- 底本
- Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:77-82
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者命人宣读雅典青年公民的宣誓誓词,指斥莱奥克拉底完全违背了誓约的所有内容,继而阐述誓言维系民主政体的重要性并引述希腊人在普拉提亚的盟誓,要求对玷污先辈荣耀的被告严加惩处。
βούλομαι δʼ ὑμᾶς ἀκοῦσαι τοῦ ὅρκου. λέγε, γραμματεῦ. "Ὅρκος.—Οὐκ αἰσχυνῶ τὰ ἱερὰ ὅπλα, οὐδὲ λείψω τὸν παραστάτην ὅπου ἂν στοιχήσω· ἀμυνῶ δὲ καὶ ὑπὲρ ἱερῶν καὶ ὁσίων καὶ οὐκ ἐλάττω παραδώσω τὴν πατρίδα, πλείω δὲ καὶ ἀρείω κατά τε ἐμαυτὸν καὶ μετὰ ἁπάντων, καὶ εὐηκοήσω τῶν ἀεὶ κραινόντων1 ἐμφρόνως. καὶ τῶν θεσμῶν τῶν ἱδρυμένων καὶ οὓς ἂν τὸ λοιπὸν ἱδρύσωνται ἐμφρόνως· ἐὰν δέ τις ἀναιρεῖ, οὐκ ἐπιτρέψω κατά τε ἐμαυτὸν καὶ μετὰ πάντων, καὶ τιμήσω ἱερὰ τὰ πάτρια. ἴστορες θεοὶ Ἄγραυλος, Ἑστία, Ἐνυώ, Ἐνυάλιος, Ἄρης καὶ Ἀθηνᾶ Ἀρεία, Ζεύς, Θαλλώ, Αὐξώ, Ἡγεμόνη, Ἡρακλῆς, ὅροι τῆς πατρίδος, πυροί, κριθαί, ἄμπελοι, ἐλάαι, συκαῖ "καλός γʼ, ὦ ἄνδρες, καὶ ὅσιος ὁ ὅρκος. παρὰ τοῦτον τοίνυν ἅπαντα πεποίηκε Λεωκράτης. καίτοι πῶς ἂν ἄνθρωπος γένοιτο ἀνοσιώτερος ἢ μᾶλλον προδότης τῆς πατρίδος; τίνα δʼ ἂν τρόπον ὅπλα καταισχύνειέ τις μᾶλλον ἢ εἰ λαβεῖν μὴ θέλοι καὶ τοὺς πολεμίους ἀμύνασθαι; πῶς δʼ οὐ καὶ τὸν παραστάτην καὶ τὴν τάξιν λέλοιπεν ὁ μηδὲ τάξαι τὸ σῶμα παρασχών;
我希望你们听一听这誓词。书记官,宣读吧。 “誓词。——我决不玷污神圣武器,无论受命在何处列阵,决不遗弃身旁的战友;我定要捍卫神圣与世俗的事物,决不传下削弱的祖国,而是竭尽一己之力并与众人同心协力,传下更加宏大与优良的祖国;我定当遵从随时明智施政者的号令,遵从既定的法规,以及将来明智制定的法度;若有人企图破坏法规,我必竭尽一己之力并与众人同心协力予以制止;我定当尊崇祖传的圣所。见证的神明有:阿格劳罗斯、赫斯提亚、厄倪俄、厄倪阿利奥斯、阿瑞斯与阿瑞亚·雅典娜、宙斯、塔罗、奥克索、赫革摩涅、赫拉克勒斯、祖国的疆界,以及小麦、大麦、葡萄、橄榄、无花果。” 诸位先生,这誓词是何等崇高与圣洁!然而莱奥克拉底所做的一切,无不悖离了这誓言。试问,一个人又怎能变得比这更为不虔,或更为彻底地沦为祖国的叛徒?一个人拒绝拿起武器抵御敌人,还有什么能比这更玷污武器?一个甚至不肯献出自己的躯体去接受整队的人,又怎能说他没有遗弃战友和阵列?
ποῦ δʼ ὑπὲρ ὁσίων καὶ ἱερῶν ἤμυνεν ἂν ὁ μηδένα κίνδυνον ὑπομείνας; τίνι δʼ ἂν τὴν πατρίδα προὔδωκε μείζονι προδοσίᾳ; τὸ γὰρ τούτου μέρος2 ἐκλελειμμένη τοῖς πολεμίοις ὑποχείριός ἐστιν. εἶτα τοῦτον οὐκ ἀποκτενεῖτε τὸν ἁπάσαις ταῖς ἀδικίαις ἔνοχον ὄντα; τίνας οὖν τιμωρήσεσθε; τοὺς ἕν τι τούτων ἡμαρτηκότας; ῥᾴδιον ἔσται παρʼ ὑμῖν ἄρα μεγάλα ἀδικεῖν, εἰ φανεῖσθε ἐπὶ τοῖς μικροῖς μᾶλλον ὀργιζόμενοι.
一个未曾承受任何危险的人,又在何处捍卫了世俗与神圣的事物?他又怎能以更大的背叛出卖祖国?因为就他个人而言,城邦已被遗弃并拱手让予敌人。那么,你们难道不对这个犯下所有罪行的人处以死刑吗?既然如此,你们还要惩罚谁呢?难道是那些仅犯下其中一项罪过的人吗?如果你们表现出对微小的过错更为愤怒,那么在你们这里犯下弥天大罪岂不变得轻而易举了?
καὶ μήν, ὦ ἄνδρες, καὶ τοῦθʼ ὑμᾶς δεῖ μαθεῖν, ὅτι τὸ συνέχον τὴν δημοκρατίαν ὅρκος ἐστί. τρία γάρ ἐστιν ἐξ ὧν ἡ πολιτεία συνέστηκεν, ὁ ἄρχων, ὁ δικαστής, ὁ ἰδιώτης. τούτων τοίνυν ἕκαστος ταύτην πίστιν δίδωσιν, εἰκότως· τοὺς μὲν γὰρ ἀνθρώπους πολλοὶ ἤδη ἐξαπατήσαντες καὶ διαλαθόντες οὐ μόνον τῶν παρόντων κινδύνων ἀπελύθησαν, ἀλλὰ καὶ τὸν ἄλλον χρόνον ἀθῷοι τῶν ἀδικημάτων τούτων εἰσί· τοὺς δὲ θεοὺς οὔτʼ ἂν ἐπιορκήσας τις λάθοι οὔτʼ ἂν ἐκφύγοι τὴν ἀπʼ αὐτῶν τιμωρίαν, ἀλλʼ εἰ μὴ αὐτός, οἱ παῖδές γε καὶ τὸ γένος ἅπαν τὸ τοῦ ἐπιορκήσαντος μεγάλοις ἀτυχήμασι περιπίπτει.
此外,诸位先生,你们还必须明白这一点:维系民主政体的正是誓言。因为构成政体的要素有三:执政官、审判官与普通公民。因此,他们每一方立下这一誓约都是理所当然的。因为虽然许多人曾通过欺骗和隐匿瞒过世人,不仅摆脱了眼前的凶险,在余生中对其罪行也逍遥法外;但绝不会有人能因背誓而瞒过神明,也不会有人能逃脱神明的惩罚;即使他本人没有受罚,背誓者的子女乃至整个家族也必将陷入极大的不幸。
διόπερ, ὦ ἄνδρες δικασταί, ταύτην πίστιν ἔδοσαν αὑτοῖς ἐν Πλαταιαῖς πάντες οἱ Ἕλληνες, ὅτʼ ἔμελλον παραταξάμενοι μάχεσθαι πρὸς τὴν Ξέρξου δύναμιν, οὐ παρʼ αὑτῶν εὑρόντες, ἀλλὰ μιμησάμενοι τὸν παρʼ ὑμῖν εἰθισμένον ὅρκον. ὃν ἄξιόν ἐστιν ἀκοῦσαι· καὶ γὰρ παλαιῶν ὄντων τῶν τότε πεπραγμένων ὅμως ἱκανῶς ἔστιν ἐν τοῖς γεγραμμένοις ἰδεῖν τὴν ἐκείνων ἀρετήν. καί μοι ἀναγίγνωσκε αὐτόν.
正因如此,诸位审判官,全希腊人在普拉提亚列阵即将与薛西斯的军队交战时,彼此立下了这一誓约;这誓约并非他们凭空杜撰,而是效仿了你们这里的惯用誓词。这誓词值得一听;因为即便当时之事已成过往,但在文字记载中仍可充分见证先辈的勇德。〔书记官〕,请为我把它读出来。
"Ὅρκος.—Οὐ ποιήσομαι περὶ πλείονος τὸ ζῆν τῆς ἐλευθερίας οὐδʼ ἐγκαταλείψω τοὺς ἡγεμόνας οὔτε ζῶντας οὔτε ἀποθανόντας, ἀλλὰ τοὺς ἐν τῇ μάχῃ τελευτήσαντας τῶν συμμάχων ἅπαντας θάψω. καὶ κρατήσας τῷ πολέμῳ τοὺς βαρβάρους τῶν μὲν μαχεσαμένων ὑπὲρ τῆς Ἑλλάδος πόλεων οὐδεμίαν ἀνάστατον ποιήσω, τὰς δὲ τὰ τοῦ βαρβάρου προελομένας ἁπάσας δεκατεύσω. καὶ τῶν ἱερῶν τῶν ἐμπρησθέντων καὶ καταβληθέντων ὑπὸ τῶν βαρβάρων οὐδὲν ἀνοικοδομήσω παντάπασιν, ἀλλʼ ὑπόμνημα τοῖς ἐπιγιγνομένοις ἐάσω καταλείπεσθαι τῆς τῶν βαρβάρων ἀσεβείας."
“誓词。——我决不把生存看得重于自由,决不抛弃统帅,不论其生死;在战斗中阵亡的盟友,我必将全体收葬。在战争中击溃蛮族之后,凡曾为希腊而战的城邦,我决不摧毁其中任何一座;但凡是倒向蛮族一方的城邦,我必全数征收十分之一奉献于神。凡遭蛮族焚毁和拆除的神殿,我决不加以重建,而是听任其留存,作为蛮族不敬神明的证据留示后人。”
οὕτω τοίνυν, ὦ ἄνδρες, σφόδρα ἐνέμειναν ἐν τούτῳ πάντες ὥστε καὶ τὴν παρὰ τῶν θεῶν εὔνοιαν μεθʼ ἑαυτῶν ἔσχον βοηθόν, καὶ πάντων τῶν Ἑλλήνων ἀνδρῶν ἀγαθῶν γενομένων πρὸς τὸν κίνδυνον, μάλιστα ἡ πόλις ὑμῶν εὐδοκίμησεν. ὃ καὶ πάντων ἂν εἴη δεινότατον,3 τοὺς μὲν προγόνους ὑμῶν ἀποθνῄσκειν τολμᾶν ὥστε μὴ τὴν πόλιν ἀδοξεῖν, ὑμᾶς δὲ μὴ κολάζειν τοὺς καταισχύναντας αὐτήν, ἀλλὰ περιορᾶν τὴν κοινὴν καὶ μετὰ πολλῶν πόνων συνειλεγμένην εὔκλειαν, ταύτην διὰ τὴν τῶν τοιούτων ἀνδρῶν πονηρίαν καταλυομένην.
诸位先生,正是由于他们人人都如此坚定地恪守这誓言,他们不仅赢得了神明的眷顾作为援助,而且在全希腊人面对危险奋勇作战之际,你们的城邦尤其赢得了崇高的声誉。如果你们的祖先敢于献出生命以免城邦蒙受耻辱,而你们却不惩罚玷污城邦之人,反而坐视付出无数辛劳所积聚起来的共同荣耀因这等宵小的恶行而毁于一旦,那将成为世间最可怕的事情。
- 77τῶν ἀεὶ κραινόντων
动词 εὐηκοέω(εὐηκοήσω,“顺从、服从”)所要求的属格补足语。副词 ἀεί 表“历任的、随时的”,分词 κραινόντων(源自 κραίνω,“决断、掌权、治理”)指“在不同时期依法施政者、执政官员”。紧随其后的 τῶν θεσμῶν... 同样作为属格宾语受该动词并列支配。
- 78τὸ γὰρ τούτου μέρος
关涉/限定对格(副词性对格)的习语表达,意为“就他个人而言”或“在他这一方面”。在省略主语(承前省略 πατρίς)的主句中,该短语强调莱奥克拉底个人的逃跑行为在性质上等同于将整座城邦弃置于敌手。
- 82ὃ καὶ πάντων ἂν εἴη δεινότατον
中性关系代名词 ὅ 具有前瞻先行(prolepsis)用法,预先指涉后文由不定式构成的同位成分(τοὺς μὲν προγόνους... ἀποθνῄσκειν... 与 ὑμᾶς δὲ μὴ κολάζειν...)。整句骨架为“那将是万事中最可怕者,即……”,鲜明突出了先辈牺牲报国与后人若放纵叛国者两者之间的荒谬对照。
