- 底本
- Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:60-67
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古援引特洛伊与美塞尼亚的前车之鉴,强调莱奥克拉底的逃亡本质上是将城邦彻底推向毁灭,并借古代立法者对任何违法皆施以极刑的原则,论证哪怕是一人之罪也绝不能姑息,否则整套国法必将瓦解。
καὶ ὑπὸ μὲν ἐκείνων προδοθεῖσαν οἰκεῖσθαι ἂν συνέβαινε δούλην οὖσαν τὴν πόλιν, ὃν δὲ τρόπον οὗτος ἐξέλιπεν, ἀοίκητον ἂν γενέσθαι. ἔτι δʼ ἐκ μὲν τοῦ κακῶς πράττειν τὰς πόλεις μεταβολῆς τυχεῖν ἐπὶ τὸ βέλτιον εἰκός ἐστιν, ἐκ δὲ τοῦ παντάπασι γενέσθαι ἀναστάτους καὶ τῶν κοινῶν ἐλπίδων στερηθῆναι.1 ὥσπερ γὰρ ἀνθρώπῳ ζῶντι μὲν ἐλπὶς ἐκ τοῦ κακῶς πρᾶξαι μεταπεσεῖν, τελευτήσαντι δὲ συναναιρεῖται πάντα διʼ ὧν ἄν τις εὐδαιμονήσειεν, οὕτω καὶ περὶ τὰς πόλεις συμβαίνει πέρας ἔχειν τὴν ἀτυχίαν, ὅταν ἀνάστατοι γένωνται.
即便被前者背叛,城邦虽遭奴役,却仍会有人居住,但依照此人弃城而去的方式,城邦本将沦为废墟、无人居住。此外,城邦经历不幸后尚有转危为安的可能,但若被彻底夷为平地,就连共同的希望也会被彻底剥夺。因为正如一个活着的人尚有摆脱困厄的希望,而已死之人则与其一切可能求得福祉的途径同归于尽,城邦也是如此,一旦被彻底夷灭,灾祸便达到了终点。
εἰ γὰρ δεῖ τὴν ἀλήθειαν εἰπεῖν, πόλεώς ἐστι θάνατος ἀνάστατον γενέσθαι. τεκμήριον δὲ μέγιστον· ἡμῶν γὰρ ἡ πόλις τὸ μὲν παλαιὸν ὑπὸ τῶν τυράννων κατεδουλώθη, τὸ δʼ ὕστερον ὑπὸ τῶν τριάκοντα, καὶ ὑπὸ Λακεδαιμονίων τὰ τείχη καθῃρέθη· καὶ ἐκ τούτων ὅμως ἀμφοτέρων ἠλευθερώθημεν καὶ τῆς τῶν Ἑλλήνων εὐδαιμονίας ἠξιώθημεν προστάται γενέσθαι.
因为实事求是地说,被彻底夷灭就是城邦的死亡。最强有力的证据便在眼前:我们的城邦在古时曾被僭主们奴役,其后又遭三十僭主统治,城墙亦被拉刻代蒙人拆毁;然而从这双重灾难中,我们依然重获自由,并被公认配得上成为全希腊繁荣的捍卫者。
ἀλλʼ οὐχ ὅσαι πώποτʼ ἀνάστατοι γεγόνασι. τοῦτο μὲν γάρ, εἰ καὶ παλαιότερον εἰπεῖν ἐστι, τὴν Τροίαν τίς οὐκ ἀκήκοεν ὅτι μεγίστη γεγενημένη τῶν τότε πόλεων καὶ πάσης ἐπάρξασα τῆς Ἀσίας, ὡς ἅπαξ ὑπὸ τῶν Ἑλλήνων κατεσκάφη, τὸν αἰῶνα ἀοίκητός ἐστι; τοῦτο δὲ Μεσσήνην πεντακοσίοις ἔτεσιν ὕστερον ἐκ τῶν τυχόντων ἀνθρώπων συνοικισθεῖσαν;
但所有曾被夷平的城邦却无一能够如此。因为首先,即便谈论的是更为古老的事迹,谁没有听说过特洛伊呢?它曾是当时最大的城邦并统治了整个亚洲,然而一旦被希腊人夷为平地,便陷入了万劫不复的荒芜;又有谁没有听说过美塞尼亚,在五百年后才由各色杂凑之徒重新聚集建城?
ἴσως οὖν τῶν συνηγόρων αὐτῷ τολμήσει τις εἰπεῖν, μικρὸν τὸ πρᾶγμα ποιῶν, ὡς οὐδὲν ἂν παρʼ ἕνα ἄνθρωπον2 ἐγένετο τούτων· καὶ οὐκ αἰσχύνονται τοιαύτην ἀπολογίαν ποιούμενοι πρὸς ὑμᾶς, ἐφʼ ᾗ δικαίως ἂν ἀποθάνοιεν. εἰ μὲν γὰρ ὁμολογοῦσι τὴν πατρίδα αὐτὸν ἐκλιπεῖν, τοῦτο συγχωρήσαντες ὑμᾶς ἐώντων διαγνῶναι περὶ τοῦ μεγέθους· εἰ δʼ ὅλως μηδὲν τούτων πεποίηκεν, οὐ μανία δή που τοῦτο λέγειν, ὡς οὐδὲν ἂν γένοιτο παρὰ τοῦτον;
或许他的辩护人中会有人斗胆轻描淡写地宣称,仅凭一个人绝不可能招致这等灾祸;他们向你们提出这种本当受死的辩词,竟然毫无羞耻之心。因为如果他们承认他抛弃了祖国,那么既然已经承认了这一点,就应当听凭你们来判定罪行的大小;但如果他根本没有做出这些事,那么声称不会因他一人而产生任何后果,岂不真是疯狂吗?
ἡγοῦμαι δʼ ἔγωγε, ὦ ἄνδρες, τοὐναντίον τούτοις, παρὰ τοῦτον εἶναι τῇ πόλει τὴν σωτηρίαν. ἡ γὰρ πόλις οἰκεῖται κατὰ τὴν ἰδίαν ἑκάστου μοῖραν φυλαττομένη· ὅταν οὖν ταύτην ἐφʼ ἑνός τις παρίδῃ, λέληθεν ἑαυτὸν ἐφʼ ἁπάντων τοῦτο πεποιηκώς. καίτοι ῥᾴδιόν ἐστιν, ὦ ἄνδρες, πρὸς τὰς τῶν ἀρχαίων νομοθετῶν διανοίας ἀποβλέψαντας τὴν ἀλήθειαν εὑρεῖν.
诸位先生,我本人的看法恰恰与他们相反,我认为城邦的存亡系于此人一身。因为城邦正是靠着每个人坚守各自的分内职责才得以维系;因此,一旦有人在一个人的身上忽视了这一点,他便在不知不觉中对所有人犯下了这种疏忽。然而,诸位先生,只要回顾古代立法者的思想意图,便很容易发现真理。
ἐκεῖνοι γὰρ οὐ τῷ μὲν ἑκατὸν τάλαντα κλέψαντι θάνατον ἔταξαν, τῷ δὲ δέκα δραχμὰς ἔλαττον ἐπιτίμιον· οὐδὲ τὸν μὲν μεγάλα ἱεροσυλήσαντα ἀπέκτεινον, τὸν δὲ μικρὰ ἐλάττονι τιμωρίᾳ ἐκόλαζον· οὐδὲ τὸν μὲν οἰκέτην ἀποκτείναντα ἀργυρίῳ ἐζημίουν, τὸν δὲ ἐλεύθερον εἶργον τῶν νόμων ἀλλʼ ὁμοίως ἐπὶ πᾶσι καὶ τοῖς ἐλαχίστοις παρανομήμασι θάνατον ὥρισαν εἶναι τὴν ζημίαν.
因为他们并不是给盗窃一百塔兰同的人判处死刑,而对盗窃十德拉克马的人处以较轻的惩罚;也不是将犯下严重圣物盗窃罪的人处决,而对轻微冒渎者处以较轻的刑罚;更不是对杀死奴仆者处以罚金,而将杀死自由人者排斥于法律之外;相反,他们对所有违法行为,哪怕是最微不足道的过犯,一律将死刑定为惩罚。
οὐ γὰρ πρὸς τὸ ἴδιον ἕκαστος αὐτῶν ἀπέβλεπε τοῦ γεγενημένου πράγματος, οὐδʼ ἐντεῦθεν τὸ μέγεθος τῶν ἁμαρτημάτων ἐλάμβανον, ἀλλʼ αὐτὸ ἐσκόπουν τοῦτο, εἰ πέφυκε τὸ ἀδίκημα τοῦτο ἐπὶ πλεῖον ἐλθὸν μέγα βλάπτειν τοὺς ἀνθρώπους. καὶ γὰρ ἄτοπον ἄλλως πως περὶ τούτου ἐξετάζειν. φέρε γάρ, ὦ ἄνδρες, εἴ τις ἕνα νόμον εἰς τὸ Μητρῷον ἐλθὼν ἐξαλείψειεν, εἶτʼ ἀπολογοῖτο ὡς οὐδὲν παρὰ τοῦτον τῇ πόλει ἐστίν, ἆρʼ οὐκ ἂν ἀπεκτείνατʼ αὐτόν; ἐγὼ μὲν οἶμαι δικαίως, εἴπερ ἐμέλλετε καὶ τοὺς ἄλλους σῴζειν.
因为他们中没有一个人只盯着发生之事的个别细节,也不从个别结果中衡量罪行的大小,而是着眼于这本身:这种不法行径若进一步蔓延,其性质是否会给人类带来巨大危害。事实上,以任何其他方式考察此事都是荒谬的。诸位先生,试想一下:如果有人走进母神庙抹去了一条法律,随后辩解说城邦并不会因这一条法律而遭受任何损失,难道你们不会将他处死吗?我认为,假使你们确实打算维护其他所有法律,你们处死他就是完全公正的。
τὸν αὐτὸν τοίνυν τρόπον κολαστέον ἐστὶ τοῦτον, εἰ μέλλετε τοὺς ἄλλους πολίτας βελτίους ποιήσειν· καὶ οὐ τοῦτο λογιεῖσθε, εἰ εἷς ἐστι μόνος ἅνθρωπος, ἀλλʼ εἰς τὸ πρᾶγμα.3 ἐγὼ μὲν γὰρ ἡγοῦμαι τὸ μὴ πολλοὺς τοιούτους γενέσθαι ἡμέτερον εὐτύχημα εἶναι, τοῦτον μέντοι διὰ τοῦτο μείζονος τιμωρίας ἄξιον εἶναι τυχεῖν, ὅτι μόνος τῶν ἄλλων πολιτῶν οὐ κοινὴν ἀλλʼ ἰδίαν τὴν σωτηρίαν ἐζήτησεν.
因此,如果你们打算让其他公民变得更加优秀,就必须以同样的方式惩处此人;你们所要考虑的不是他是否仅仅是一个人,而是这一行为本身。因为我认为,没有出现许多像他这样的人是我们的幸运,然而此人正因如此应当遭受更为严厉的惩罚,因为在所有其他公民中,唯有他一人不求城邦共同的得救,而只求个人的安全苟活。
- 60ἐκ δὲ τοῦ παντάπασι γενέσθαι ἀναστάτους καὶ τῶν κοινῶν ἐλπίδων στερηθῆναι
本句与前半句 ἐκ μὲν τοῦ κακῶς πράττειν τὰς πόλεις μεταβολῆς τυχεῖν ἐπὶ τὸ βέλτιον εἰκός ἐστιν 形成对照,省略了谓语 εἰκός ἐστι(或相近的谓语表达)。冠词 τοῦ 仅统辖 γενέσθαι,而 στερηθῆναι 则与前半句的 τυχεῖν 对应,受省略的谓语支配(καί 为副词“甚至/连”),意为“但若彻底被夷为平地,(城邦)连共同的希望都会被剥夺”。
- 63παρʼ ἕνα ἄνθρωπον
介词 παρά 后接宾格,在此表示原因或依附关系(“由于”、“取决于”)。此处指辩护人轻描淡写的说辞,即认为如此严重的灾难绝不可能“因一个人而起”或“取决于一个人”。
- 67οὐ τοῦτο λογιεῖσθε, εἰ εἷς ἐστι μόνος ἅνθρωπος, ἀλλʼ εἰς τὸ πρᾶγμα
动词 λογιεῖσθε 统摄前后两个对比成分。前半部分由指示代词 τοῦτο 先导,并由间接疑问从句 εἰ εἷς ἐστι μόνος ἅνθρωπος 说明其具体内容;后半部分则以介词短语 εἰς τὸ πρᾶγμα 通过轭式搭配(zeugma)承接由 λογιεῖσθε 引申省去的表示“注视、着眼”义的动词(如 ἀποβλέψετε),表示“你们应当着眼于事情本身”。
