← 雅典的来库古

控告莱奥克拉底

§6-12

公诉的正当性与审判的重大意义

吕库古阐述了为祖国而进行公诉的正当性以及本案审判的空前重要性,敦促裁判官如立法者般严惩这一前所未有的叛国重罪,并声明自己的控告将恪守事实与公正。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6

πολίτου γάρ ἐστι δικαίου μὴ διὰ τὰς ἰδίας ἔχθρας εἰς τὰς κοινὰς κρίσεις καθιστάναι τοὺς τὴν πόλιν μηδὲν ἀδικοῦντας,1 ἀλλὰ τοὺς εἰς τὴν πατρίδα τι παρανομοῦντας ἰδίους ἐχθροὺς εἶναι νομίζειν, καὶ τὰ κοινὰ τῶν ἀδικημάτων κοινὰς καὶ τὰς προφάσεις ἔχειν τῆς πρὸς αὐτοὺς διαφορᾶς.2

因为一个公正的公民的本分,乃是绝不因私怨而把未曾危害城邦之人推上公堂审判,而是把对祖国犯下不法之行的人视为私敌,并将对公共的侵害作为同他们产生嫌隙的公共理由。

§7

ἅπαντας μὲν οὖν χρὴ νομίζειν μεγάλους εἶναι τοὺς δημοσίους ἀγῶνας, μάλιστα δὲ τοῦτον ὑπὲρ οὗ νῦν μέλλετε τὴν ψῆφον φέρειν. ὅταν μὲν γὰρ τὰς τῶν παρανόμων γραφὰς δικάζητε, τοῦτο μόνον ἐπανορθοῦτε καὶ ταύτην τὴν πρᾶξιν κωλύετε, καθʼ ὅσον ἂν τὸ ψήφισμα μέλλῃ βλάπτειν τὴν πόλιν· ὁ δὲ νῦν ἐνεστηκὼς ἀγὼν οὐ μικρόν τι μέρος συνέχει τῶν τῆς πόλεως οὐδʼ ἐπʼ ὀλίγον χρόνον, ἀλλʼ ὑπὲρ ὅλης τῆς πατρίδος καὶ κατὰ παντὸς τοῦ αἰῶνος ἀείμνηστον καταλείψει τοῖς ἐπιγιγνομένοις τὴν κρίσιν.

因此,人人理当认为一切公诉案件皆属重大,尤其是你们现在即将为此投票裁决的这一桩。因为每当你们审理针对非法提案的诉讼时,你们仅是在那项决议可能损害城邦的范围内纠正此事并阻止该行为;而当下的这场审判所涉及的,绝非城邦事务的微小部分,也非短短片刻,而是关涉整个祖国,并将为后世留下贯穿一切世代、永志不忘的判决。

§8

οὕτω γάρ ἐστι δεινὸν τὸ γεγενημένον ἀδίκημα καὶ τηλικοῦτον ἔχει τὸ μέγεθος, ὥστε μήτε κατηγορίαν ἐνδέχεσθαι εὑρεῖν ἀξίαν μήτʼ ἐν τοῖς νόμοις ὡρίσθαι τιμωρίαν τῶν ἁμαρτημάτων. τί γὰρ χρὴ παθεῖν τὸν ἐκλιπόντα μὲν τὴν πατρίδα, μὴ βοηθήσαντα δὲ τοῖς πατρῴοις ἱεροῖς, ἐγκαταλιπόντα δὲ τὰς τῶν προγόνων θήκας, ἅπασαν δὲ τὴν χώραν ὑποχείριον τοῖς πολεμίοις παραδόντα; τὸ μὲν γὰρ μέγιστον καὶ ἔσχατον τῶν τιμημάτων, θάνατος, ἀναγκαῖον μὲν ἐκ τῶν νόμων ἐπιτίμιον, ἔλαττον δὲ τῶν Λεωκράτους ἀδικημάτων καθέστηκε.

因为已然铸成的不法之行如此可怕,其严重程度如此骇人,以致既不可能找到与之相称的指控,法律中也未曾为这类罪愆规定刑罚。因为一个离弃祖国、不护卫祖传圣所、弃置先祖坟墓、并将整个国土拱手让予敌人支配的人,究竟该当承受何种惩处呢?须知,最重且终极的刑罚——死刑,虽是法律所规定的必然惩罚,但与莱奥克拉底的不法罪行相比,却显得微不足道了。

§9

παρεῖσθαι δὲ τὴν ὑπὲρ τῶν τοιούτων τιμωρίαν συμβέβηκεν, ὦ ἄνδρες, οὐ διὰ ῥᾳθυμίαν τῶν τότε νομοθετούντων, ἀλλὰ διὰ τὸ μήτʼ ἐν τοῖς πρότερον χρόνοις γεγενῆσθαι τοιοῦτον μηδὲν μήτʼ ἐν τοῖς μέλλουσιν ἐπίδοξον εἶναι γενήσεσθαι. διὸ καὶ μάλιστʼ, ὦ ἄνδρες, δεῖ ὑμᾶς γενέσθαι μὴ μόνον τοῦ νῦν ἀδικήματος δικαστάς, ἀλλὰ καὶ νομοθέτας. ὅσα μὲν γὰρ τῶν ἀδικημάτων νόμος τις διώρικε, ῥᾴδιον τούτῳ κανόνι χρωμένους κολάζειν τοὺς παρανομοῦντας· ὅσα δὲ μὴ σφόδρα περιείληφεν, ἑνὶ ὀνόματι προσαγορεύσας, μείζω δὲ τούτων τις ἠδίκηκεν,3 ἅπασι δʼ ὁμοίως ἔνοχός ἐστιν, ἀναγκαῖον τὴν ὑμετέραν κρίσιν καταλείπεσθαι παράδειγμα τοῖς ἐπιγιγνομένοις.

诸位先生,对于此类罪行的惩罚之所以出现空白,并非由于当年立法者的懈怠,而是因为在过去未曾发生过任何此类事件,在将来人们也预料不到会发生。正是为此,诸位先生,你们尤其不仅要成为眼前这桩罪行的裁判官,而且还要成为立法者。因为凡是有法律予以明确界定的罪行,以该法律为准绳去惩罚违法者是轻而易举的;但凡是法律未曾用单一名称加以指明并严密涵盖的罪行,若有人犯下了比这些更为重大的不法之罪,同时却又兼犯了这一切罪名,那么你们的判决就必然要留给后人作为典范。

§10

εὖ δʼ ἴστε, ὦ ἄνδρες, ὅτι οὐ μόνον τοῦτον νῦν κολάσετε κατεψηφισμένοι, ἀλλὰ καὶ τοὺς νεωτέρους ἅπαντας ἐπʼ ἀρετὴν προτρέψετε. δύο γάρ ἐστι τὰ παιδεύοντα τοὺς νέους, ἥ τε τῶν ἀδικούντων τιμωρία, καὶ ἡ τοῖς ἀνδράσι τοῖς ἀγαθοῖς διδομένη δωρεά· πρὸς ἑκάτερον δὲ τούτων ἀποβλέποντες τὴν μὲν διὰ τὸν φόβον φεύγουσι, τῆς δὲ διὰ τὴν δόξαν ἐπιθυμοῦσι. διὸ δεῖ, ὦ ἄνδρες, προσέχειν τούτῳ τῷ ἀγῶνι καὶ μηδὲν περὶ πλείονος ποιήσασθαι τοῦ δικαίου.

诸位先生,请你们确信,通过投票定罪,你们不仅在此时惩罚了此人,而且还将激励所有的年轻人追求德性。因为培育青年者有二:其一是对作恶者的惩处,其二是对良善者的嘉奖;青年人瞩目于这两者,因恐惧而避开前者,因崇尚荣耀而渴望后者。因此,诸位先生,必须全神贯注于这场诉讼,绝不可将任何事物置于正义之上。

§11

ποιήσομαι δὲ κἀγὼ τὴν κατηγορίαν δικαίαν, οὔτε ψευδόμενος οὐδέν, οὔτʼ ἔξω τοῦ πράγματος λέγων. οἱ μὲν γὰρ πλεῖστοι τῶν εἰς ὑμᾶς εἰσιόντων πάντων ἀτοπώτατον ποιοῦσιν· ἢ γὰρ συμβουλεύουσιν ἐνταῦθα περὶ τῶν κοινῶν πραγμάτων ἢ κατηγοροῦσι καὶ διαβάλλουσι πάντα μᾶλλον ἢ περὶ οὗ μέλλετε τὴν ψῆφον φέρειν. ἔστι δʼ οὐδέτερον τούτων χαλεπόν, οὔθʼ ὑπὲρ ὧν μὴ βουλεύεσθε γνώμην ἀποφήνασθαι, οὔθʼ ὑπὲρ ὧν μηδεὶς ἀπολογήσεται κατηγορίαν εὑρεῖν.

我也将使我的控告公正无私,既不作任何虚妄之辞,也不发任何离题之语。因为走上你们法庭的大多数人,行事之怪异莫此为甚:他们要么在这里就公共国事指手画脚,要么控告并诽谤一切,唯独不谈你们即将投票裁决的要务。然而这两者其实都毫无难度:既不难就你们并不商议之事发表意见,也不难就无人为此辩护之事寻得指控。

§12

ἀλλʼ οὐ δίκαιον ὑμᾶς μὲν ἀξιοῦν δικαίαν τὴν ψῆφον φέρειν, αὐτοὺς δὲ μὴ δικαίαν τὴν κατηγορίαν ποιεῖσθαι. τούτων δʼ αἴτιοι ὑμεῖς ἐστε, ὦ ἄνδρες· τὴν γὰρ ἐξουσίαν ταύτην δεδώκατε τοῖς ἐνθάδʼ εἰσιοῦσι, καὶ ταῦτα κάλλιστον ἔχοντες τῶν Ἑλλήνων παράδειγμα τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον,4 ὃ τοσοῦτον διαφέρει τῶν ἄλλων δικαστηρίων ὥστε καὶ παρʼ αὐτοῖς ὁμολογεῖσθαι τοῖς ἁλισκομένοις δικαίαν ποιεῖσθαι τὴν κρίσιν.

但是,要求你们投下公正的一票,而他们自己却不作公正的控告,这是不公道的。诸位先生,对此负有责任的正是你们自己;因为你们将这种放任的特权赋予了踏上法庭之人,而且是在你们拥有全希腊最卓越的典范——战神山议事会的情况下如此行事;战神山议事会与其他法庭大不相同,以至于就连被定罪之人自己也一致承认其判决是公正的。

语法注4 条
  1. 6πολίτου γάρ ἐστι δικαίου μὴ διὰ τὰς ἰδίας ἔχθρας εἰς τὰς κοινὰς κρίσεις καθιστάναι τοὺς τὴν πόλιν μηδὲν ἀδικοῦντας

    πολίτου δικαίου 作系动词 ἐστί 的表语属格,表示“职责、属性、本分”。不定式 καθιστάναι 充当该句的实际主语。

  2. 6τὰ κοινὰ τῶν ἀδικημάτων κοινὰς καὶ τὰς προφάσεις ἔχειν τῆς πρὸς αὐτοὺς διαφορᾶς

    τὰ κοινὰ τῶν ἀδικημάτων 是动词 ἔχειν 的宾语,前置的形容词 κοινὰς 则作名词 τὰς προφάσεις 的表语性同位语(“将对公共的侵害亦作为与他们产生嫌隙的公共理由”),构成双宾格/宾语补足语结构。

  3. 9ὅσα δὲ μὴ σφόδρα περιείληφεν, ἑνὶ ὀνόματι προσαγορεύσας, μείζω δὲ τούτων τις ἠδίκηκεν

    前一分句的主语 νόμος 被沿用作 περιείληφεν 及阳性单数主格分词 προσαγορεύσας 的主语。随后的句子 μείζω δὲ τούτων τις ἠδίκηκεν 则引入了新的不定代词主语 τις,形成了轻微的句法破格(破格句)。

  4. 12καὶ ταῦτα κάλλιστον ἔχοντες τῶν Ἑλλήνων παράδειγμα τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον

    καὶ ταῦτα 为习惯副词短语,意为“何况是……”或“尤其在……的情况下”,修饰状语分词 ἔχοντες,带有让步或强调意味。τὸ ἐν Ἀρείῳ πάγῳ συνέδριον 则是 ἔχοντες 的直接宾语 παράδειγμα 的同位语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:6-12