδεῖν. βούλομαι δὲ μικρὰ τῶν παλαιῶν ὑμῖν διελθεῖν, οἷς παραδείγμασι χρώμενοι καὶ περὶ τούτων καὶ περὶ τῶν ἄλλων βέλτιον βουλεύσεσθε. τοῦτο γὰρ ἔχει μέγιστον ἡ πόλις ὑμῶν ἀγαθόν, ὅτι τῶν καλῶν ἔργων παράδειγμα τοῖς Ἕλλησι γέγονεν· ὅσον γὰρ τῷ χρόνῳ πασῶν ἐστιν ἀρχαιοτάτη, τοσοῦτον οἱ πρόγονοι ἡμῶν τῶν ἄλλων ἀνθρώπων ἀρετῇ διενηνόχασιν.
然而,诸位先生,在希腊人中唯独你们决不可对这其中的任何一事坐视不理。我愿向你们简述古时的几件往事;以此为范例,你们关于这些事以及其余之事都能作出更好的裁决。因为你们的城邦拥有这最大的福祉,即它已成为希腊人行崇高之事的榜样;在岁月上它比所有城邦都要古老多少,我们的先辈在美德上超越其余世人也就有多少。
ἐπὶ Κόδρου γὰρ βασιλεύοντος Πελοποννησίοις γενομένης ἀφορίας κατὰ τὴν χώραν αὐτῶν ἔδοξε στρατεύειν ἐπὶ τὴν πόλιν ἡμῶν, καὶ ἡμῶν τοὺς προγόνους ἐξαναστήσαντας κατανείμασθαι τὴν χώραν. καὶ πρῶτον μὲν εἰς Δελφοὺς ἀποστείλαντες τὸν θεὸν ἐπηρώτων εἰ λήψονται τὰς Ἀθήνας· ἀνελόντος δὲ τοῦ θεοῦ αὐτοῖς ὅτι τὴν πόλιν αἱρήσουσιν ἂν μὴ τὸν βασιλέα τὸν Ἀθηναίων Κόδρον ἀποκτείνωσιν,1 ἐστράτευον ἐπὶ τὰς Ἀθήνας.
因为在科德罗斯称王之时,伯罗奔尼撒人的土地遭遇荒歉,他们决定起兵进攻我们的城邦,驱逐我们的先辈并瓜分这片土地。他们首先派使者前往德尔斐,求问神明能否攻下雅典;神谕答复他们说,只要他们不杀死雅典人的国王科德罗斯,就能攻下城邦;于是他们便向雅典进军。
Κλεόμαντις δὲ τῶν Δελφῶν τις πυθόμενος τὸ χρηστήριον διʼ ἀπορρήτων ἐξήγγειλε τοῖς Ἀθηναίοις· οὕτως οἱ πρόγονοι ἡμῶν, ὡς ἔοικε, καὶ τοὺς ἔξωθεν ἀνθρώπους εὔνους ἔχοντες διετέλουν. ἐμβαλόντων δὲ τῶν Πελοποννησίων εἰς τὴν Ἀττικήν, τί ποιοῦσιν οἱ πρόγονοι ἡμῶν, ὦ ἄνδρες δικασταί; οὐ καταλιπόντες τὴν χώραν ὥσπερ Λεωκράτης ᾤχοντο οὐδʼ ἔκδοτον τὴν θρεψαμένην καὶ τὰ ἱερὰ τοῖς πολεμίοις παρέδοσαν, ἀλλʼ ὀλίγοι ὄντες κατακλῃσθέντες ἐπολιορκοῦντο καὶ διεκαρτέρουν εἰς τὴν πατρίδα.
然而,一位名叫克莱奥曼提斯的德尔斐人得知了这道神谕,便秘密地向雅典人作了通报;由此可见,我们的先辈即便是对异乡之人,也始终能赢得他们的善意。当伯罗奔尼撒人攻入阿提卡时,诸位审判官,我们的先辈又是如何做的呢?他们并没有像莱奥克拉底那样弃地潜逃,也没有将哺育自己的故土与圣所拱手出卖给敌人;相反,他们人数虽少,却闭城据守,承受围困,为了祖国坚守到底。
καὶ οὕτως ἦσαν, ὦ ἄνδρες, γενναῖοι οἱ τότε βασιλεύοντες ὥστε προῃροῦντο ἀποθνῄσκειν ὑπὲρ τῆς τῶν ἀρχομένων σωτηρίας μᾶλλον ἢ ζῶντες ἑτέραν μεταλλάξαι χώραν. φασὶ γοῦν τὸν Κόδρον παραγγείλαντα τοῖς Ἀθηναίοις προσέχειν ὅταν τελευτήσῃ τὸν βίον, λαβόντα πτωχικὴν στολὴν ὅπως ἂν ἀπατήσῃ τοὺς πολεμίους, κατὰ τὰς πύλας ὑποδύντα φρύγανα συλλέγειν πρὸ τῆς πόλεως, προσελθόντων δʼ αὐτῷ δυοῖν ἀνδρῶν ἐκ τοῦ στρατοπέδου καὶ τὰ κατὰ τὴν πόλιν πυνθανομένων, τὸν ἕτερον αὐτῶν ἀποκτεῖναι τῷ δρεπάνῳ παίσαντα τὸν δὲ περιλελειμμένον,2 παροξυνθέντα τῷ Κόδρῳ καὶ νομίσαντα πτωχὸν εἶναι, σπασάμενον τὸ ξίφος ἀποκτεῖναι τὸν Κόδρον. τούτων δὲ γενομένων οἱ μὲν Ἀθηναῖοι κήρυκα πέμψαντες ἠξίουν δοῦναι τὸν βασιλέα θάψαι, λέγοντες αὐτοῖς ἅπασαν τὴν ἀλήθειαν· οἱ δὲ Πελοποννήσιοι τοῦτον μὲν ἀπέδοσαν, γνόντες δʼ ὡς οὐκέτι δυνατὸν αὐτοῖς τὴν χώραν κατασχεῖν ἀπεχώρησαν. τῷ δὲ Κλεομάντει τῷ Δελφῷ ἡ πόλις αὐτῷ τε καὶ ἐκγόνοις ἐν πρυτανείῳ ἀίδιον σίτησιν ἔδοσαν.
诸位先生,当时的国王们是如此高贵,以至于他们宁愿为了臣民的获救而捐躯,也不愿苟且偷生迁居他邦。据说科德罗斯曾吩咐雅典人在他身死之时多加留意,自己便穿上乞丐的装束以瞒骗敌人,从城门潜出,在城前拾捡枯柴;当敌营中有两人走近他并探听城内情势时,他挥动镰刀击杀了其中一人;而剩下的另一人,被科德罗斯激怒,又以为他只是个乞丐,便拔剑将科德罗斯杀死。此事发生后,雅典人派出传令官,道明全部实情,要求领回国王的遗体以行安葬;伯罗奔尼撒人交还了遗体,并明白自己再也不可能占据这片土地,遂行撤退。城邦则赏赐德尔斐人克莱奥曼提斯本人及其后裔在市政厅享用终身膳食。
ἆρά γʼ ὁμοίως ἐφίλουν τὴν πατρίδα Λεωκράτει οἱ τότε βασιλεύοντες, οἵ γε προῃροῦντο τοὺς πολεμίους ἐξαπατῶντες ἀποθνῄσκειν ὑπὲρ αὐτῆς καὶ τὴν ἰδίαν ψυχὴν ἀντὶ τῆς κοινῆς σωτηρίας ἀντικαταλλάττεσθαι; τοιγαροῦν μονώτατοι ἐπώνυμοι τῆς χώρας εἰσὶν ἰσοθέων τιμῶν τετυχηκότες, εἰκότως· ὑπὲρ ἧς γὰρ οὕτω σφόδρα ἐσπούδαζον, δικαίως ταύτης καὶ τεθνεῶτες ἐκληρονόμουν.
难道当年的国王们对祖国的爱,竟能同莱奥克拉底相提并论吗?他们甘愿瞒骗敌人、为国献身,以一己之躯换取大众的安全!因此唯独他们成为了这片土地的命名者,享有同神明相当的尊荣,这原是理所当然的;因为他们曾如此热切眷顾这片土地,死后理当继承其业。
ἀλλὰ Λεωκράτης οὔτε ζῶν οὔτε τεθνεὼς δικαίως ἂν αὐτῆς μετάσχοι, μονώτατος δʼ ἂν προσηκόντως ἐξορισθείη τῆς χώρας, ἣν ἐγκαταλιπὼν τοῖς πολεμίοις ᾤχετο· οὐδὲ γὰρ καλὸν τὴν αὐτὴν καλύπτειν τοὺς τῇ ἀρετῇ διαφέροντας καὶ τὸν κάκιστον πάντων ἀνθρώπων.
然而莱奥克拉底无论生前死后,都不配分享这片土地,唯独他最该被正当地逐出这片被他抛弃给敌人潜逃的土地;因为让同一片泥土既覆盖德行卓越之士,又掩埋世间最卑劣之徒,是决不相称的。
καίτοι γʼ ἐπεχείρησεν εἰπεῖν, ὃ καὶ νῦν ἴσως ἐρεῖ πρὸς ὑμᾶς, ὡς οὐκ ἄν ποτε ὑπέμεινε τὸν ἀγῶνα τοῦτον συνειδὼς ἑαυτῷ τοιοῦτόν τι διαπεπραγμένῳ· ὥσπερ οὐ πάντας καὶ τοὺς κλέπτοντας καὶ ἱεροσυλοῦντας τούτῳ τῷ τεκμηρίῳ χρωμένους.3 οὐ γὰρ τοῦ πράγματός ἐστι σημεῖον ὡς οὐ πεποιήκασιν, ἀλλὰ τῆς ἀναιδείας ἣν ἔχουσιν. οὐ γὰρ τοῦτο δεῖ λέγειν, ἀλλʼ ὡς οὐκ ἐξέπλευσεν, οὐδὲ τὴν πόλιν ἐγκατέλιπεν, οὐδʼ ἐν Μεγάροις κατῴκησε· ταῦτά ἐστι τεκμήρια τοῦ πράγματος,
然而他曾企图辩解——或许如今他也会当着你们的面这样说——称假若他意识到自己做过此类勾当,就绝不会留下来承受这场审判;就仿佛那些盗贼和劫掠神庙之徒不都是以此作为论据一般!因为这绝非证明他们未曾作恶的事实证据,而是他们厚颜无耻的凭据。因为他本不该说这些,而应当证明自己并未扬帆逃匿,未曾遗弃城邦,也未曾定居麦加拉;这些才算得上关乎事实的真凭实据,
- 84ἀνελόντος δὲ τοῦ θεοῦ αὐτοῖς ὅτι τὴν πόλιν αἱρήσουσιν ἂν μὴ τὸν βασιλέα τὸν Ἀθηναίων Κόδρον ἀποκτείνωσιν
ἀνελόντος τοῦ θεοῦ 为属格绝对结构。ὅτι 从句中的 ἂν μὴ ... ἀποκτείνωσιν 保留了直接引语中未来确定的条件句(ἐὰν μὴ ἀποκτείνητε, αἱρήσετε)的虚拟式,用于间接引语中。
- 86φασὶ γοῦν τὸν Κόδρον παραγγείλαντα τοῖς Ἀθηναίοις προσέχειν ὅταν τελευτήσῃ τὸν βίον, λαβόντα πτωχικὴν στολὴν ὅπως ἂν ἀπατήσῃ τοὺς πολεμίους, κατὰ τὰς πύλας ὑποδύντα φρύγανα συλλέγειν πρὸ τῆς πόλεως, προσελθόντων δʼ αὐτῷ δυοῖν ἀνδρῶν ἐκ τοῦ στρατοπέδου καὶ τὰ κατὰ τὴν πόλιν πυνθανομένων, τὸν ἕτερον αὐτῶν ἀποκτεῖναι τῷ δρεπάνῳ παίσαντα τὸν δὲ περιλελειμμένον,
由主动词 φασί 所支配的长篇带不定式的宾格结构。宾格主语 τὸν Κόδρον 支配不定式 συλλέγειν 与第一个 ἀποκτεῖναι,并伴随多个分词(παραγγείλαντα, λαβόντα, ὑποδύντα, παίσαντα)。随后 τὸν δὲ περιλελειμμένον 引入新的宾格主语,带有分词(παροξυνθέντα, νομίσαντα, σπασάμενον)并支配第二个 ἀποκτεῖναι。中间的属格绝对结构 προσελθόντων... πυνθανομένων 交代了情节的转折。
- 90ὥσπερ οὐ πάντας καὶ τοὺς κλέπτοντας καὶ ἱεροσυλοῦντας τούτῳ τῷ τεκμηρίῳ χρωμένους.
接在 ὥσπερ οὐ 之后的宾格分词结构(用作宾格绝对或省略从句)。相当于反讽表达“仿佛并非所有窃贼……都在使用这个凭据一样”,用以驳斥对手荒谬的抗辩前提。
