← 雅典的来库古

控告莱奥克拉底

§100-102

普拉克西忒亚的爱国心与诗人的教化作用

演说者引用了欧里庇得斯剧中母亲普拉克西忒亚的长篇台词作为爱国榜样,指出连妇人都能为城邦牺牲骨肉,莱奥克拉特斯的逃跑便尤为可耻,并进而论述了荷马等诗人在教化先人美德上的崇高作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§100

διὸ καὶ δικαίως ἄν τις Εὐριπίδην ἐπαινέσειεν, ὅτι τά τʼ ἄλλʼ ὢν ἀγαθὸς ποιητὴς καὶ τοῦτον τὸν μῦθον προείλετο ποιῆσαι, ἡγούμενος κάλλιστον ἂν γενέσθαι τοῖς πολίταις παράδειγμα τὰς ἐκείνων πράξεις, πρὸς ἃς ἀποβλέποντας καὶ θεωροῦντας συνεθίζεσθαι ταῖς ψυχαῖς τὸ τὴν πατρίδα φιλεῖν. ἄξιον δʼ, ὦ ἄνδρες δικασταί, καὶ τῶν ἰαμβείων ἀκοῦσαι, ἃ πεποίηκε λέγουσαν τὴν μητέρα τῆς παιδός. ὄψεσθε γὰρ ἐν αὐτοῖς μεγαλοψυχίαν καὶ γενναιότητα ἀξίαν καὶ τῆς πόλεως καὶ τοῦ γενέσθαι Κηφισοῦ θυγατέρα. "Ῥῆσις Εὐριπίδου τὰς χάριτας ὅστις εὐγενῶς χαρίζεται, ἥδιον ἐν βροτοῖσιν· οἳ δὲ δρῶσι μέν, χρόνῳ δὲ δρῶσι, δυσγενέστερον ἐγὼ δὲ δώσω τὴν ἐμὴν παῖδα κτανεῖν. λογίζομαι δὲ πολλά· πρῶτα μὲν πόλιν οὐκ ἄν τινʼ ἄλλην τῆσδε βελτίω λαβεῖν· ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν, αὐτόχθονες δʼ ἔφυμεν· αἱ δʼ ἄλλαι πόλεις πεσσῶν ὁμοίαις διαφοραῖς ἐκτισμέναι ἄλλαι παρʼ ἄλλων εἰσὶν εἰσαγώγιμοι. ὅστις δʼ ἀπʼ ἄλλης πόλεος οἰκήσῃ πόλιν, ἁρμὸς πονηρὸς ὥσπερ ἐν ξύλῳ παγείς, λόγῳ πολίτης ἐστί, τοῖς δʼ ἔργοισιν οὔ. ἔπειτα τέκνα τοῦδʼ ἕκατι τίκτομεν, ὡς θεῶν τε βωμοὺς πατρίδα τε ῥυώμεθα. πόλεως δʼ ἁπάσης τοὔνομʼ ἕν, πολλοὶ δέ νιν ναίουσι· τούτους πῶς διαφθεῖραί με χρή, ἐξὸν πρὸ πάντων μίαν ὑπερδοῦναι θανεῖν;1 εἴπερ γὰρ ἀριθμὸν οἶδα καὶ τοὐλάσσονος τὸ μεῖζον οὑνὸς οἶκος οὐ πλεῖον σθένει πταίσας ἁπάσης πόλεος, οὐδʼ ἴσον φέρει. εἰ δʼ ἦν ἐν οἴκοις ἀντὶ θηλειῶν στάχυς ἄρσην, πόλιν δὲ πολεμία κατεῖχε φλόξ, οὐκ ἄν νιν ἐξέπεμπον εἰς μάχην δορός, θάνατον προταρβοῦσʼ; ἀλλʼ ἔμοιγʼ εἴη τέκνα, ἃ καὶ μάχοιτο καὶ μετʼ ἀνδράσιν πρέποι, μὴ σχήματʼ ἄλλως ἐν πόλει πεφυκότα. τὰ μητέρων δὲ δάκρυʼ ὅταν πέμπῃ τέκνα, πολλοὺς ἐθήλυνʼ εἰς μάχην ὁρμωμένους. μισῶ γυναῖκας αἵτινες πρὸ τοῦ καλοῦ ζῆν παῖδας εἵλοντʼ ἢ παρῄνεσαν κακά. καὶ μὴν θανόντες γʼ ἐν μάχῃ πολλῶν μέτα τύμβον τε κοινὸν ἔλαχον εὔκλειάν τʼ ἴσην· τῇ μιῇ δὲ παιδὶ στέφανος εἷς μιᾷ μόνῃ πόλεως θανούσῃ τῆσδʼ ὕπερ δοθήσεται. καὶ τὴν τεκοῦσαν καὶ σὲ δύο θʼ ὁμοσπόρω σώσει· τί τούτων οὐχὶ δέξασθαι καλόν; τὴν οὐκ ἐμὴν πλὴν ἢ φύσει δώσω κόρην θῦσαι πρὸ γαίας. εἰ γὰρ αἱρεθήσεται πόλις, τί παίδων τῶν ἐμῶν μέτεστί μοι; οὐκοῦν ἅπαντα τοὔν γʼ ἐμοὶ2 σωθήσεται· ἄρξουσιν ἄλλοι, τήνδʼ ἐγὼ σώσω πόλιν. ἐκεῖνο δʼ οὗ τὸ πλεῖστον ἐν κοινῷ μέρος, οὐκ ἔσθʼ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ, προγόνων παλαιὰ θέσμιʼ ὅστις ἐκβαλεῖ·3 οὐδʼ ἀντʼ ἐλάας χρυσέας τε Γοργόνος τρίαιναν ὀρθὴν στᾶσαν ἐν πόλεως βάθροις Εὔμολπος οὐδὲ Θρῇξ ἀναστέψει λεὼς στεφάνοισι, Παλλὰς δʼ οὐδαμοῦ τιμήσεται. χρῆσθʼ, ὦ πολῖται, τοῖς ἐμοῖς λοχεύμασιν, σῴζεσθε, νικᾶτʼ· ἀντὶ γὰρ ψυχῆς μιᾶς οὐκ ἔσθʼ ὅπως οὐ τήνδʼ ἐγὼ σώσω πόλιν. ὦ πατρίς, εἴθε πάντες οἳ ναίουσί σε οὕτω φιλοῖεν ὡς ἐγώ· καὶ ῥᾳδίως οἰκοῖμεν ἄν σε, κοὐδὲν ἂν πάσχοις κακόν."

因此,人们完全有理由称赞欧里庇得斯,因为他虽在其他方面已是一位优秀的诗人,却仍选定将这一神话编入诗作,深信先人的这些作为对于公民而言将成为最崇高的楷模,使他们在瞻仰与沉思中,灵魂深处便养成热爱祖国的习性。审判官先生们,听一听他让少女的母亲所说出的抑扬格诗行,也是极有价值的;因为你们将从中看到既配得上城邦、也配得上身为刻菲索斯之女的崇高气魄与高贵品格。 “欧里庇得斯的台词 凡以高尚胸怀慷慨施惠者, 在凡人之间倍觉甘美;而那些虽施予、 却拖沓迟疑者,则显得卑下。 我将献出自己的女儿任其被杀。 我深思熟虑诸多因由:首先,人们决不可能寻得 另一座比这里更美好的城邦; 在这里,首先民众绝非来自异乡的移民, 我们本是土生土长的原住民;而其他城邦, 如同棋盘上筹码的随意搬移而建立, 乃是彼此辗转迁入的凑合之民。 凡离开另一城邦而定居于一邦者, 犹如木材中楔入的不合榫眼, 名义上是公民,实际作为上却不是。 其次,我们生儿育女正是为此目的, 以便守护诸神的祭坛与祖国。 全城邦的名字虽是一个,居住其中的人却极多; 既然可以献出一人替众人去死, 我怎能任凭众人毁灭? 盖若我识得数目,能辨别大与小的多寡, 一人的家门即便颠覆, 其分量也绝不会重于整座城邦,甚至无法相提并论。 倘若我家中所生出的苗裔并非女儿而是男儿, 而敌人的战火正笼罩着城邦, 难道我会因畏惧死亡, 而不打发他们奔赴长矛的厮杀吗?不,但愿我有这样的儿女: 他们能挺身战斗,在男子汉中卓然拔群, 而非在城邦中徒有其表的虚影! 母亲们的泪水,在送别儿女出征之际, 曾使许多奔赴战场的勇士变得柔弱胆怯。 我痛恨那些比起崇高荣誉宁选儿女偷生、 或是给出卑怯谏言的妇人。 况且,那些在战斗中与众多同袍并肩战死者, 所分得的不过是共同的墓冢与平分的荣耀; 然而为了这整座城邦赴死的这唯一少女, 却将独享专属于一人的胜利冠冕。 她将拯救生养她的母亲、你、以及两个同胞姊妹; 领受这一切美好事物,何乐而不为? 这除了血缘之外已不属于我的女儿, 我将献出供其为国土牺牲。因为倘若城邦沦陷, 我的儿女于我又有何意义? 因此,只要在我力所能及之处,一切皆将获救; 统军之责自有他人承担,而拯救这城邦的却是我。 至于那关乎共同福祉最为重大的事: 未经我的灵魂自愿允诺, 绝无任何人能够废弃祖先古老的法度; 厄乌摩尔波斯与色雷斯的大军绝不可能 在城邦基石上高高竖立起三叉戟并饰以花环, 来取代橄榄树与黄金戈耳工, 帕拉斯·雅典娜也绝不会沦于无处受人尊崇。 公民们,取用我腹中所生之女吧, 求得生路,赢得胜利!因为用一条性命作交换, 我必将拯救这座城邦。 啊,祖国,但愿居住于你怀抱的所有人 都能如我一般爱你!那样我们便能安居于你, 而你也绝不会遭受任何祸患。”

§101

ταῦτα, ὦ ἄνδρες, τοὺς πατέρας ὑμῶν ἐπαίδευε. φύσει γὰρ οὐσῶν φιλοτέκνων πασῶν τῶν γυναικῶν, ταύτην ἐποίησε τὴν πατρίδα μᾶλλον τῶν παίδων φιλοῦσαν, ἐνδεικνύμενος ὅτι εἴπερ αἱ γυναῖκες τοῦτο τολμήσουσι ποιεῖν, τούς γʼ ἄνδρας ἀνυπέρβλητόν τινα δεῖ τὴν εὔνοιαν ὑπὲρ τῆς πατρίδος ἔχειν, καὶ μὴ φεύγειν αὐτὴν ἐγκαταλιπόντας μηδὲ καταισχύνειν πρὸς ἅπαντας τοὺς Ἕλληνας, ὥσπερ Λεωκράτης.

诸位先生,昔日正是这些言语教导着你们的父辈。因为虽然所有妇人天性都钟爱子女,诗人却将这位母亲塑造成爱祖国甚于爱子女的形象,借以昭示:如果妇人们尚且敢于这般抉择,男子汉更应抱定为祖国无可超越的耿耿赤诚,绝不可如莱奥克拉特斯那样抛弃祖国而潜逃,或在所有希腊人面前使其蒙羞。

§102

βούλομαι δʼ ὑμῖν καὶ τὸν Ὅμηρον παρασχέσθαι ἐπαινῶν. οὕτω γὰρ ὑπέλαβον ὑμῶν οἱ πατέρες σπουδαῖον εἶναι ποιητὴν ὥστε νόμον ἔθεντο καθʼ ἑκάστην πεντετηρίδα τῶν Παναθηναίων μόνου τῶν ἄλλων ποιητῶν ῥαψῳδεῖσθαι τὰ ἔπη, ἐπίδειξιν ποιούμενοι πρὸς τοὺς Ἕλληνας ὅτι τὰ κάλλιστα τῶν ἔργων προῃροῦντο. εἰκότως· οἱ μὲν γὰρ νόμοι διὰ τὴν συντομίαν οὐ διδάσκουσιν ἀλλʼ ἐπιτάττουσιν ἃ δεῖ ποιεῖν, οἱ δὲ ποιηταὶ μιμούμενοι τὸν ἀνθρώπινον βίον, τὰ κάλλιστα τῶν ἔργων ἐκλεξάμενοι, μετὰ λόγου καὶ ἀποδείξεως τοὺς ἀνθρώπους συμπείθουσιν.

我还希望向你们引述荷马并加以称颂。因为你们的父辈曾认为他是一位极其卓越的诗人,以致制定法律规定在每四周年一次的泛雅典娜节上,在所有诗人群体中唯独吟诵他的史诗,以此向全希腊彰显他们所推崇的是最为崇高的德行。这是理所当然的;因为法律因其简短,并不进行说理教育,而只是命令人当做何事;诗人却通过模仿人生的万象,遴选最美好的作为,以理性之言与明证令人心悦诚服。

语法注3 条
  1. 100ἐξὸν πρὸ πάντων μίαν ὑπερδοῦναι θανεῖν

    ἐξόν 是无人称动词 ἔξεστι 的无人称分词宾格(宾格绝对结构),表示让步或伴随状况(“在能够……的情况下”/“既然可以……”)。θανεῖν 是依附于 ὑπερδοῦναι 的表示目的的不定式。

  2. 100τοὔν γʼ ἐμοὶ

    τὸ ἐν ἐμοί 的混声融合形式(crasis)。在此作状语性宾格使用,意为“就我而言”或“在我的能力范围之内”。

  3. 100οὐκ ἔσθʼ ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ, προγόνων παλαιὰ θέσμιʼ ὅστις ἐκβαλεῖ

    其基本句式为 οὐκ ἔστιν ... ὅστις(“绝无任何人……”),中间插入了表示条件限制的介词短语 ἑκούσης τῆς ἐμῆς ψυχῆς ἄτερ(“未经我的心灵自愿允诺”)。整句骨干为:“除非我甘愿同意,否则绝无人能废弃祖先古老的法度。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:100-102