- 底本
- Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:52-59
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古援引战后战时阿雷奥帕古斯议事会与公民法庭惩处逃亡者的先例,论证莱奥克拉底的行径早已被定性为叛国罪,并逐一驳斥了其声称因经商而出海、以及因未担任官职而不构成叛国罪的预期辩词。
σκέψασθε δʼ, ὦ ἄνδρες, ὅτι οὐδʼ ἐν ὑμῖν ἐστιν ἀποψηφίσασθαι Λεωκράτους τουτουί, τὰ δίκαια ποιοῦσι.1 τὸ γὰρ ἀδίκημα τοῦτο κεκριμένον ἐστὶ καὶ κατεγνωσμένον. ἡ μὲν γὰρ ἐν Ἀρείῳ πάγῳ βουλή (καὶ μηδείς μοι θορυβήσῃ· ταύτην γὰρ ὑπολαμβάνω μεγίστην τότε γενέσθαι τῇ πόλει σωτηρίαν) τοὺς φυγόντας τὴν πατρίδα καὶ ἐγκαταλιπόντας τότε τοῖς πολεμίοις λαβοῦσα ἀπέκτεινε. καίτοι, ὦ ἄνδρες, μὴ νομίζετε τοὺς τὰ τῶν ἄλλων φονικὰ ἀδικήματα ὁσιώτατα δικάζοντας αὐτοὺς ἂν εἴς τινα τῶν πολιτῶν τοιοῦτόν τι παρανομῆσαι.2 ἀλλὰ μὴν Αὐτολύκου μὲν ὑμεῖς κατεψηφίσασθε, μείναντος μὲν αὐτοῦ ἐν τοῖς κινδύνοις, ἔχοντος δʼ αἰτίαν τοὺς υἱεῖς καὶ τὴν γυναῖκα ὑπεκθέσθαι, καὶ ἐτιμωρήσασθε. καίτοι εἰ τὸν τοὺς ἀχρήστους εἰς τὸν πόλεμον ὑπεκθέσθαι αἰτίαν ἔχοντα ἐτιμωρήσασθε, τί δεῖ πάσχειν ὅστις ἀνὴρ ὢν οὐκ ἀπέδωκε τὰ τροφεῖα τῇ πατρίδι; ἔτι δὲ ὁ δῆμος δεινὸν ἡγησάμενος εἶναι τὸ γιγνόμενον ἐψηφίσατο ἐνόχους εἶναι τῇ προδοσίᾳ τοὺς φεύγοντας τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον, ἀξίους εἶναι νομίζων τῆς ἐσχάτης τιμωρίας.
诸位先生,请你们想一想,如果秉公行事,甚至连宣告免除眼前的莱奥克拉底的罪名,都不在你们的权力范围之内。因为这项罪行早已经受审判并被定罪。阿雷奥帕古斯议事会(请大家切勿向我起哄;因为我认为该议事会在当时成了城邦最大的救星)便逮捕并处决了当时逃离祖国、将城邦遗弃给敌人的人。然而,诸位先生,绝不要以为那些以最虔敬的态度审理他人命案的人,自己会对任何公民做出此类违法之举。不仅如此,你们自己也曾对奥托利科斯定罪,他本人虽留于危难之中,却因涉嫌秘密将妻儿转移出境而获罪,你们对他施加了惩罚。然而,如果你们惩处了一个仅仅涉嫌将无益于战事之人转移避难的人,那么一个身为成年男子却不报答祖国养育之恩的人,应当遭受何等惩治呢?况且,人民大众眼见当时的事态极为严峻,遂通过法令,判定那些逃避为祖国涉险之人犯有叛国罪,并认为他们应当受到极刑。
ἃ δὴ κατέγνωσται μὲν παρὰ τῷ δικαιοτάτῳ συνεδρίῳ, κατεψήφισται δʼ ὑφʼ ὑμῶν τῶν δικάζειν λαχόντων, ὁμολογεῖται δὲ παρὰ τῷ δήμῳ τῆς μεγίστης ἄξια εἶναι τιμωρίας, τούτοις ὑμεῖς ἐναντία ψηφιεῖσθε; πάντων ἄρʼ ἀνθρώπων ἔσεσθε ἀγνωμονέστατοι καὶ ἐλαχίστους ἕξετε τοὺς ὑπὲρ αὐτῶν κινδυνεύοντας.
既然这些罪行已经在最公正的法庭被定罪,由抽签任法官的你们投票判定有罪,并在公民大会上被公认为当受极刑,难道你们竟要作出与此相反的判决吗?若真如此,你们将成为全人类中最不明事理之辈,为你们冒险效力的人也将减至最少。
ὡς μὲν οὖν ἔνοχός ἐστι τοῖς εἰσηγγελμένοις ἅπασιν, ὦ ἄνδρες, Λεωκράτης φανερόν ἐστι· πυνθάνομαι δʼ αὐτὸν ἐπιχειρήσειν ὑμᾶς ἐξαπατᾶν λέγοντα, ὡς ἔμπορος ἐξέπλευσε καὶ κατὰ ταύτην τὴν ἐργασίαν ἀπεδήμησεν εἰς Ῥόδον. ἐὰν οὖν ταῦτα λέγῃ, ἐνθυμεῖσθʼ ᾧ ῥᾳδίως λήψεσθʼ αὐτὸν ψευδόμενον. πρῶτον μὲν γὰρ οὐκ ἐκ τῆς ἀκτῆς κατὰ τὴν πυλίδα ἐμβαίνουσιν οἱ κατʼ ἐμπορίαν πλέοντες ἀλλʼ εἴσω τοῦ λιμένος, ὑπὸ πάντων τῶν φίλων ὁρώμενοι καὶ ἀποστελλόμενοι· ἔπειτα οὐ μετὰ τῆς ἑταίρας καὶ τῶν θεραπαινῶν ἀλλὰ μόνοι μετὰ παιδὸς τοῦ διακονοῦντος.
因此,诸位先生,莱奥克拉底完全触犯了弹劾状中所列的所有罪名,这是显而易见的。然而我听说他企图欺骗你们,声称他是作为商人出海,为了这项生计才远赴罗德岛的。如果他真这样说,请你们记住凭什么能轻易识破他的谎言。首先,从事贸易航海的人绝不是沿着小角门从外面的海岸登船,而是从港口内登船,在所有亲友的注视与送别下启程;其次,他们不是带着情妇和侍女,而是独自一人带着贴身侍童出海。
πρὸς δὲ τούτοις τί προσῆκεν ἐν Μεγάροις τὸν Ἀθηναῖον ὡς ἔμπορον πέντε ἔτη κατοικεῖν καὶ τὰ ἱερὰ τὰ πατρῷα μετακομίζεσθαι καὶ τὴν οἰκίαν τὴν ἐνθάδε πωλεῖν, εἰ μὴ κατεγνώκει τε αὑτοῦ προδεδωκέναι τὴν πατρίδα3 καὶ μεγάλα πάντας ἠδικηκέναι; ὃ καὶ πάντων γένοιτʼ ἂν ἀτοπώτατον, εἰ περὶ ὧν αὐτὸς προσεδόκα τεύξεσθαι τιμωρίας, ταῦθʼ ὑμεῖς ἀπολύσαιτε κύριοι γενόμενοι τῆς ψήφου. χωρὶς δὲ τούτων οὐχ ἡγοῦμαι δεῖν ἀποδέχεσθαι ταύτην τὴν ἀπολογίαν.
除此以外,若非他自己心中早已判定自己背叛了祖国、对所有人犯下了大罪,一个雅典人又有何理由作为商人在墨加拉居住五年之久,将祖先的神圣器物迁移过去,并变卖在本地的房产呢?若对于他自己都自知当受惩处之事,掌握了判决权的你们反倒将他赦免,这将是全天下最荒谬绝伦之事。撇开这些不谈,我认为根本不应当采信这种辩解。
πῶς γὰρ οὐ δεινὸν τοὺς μὲν ἐπʼ ἐμπορίαν ἀποδημοῦντας σπεύδειν ἐπὶ τὴν τῆς πόλεως βοήθειαν, τοῦτον δὲ μόνον ἐν τοῖς τότε καιροῖς καὶ κατʼ ἐργασίαν ἐκπλεῖν, ἡνίκα οὐδʼ ἂν εἷς προσκτήσασθαι οὐδὲν ἂν ἐζήτησεν, ἀλλὰ τὰ ὑπάρχοντα μόνον διαφυλάξαι; ἡδέως δʼ ἂν αὐτοῦ πυθοίμην τίνʼ ἐμπορίαν εἰσάγων χρησιμώτερος ἐγένετο ἂν τῇ πόλει τοῦ παρασχεῖν4 τὸ σῶμα τάξαι τοῖς στρατηγοῖς καὶ τοὺς ἐπιόντας ἀμύνασθαι μεθʼ ὑμῶν μαχόμενος. ἐγὼ μὲν οὐδεμίαν ὁρῶ τηλικαύτην οὖσαν βοήθειαν.
因为当远在异邦经商的人都匆忙赶回救助城邦之时,唯独此人在那样的危急关头为做买卖而出海,当时连一个人都不会企图增添额外财富,而只想保全现有资产,这难道不是骇人听闻之事吗?我很想向他请教,他运进什么货物,能够比将自己的躯体交由将军编入战列、与你们并肩作战击退来犯之敌对城邦更为有用呢?就我而言,看不到任何具有如此分量的援助。
ἄξιον δʼ ἐστὶν οὐ μόνον αὐτῷ διὰ τὴν πρᾶξιν ὀργίζεσθαι ταύτην, ἀλλὰ καὶ διὰ τὸν λόγον τοῦτον· φανερῶς γὰρ ψεύδεσθαι τετόλμηκεν. οὔτε γὰρ πρότερον οὐδεπώποτε ἐγένετο ἐπὶ ταύτης τῆς ἐργασίας, ἀλλʼ ἐκέκτητο χαλκοτύπους, οὔτε τότʼ ἐκπλεύσας οὐδὲν εἰσήγαγεν ἐκ Μεγάρων, ἓξ ἔτη συνεχῶς ἀποδημήσας. ἔτι δὲ καὶ τῆς πεντηκοστῆς μετέχων ἐτύγχανεν, ἣν οὐκ ἂν καταλιπὼν κατʼ ἐμπορίαν ἀπεδήμει. ὥστʼ ἂν μέν τι περὶ τούτων λέγῃ, οὐδʼ ὑμᾶς ἐπιτρέψειν αὐτῷ νομίζω.
不仅因他的这种行径,而且因他的这套言论,对他发怒也是理所应当的;因为他竟敢公然撒谎。他此前从未从事过这项买卖,而是拥有铸铜奴隶;当时出海之后,他在外连续侨居六年,也未从墨加拉运入过任何货物。此外,他还恰好参与了百分之二关税的承包份额,他断不可能抛下这一产业而去从事经商。因此,如果他关于这些事情说些什么,我认为你们也不会容许他〔这样说〕。
ἥξει δʼ ἴσως ἐπʼ ἐκεῖνον τὸν λόγον φερόμενος, ὃν αὐτῷ συμβεβουλεύκασί τινες τῶν συνηγόρων, ὡς οὐκ ἔνοχός ἐστι τῇ προδοσίᾳ· οὔτε γὰρ νεωρίων κύριος οὔτε πυλῶν οὔτε στρατοπέδων οὔθʼ ὅλως τῶν τῆς πόλεως οὐδενός. ἐγὼ δʼ ἡγοῦμαι τοὺς μὲν τούτων κυρίους μέρος ἄν τι προδοῦναι τῆς ὑμετέρας δυνάμεως, τουτονὶ δʼ ὅλην ἔκδοτον ποιῆσαι τὴν πόλιν. ἔτι δʼ οἱ μὲν τοὺς ζῶντας μόνον ἀδικοῦσι προδιδόντες, οὗτος δὲ καὶ τοὺς τετελευτηκότας τῶν πατρῴων νομίμων ἀποστερῶν.
他或许还会顺势搬出他的某些辩护人向他建议的论调,声称自己并未犯下叛国罪;因为他既不主管船坞,也不掌管城门,既不统领军队,也完全不掌控城邦的任何公物。但我认为,那些主管这些职务的人出卖的或许只是你们力量的一部分,而此人出卖的却是整个城邦。况且,前者背叛只是危害生者,而此人却因剥夺死者的祖传礼仪而甚至危害死者。
- 52οὐδʼ ἐν ὑμῖν ἐστιν ἀποψηφίσασθαι Λεωκράτους τουτουί, τὰ δίκαια ποιοῦσι
分词 τὰ δίκαια ποιοῦσι(“如果秉公行事”)为与格阳性复数,与前文介词短语 ἐν ὑμῖν 中暗示的不定词 ἀποψηφίσασθαι 的逻辑主语保持一致。该分词起条件状语作用,相当于 εἰ τὰ δίκαια ποιεῖτε。
- 52αὐτοὺς ἂν εἴς τινα τῶν πολιτῶν τοιοῦτόν τι παρανομῆσαι
不定词 παρανομῆσαι 与 ἄν 连用,构成动词 νομίζετε 的宾语从句(宾格加不定词结构)。在间接引语中,它代表带有 ἄν 的愿望语气或与过去事实相反的直陈语气(如 οὐκ ἂν παρενόμησαν),表示这些严谨的法官绝不可能亲自做出此种违法之事的推论。
- 56εἰ μὴ κατεγνώκει τε αὑτοῦ προδεδωκέναι τὴν πατρίδα
以 εἰ μὴ κατεγνώκει(过去完成时)构成的条件从句表达过去相反的假设,与主句中具有情态未完成时色彩的 τί προσῆκεν(“有何理由/正当性……?”)相呼应。动词 καταγιγνώσκω 支配属格代词 αὑτοῦ 并接不定词 προδεδωκέναι,意为“判定自己犯下……/自认……”。
- 57χρησιμώτερος ἐγένετο ἂν τῇ πόλει τοῦ παρασχεῖν
冠词加不定词 τοῦ παρασχεῖν 在此处作为比较属格,由比较级形容词 χρησιμώτερος 支配。整个句子是以 ἐγένετο ἄν 构成的过去与事实相反的反诘句,意为“运进什么货物,能比献出自己的身躯……对城邦更有用呢”。
