- 底本
- Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:68-76
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者驳斥了被告同党将弃城逃跑比作波希战争时期撤往萨拉米斯的辩解,将其背叛与先辈的赫赫战功相对比,并依据青年军誓词要求对其严加惩处。
ἀγανακτῶ δὲ μάλιστα, ὦ ἄνδρες, ἐπειδὰν ἀκούσω τῶν μετὰ τούτου τινὸς λέγοντος ὡς οὐκ ἔστι τοῦτο προδιδόναι, εἴ τις ᾤχετο ἐκ τῆς πόλεως· καὶ γὰρ οἱ πρόγονοί ποθʼ ὑμῶν τὴν πόλιν καταλιπόντες, ὅτε πρὸς Ξέρξην ἐπολέμουν, εἰς Σαλαμῖνα διέβησαν. καὶ οὕτως ἐστὶν ἀνόητος καὶ παντάπασιν ὑμῶν καταπεφρονηκὼς ὥστε τὸ κάλλιστον τῶν ἔργων πρὸς τὸ αἴσχιστον συμβαλεῖν ἠξίωσε.
诸位先生,每当我听到此人的同党有人声称,某人离开城邦并非背叛,因为你们的祖先在同薛西斯作战时也曾弃城渡往萨拉米斯,我便感到无比愤慨。他是如此愚蠢,且如此彻底地藐视你们,以至于竟然妄图将最崇高的功勋与最无耻的勾当相提并论。
ποῦ γὰρ οὐ περιβόητος ἐκείνων τῶν ἀνδρῶν ἡ ἀρετὴ γέγονε; τίς δʼ οὕτως ἢ φθονερός ἐστιν ἢ παντάπασιν ἀφιλότιμος, ὃς οὐκ ἂν εὔξαιτο τῶν ἐκείνοις πεπραγμένων μετασχεῖν; οὐ γὰρ τὴν πόλιν ἐξέλιπον ἀλλὰ τὸν τόπον μετήλλαξαν, πρὸς τὸν ἐπιόντα κίνδυνον καλῶς βουλευσάμενοι.
难道那些先辈的英勇美德没有在各地传唱吗?又有谁会如此嫉妒或完全不顾名誉,以至于不愿祈求分享他们所建树的功业?他们并没有弃绝城邦,而是面对即将来临的危险做出了明智的决断,转移了所在之地。
Ἐτεόνικος μὲν γὰρ ὁ Λακεδαιμόνιος καὶ Ἀδείμαντος ὁ Κορίνθιος καὶ τὸ Αἰγινητῶν ναυτικὸν ὑπὸ νύκτα τὴν σωτηρίαν αὑτοῖς ἔμελλον πορίζεσθαι· ἐγκαταλειπόμενοι δʼ οἱ πρόγονοι ὑπὸ πάντων τῶν Ἑλλήνων βίᾳ καὶ τοὺς ἄλλους ἠλευθέρωσαν, ἀναγκάσαντες ἐν Σαλαμῖνι μεθʼ αὑτῶν πρὸς τοὺς βαρβάρους ναυμαχεῖν. μόνοι δʼ ἀμφοτέρων περιγεγόνασι, καὶ τῶν πολεμίων καὶ τῶν συμμάχων, ὡς ἑκατέρων προσῆκε, τοὺς μὲν εὐεργετοῦντες, τοὺς δὲ μαχόμενοι νικῶντες. ἆρά γʼ ὅμοιοι τῷ φεύγοντι τὴν πατρίδα τεττάρων ἡμερῶν πλοῦν εἰς Ῥόδον;
事实上,拉刻代蒙人埃特奥尼库斯、科林斯人阿得曼托斯以及埃吉那人的舰队,本打算借着夜色为自己谋求生路;但我们的祖先虽遭所有希腊人遗弃,却以强力迫使他们在萨拉米斯与自己一同抵御蛮族进行海战,从而也解放了其他人。唯有他们以各自相称的方式同时征服了敌友双方:对盟友施以恩德,对敌人则战而胜之。难道他们会与那个乘船四天逃往罗得岛、背弃祖国的人相似吗?
ἦ που ταχέως ἂν ἠνέσχετό τις ἐκείνων τῶν ἀνδρῶν τοιοῦτον ἔργον, ἀλλʼ οὐκ ἂν κατέλευσαν τὸν καταισχύνοντα τὴν αὑτῶν ἀριστείαν.1 οὕτω γοῦν ἐφίλουν τὴν πατρίδα πάντες ὥστε τὸν παρὰ Ξέρξου πρεσβευτὴν Ἀλέξανδρον, φίλον ὄντα αὐτοῖς πρότερον, ὅτι γῆν καὶ ὕδωρ ᾔτησε, μικροῦ δεῖν κατέλευσαν. ὅπου δὲ καὶ τοῦ λόγου τιμωρίαν ἠξίουν λαμβάνειν, ἦ που τὸν ἔργῳ παραδόντα τὴν πόλιν ὑποχείριον τοῖς πολεμίοις οὐ μεγάλαις ἂν ζημίαις ἐκόλασαν.2
难道那些先辈中会有人轻易容忍这等行径,而不是将玷污他们自身勇武荣誉之人乱石砸死吗?无论如何,他们人人都如此深爱祖国,以至于薛西斯的使节亚历山大——此前本是他们的友人——仅因索要泥土和水,便差一点被他们乱石砸死。既然他们认为哪怕仅仅是一句话也理应受到惩罚,那么对于在行动上将城邦拱手送入敌手之人,难道他们竟不会处以重刑吗?
τοιγαροῦν τοιαύταις χρώμενοι γνώμαις, ἐνενήκοντα μὲν ἔτη τῶν Ἑλλήνων ἡγεμόνες κατέστησαν, Φοινίκην δὲ καὶ Κιλικίαν ἐπόρθησαν, ἐπʼ Εὐρυμέδοντι δὲ καὶ πεζομαχοῦντες καὶ ναυμαχοῦντες ἐνίκησαν, ἑκατὸν δὲ τριήρεις τῶν βαρβάρων αἰχμαλώτους ἔλαβον, ἅπασαν δὲ τὴν Ἀσίαν κακῶς ποιοῦντες περιέπλευσαν.
因此,秉持着这样的志向,他们成为希腊人的领袖长达九十年之久,蹂躏了腓尼基和基利家,在欧律墨冬河无论陆战还是海战皆大获全胜,俘获蛮族战舰达一百艘之多,并巡航整个亚洲沿海四处袭扰。
καὶ τὸ κεφάλαιον τῆς νίκης, οὐ τὸ ἐν Σαλαμῖνι τρόπαιον ἀγαπήσαντες ἔστησαν, ἀλλʼ ὅρους τοῖς βαρβάροις πήξαντες τοὺς εἰς τὴν ἐλευθερίαν τῆς Ἑλλάδος, καὶ τούτους κωλύσαντες ὑπερβαίνειν, συνθήκας ἐποιήσαντο, μακρῷ μὲν πλοίῳ μὴ πλεῖν ἐντὸς Κυανέων καὶ Φασήλιδος, τοὺς δʼ Ἕλληνας αὐτονόμους εἶναι, μὴ μόνον τοὺς τὴν Εὐρώπην ἀλλὰ καὶ τοὺς τὴν Ἀσίαν κατοικοῦντας.
作为胜利的顶峰,他们并不满足于仅仅在萨拉米斯立起战利纪念碑,而是为蛮族划定了确保希腊自由的界限,禁止其逾越,并订立了条约:战舰不得驶入客亚涅群礁与法塞利斯以内的海域,不仅居住在欧洲的希腊人,就连居住在亚洲的希腊人也都享有自治。
καίτοι οἴεσθʼ ἄν, εἰ τῇ Λεωκράτους διανοίᾳ χρησάμενοι πάντες ἔφυγον, τούτων ἄν τι γενέσθαι τῶν καλῶν ἔργων, ἢ ταύτην ἂν ἔτι τὴν χώραν κατοικεῖν ὑμᾶς;3 χρὴ τοίνυν, ὦ ἄνδρες, ὥσπερ τοὺς ἀγαθοὺς ἐπαινεῖτε καὶ τιμᾶτε, οὕτω καὶ τοὺς κακοὺς μισεῖν τε καὶ κολάζειν, ἄλλως τε καὶ Λεωκράτην, ὃς οὔτε ἔδεισεν οὔτε ᾐσχύνθη ὑμᾶς.
然而,你们以为如果人人都抱持莱奥克拉底的心思临阵逃脱,这些光辉伟业还会有任何一件实现吗?抑或你们至今还能居住在这片土地上吗?因此,诸位先生,正如你们赞美和尊崇善人一样,你们也应当憎恨和惩罚恶人,尤其是莱奥克拉底,他既不怕你们,也对你们毫无羞耻之心。
καίτοι ὑμεῖς τίνα τρόπον νενομίκατε περὶ τούτων καὶ πῶς ἔχετε ταῖς διανοίαις, θεωρήσατε. ἄξιον γὰρ ὅμως καίπερ πρὸς εἰδότας διελθεῖν· ἐγκώμιον γὰρ νὴ τὴν Ἀθηνᾶν εἰσι τῆς πόλεως οἱ παλαιοὶ νόμοι καὶ τὰ ἔθη τῶν ἐξ ἀρχῆς ταῦτα κατασκευασάντων, οἷς ἂν προσέχητε, τὰ δίκαια ποιήσετε καὶ πᾶσιν ἀνθρώποις σεμνοὶ καὶ ἄξιοι τῆς πόλεως δόξετʼ εἶναι.
然而,请审视你们关于这些事情立下了怎样的法度,你们的内心怀有怎样的意念。即便在早已知晓的人面前,将这些重述一遍也是极为值得的。指着雅典娜起誓,城邦古老的法律以及从一开始就制定这些法度之人的风尚,正是对城邦的颂辞;只要你们遵行这些,你们便会行公正之事,并在所有人看来都显得庄严高尚、无愧于城邦。
ὑμῖν γὰρ ἔστιν ὅρκος, ὃν ὀμνύουσι πάντες οἱ πολῖται, ἐπειδὰν εἰς τὸ ληξιαρχικὸν γραμματεῖον ἐγγραφῶσι καὶ ἔφηβοι γένωνται, μήτε τὰ ἱερὰ ὅπλα καταισχυνεῖν μήτε τὴν τάξιν λείψειν, ἀμυνεῖν δὲ τῇ πατρίδι καὶ ἀμείνω παραδώσειν. ὃν εἰ μὲν ὀμώμοκε Λεωκράτης, φανερῶς ἐπιώρκηκε, καὶ οὐ μόνον ὑμᾶς ἠδίκηκεν, ἀλλὰ καὶ εἰς τὸ θεῖον ἠσέβηκεν. εἰ δὲ μὴ ὀμώμοκεν εὐθὺς δῆλός ἐστι παρασκευασάμενος ὡς οὐδὲν ποιήσων τῶν δεόντων, ἀνθʼ ὧν δικαίως ἂν αὐτὸν καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τιμωρήσαισθε.
因为你们拥有一个誓言,当所有公民登记入区籍簿并成为青年军时都会宣读它:绝不玷污神圣武器,绝不脱离阵列,而是要捍卫祖国,并将祖国变得更为美好而传承下去。莱奥克拉底如果发过这一誓言,那他显然犯下了背誓之罪,不仅侵害了你们,更对神明构成了不敬;而如果他没有发过此誓,那他显然从一开始就蓄谋不履行任何应尽的义务。无论为了你们自身还是为了神明,你们完全有正当理由为此惩罚他。
- 71ἦ που ταχέως ἂν ἠνέσχετό τις ἐκείνων τῶν ἀνδρῶν τοιοῦτον ἔργον, ἀλλʼ οὐκ ἂν κατέλευσαν τὸν καταισχύνοντα τὴν αὑτῶν ἀριστείαν.
小词组合 ἦ που 与过去直陈式加 ἄν(ἠνέσχετο ἄν)连用,引导带有讽刺意味的非真实过去推论:“那些人难道会轻易容忍这等行径吗(绝不会容忍)”。紧接着的 ἀλλʼ οὐκ ἂν κατέλευσαν 构成反问对比,意为“难道他们不会将其乱石砸死吗(必然会砸死)”。
- 71ὅπου δὲ καὶ τοῦ λόγου τιμωρίαν ἠξίουν λαμβάνειν, ἦ που τὸν ἔργῳ παραδόντα τὴν πόλιν ὑποχείριον τοῖς πολεμίοις οὐ μεγάλαις ἂν ζημίαις ἐκόλασαν.
连词 ὅπου 在此由处所引申为事实前提或因果联系(“既然……/在……的情况下”)。主句 ἦ που 搭配过去直陈式加否定词(οὐ ... ἂν ἐκόλασαν),构成由轻及重(a fortiori)的修辞反问:“既然他们对区区言辞都要求惩罚,对于实际行动上出卖城邦之人,难道还会不用重刑处置吗?”
- 74καίτοι οἴεσθʼ ἄν, εἰ τῇ Λεωκράτους διανοίᾳ χρησάμενοι πάντες ἔφυγον, τούτων ἄν τι γενέσθαι τῶν καλῶν ἔργων, ἢ ταύτην ἂν ἔτι τὴν χώραν κατοικεῖν ὑμᾶς;
助词 ἄν 提前置于主动词 οἴεσθε 之后(οἴεσθʼ ἄν),预示了非真实条件语气,并在后面的两个不定式短语中重复出现(τούτων ἄν τι γενέσθαι 为过去非真实,ταύτην ἂν ... κατοικεῖν 为现在非真实),共同充当反实条件句 εἰ πάντες ἔφυγον 在间接引语中的归结分句。
