- 底本
- Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:hyp-5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提要概述了莱奥克拉底的出逃、归返及修辞学争点。在正文开篇中,吕库古向诸神祈愿,声明自己的指控并非出于私怨,而是为了维护法律与祖国,并敦促裁判官们作出严正裁决。
Ὑπόθεσις μετὰ τὰ ἐν Χαιρωνείᾳ δεινὰ ψήφισμα ποιεῖ ὁ τῶν Ἀθηναίω δῆμος, ὥστε μήτε τινὰ ἔξω γενέσθαι τῆς πόλεως, μήτε μὴν ἐκθέσθαι παῖδας καὶ γυναῖκας. Λεωκράτης οὖν τις ἐξελθὼν τῆς πόλεως, καὶ ἀφικόμενος ἐν Ῥόδῳ καὶ πάλιν ἐν Μεγάροις, ἦλθεν ἐν Ἀθήναις· καὶ παρρησιαζομένου αὐτοῦ κατηγορίαν ποιεῖται ὁ Λυκοῦργος αὐτοῦ ὡς προδότου. ἡ δὲ στάσις ὅρος ἀντονομάζων· ὁμολογεῖ γὰρ καὶ ὁ Λεωκράτης ἀπολιπεῖν τὴν πόλιν οὐ μέντοι προδιδόναι. ἄλλοι στοχασμὸν ἀπὸ γνώμης, ὡς τοῦ μὲν ἐξελθεῖν ὁμολογουμένου, ἀμφιβαλλομένης δὲ τῆς προαιρέσεως, ποίᾳ γνώμῃ ἐξῆλθεν, εἴτʼ ἐπὶ προδοσίᾳ εἴτʼ ἐπὶ ἐμπορίᾳ. ἄλλοι δὲ ἀντίστασιν· λέγει γὰρ οὐκ ἐπὶ προδοσίᾳ τῆς πόλεως ἐξελθεῖν, ἀλλʼ ἐπὶ ἐμπορίᾳ. ἔοικε δὲ ἡ τοῦ λόγου ὑπόθεσις τῇ τοῦ κατὰ Αὐτολύκου.
提要 在喀罗尼亚的惨祸之后,雅典人民通过了一项法令,规定任何人不得离城外出,亦不得将妇孺迁出。于是,有个名叫莱奥克拉底的人离开城邦,先至罗得岛,又至墨加拉,随后返回雅典;见他举止毫无顾忌,吕库古便控告他犯有叛国罪。该案的论题为定义之争;因为莱奥克拉底承认离开了城邦,却否认出卖了城邦。另有人认为这是基于意图的推测之争,因为出城之事虽属公认,其意图却存在争议,即他是出于何种意图出城,究竟是为叛国还是为经商。还有人认为这是抗辩之争;因为他声称离城并非为了背叛城邦,而是为了经商。本篇演说的题材与针对奥托吕科斯的那篇演说相似。
δικαίαν, ὦ Ἀθηναῖοι, καὶ εὐσεβῆ καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τὴν ἀρχὴν τῆς κατηγορίας Λεωκράτους τοῦ κρινομένου ποιήσομαι. εὔχομαι γὰρ τῇ Ἀθηνᾷ καὶ τοῖς ἄλλοις θεοῖς καὶ τοῖς ἥρωσι τοῖς κατὰ τὴν πόλιν καὶ τὴν χώραν ἱδρυμένοις, εἰ μὲν εἰσήγγελκα Λεωκράτη δικαίως καὶ κρίνω τὸν προδόντʼ αὐτῶν καὶ τοὺς νεὼς καὶ τὰ ἕδη καὶ τὰ τεμένη καὶ τὰς ἐν τοῖς νόμοις τιμὰς καὶ θυσίας τὰς ὑπὸ τῶν ὑμετέρων προγόνων παραδεδομένας, ἐμὲ μὲν ἄξιον ἐν τῇ τήμερον ἡμέρᾳ τῶν Λεωκράτους ἀδικημάτων κατήγορον ποιῆσαι,1 ὃ καὶ τῷ δήμῳ καὶ τῇ πόλει συμφέρει, ὑμᾶς δʼ ὡς ὑπὲρ πατέρων καὶ παίδων καὶ γυναικῶν καὶ πατρίδος καὶ ἱερῶν βουλευομένους, καὶ ἔχοντας ὑπὸ τῇ ψήφῳ τὸν προδότην ἁπάντων τούτων, ἀπαραιτήτους δικαστὰς καὶ νῦν καὶ εἰς τὸν λοιπὸν χρόνον γενέσθαι τοῖς τὰ τοιαῦτα καὶ τηλικαῦτα παρανομοῦσιν· εἰ δὲ μήτε τὸν προδόντα τὴν πατρίδα μήτε τὸν ἐγκαταλιπόντα τὴν πόλιν καὶ τὰ ἱερὰ εἰς τουτονὶ τὸν ἀγῶνα καθίστημι, σωθῆναι αὐτὸν ἐκ τοῦ κινδύνου καὶ ὑπὸ τῶν θεῶν καὶ ὑφʼ ὑμῶν τῶν δικαστῶν.
雅典人啊,我将使针对被告莱奥克拉底的控告开端合乎正义、虔敬,且既为了你们,也为了诸神。因为我向雅典娜以及其他诸神、向设立在城邦与乡土各处的英雄祈求:如果我确实公正地弹劾了莱奥克拉底,审判了那个背叛祂们的庙宇、圣像、神域,以及由你们祖先流传下来、载于法律之中的祭仪与牺牲的人,那么祈愿诸神在今天使我成为莱奥克拉底罪行的称职控告者——这也符合人民与城邦的利益;并祈愿你们作为为父亲、子女、妻子、祖国与圣物而商议之人,作为将这一切的背叛者置于你们投票裁决之下的人,无论是现在还是将来,对犯下如此严重罪行的人都能成为绝不通融的裁判官。但如果我带到这场诉讼中的,既不是背叛祖国之人,也不是弃绝城邦与圣物之人,那么愿他蒙诸神与身为裁判官的你们拯救脱离险境。
ἐβουλόμην δʼ ἄν,2 ὦ ἄνδρες, ὥσπερ ὠφέλιμόν ἐστι τῇ πόλει εἶναι τοὺς κρίνοντας ἐν ταύτῃ τοὺς παρανομοῦντας, οὕτω καὶ φιλάνθρωπον αὐτὸ παρὰ τοῖς πολλοῖς ὑπειλῆφθαι·3 νῦν δὲ περιέστηκεν εἰς τοῦτο, ὥστε τὸν ἰδίᾳ κινδυνεύοντα καὶ ὑπὲρ τῶν κοινῶν ἀπεχθανόμενον οὐ φιλόπολιν ἀλλὰ φιλοπράγμονα δοκεῖν εἶναι, οὐ δικαίως οὐδὲ συμφερόντως τῇ πόλει. τρία γάρ ἐστι τὰ μέγιστα ἃ διαφυλάττει καὶ διασῴζει τὴν δημοκρατίαν καὶ τὴν τῆς πόλεως εὐδαιμονίαν, πρῶτον μὲν ἡ τῶν νόμων τάξις, δεύτερον δʼ ἡ τῶν δικαστῶν ψῆφος, τρίτον δʼ ἡ τούτοις τἀδικήματα παραδιδοῦσα κρίσις. ὁ μὲν γὰρ νόμος πέφυκε προλέγειν ἃ μὴ δεῖ πράττειν, ὁ δὲ κατήγορος μηνύειν τοὺς ἐνόχους τοῖς ἐκ τῶν νόμων ἐπιτιμίοις καθεστῶτας, ὁ δὲ δικαστὴς κολάζειν τοὺς ὑπʼ ἀμφοτέρων τούτων ἀποδειχθέντας αὐτῷ, ὥστʼ οὔθʼ ὁ νόμος οὔθʼ ἡ τῶν δικαστῶν ψῆφος ἄνευ τοῦ παραδώσοντος αὐτοῖς τοὺς ἀδικοῦντας4 ἰσχύει.
诸位先生,我本希望,正如城中有人起诉不法之徒对城邦大有裨益一样,大众也能将此事视为关爱同胞之举;然而如今事态已演变至此:凡为公共利益而甘冒私人危险、招致怨恨的人,竟被视为多管闲事之徒而非热爱城邦之人,这既不公正,也不利于城邦。因为维护并守护民主政体及城邦繁荣的最重大要素有三: 第一是法律的秩序,第二是裁判官的投票,第三则是将不法之行交付给法律与投票的审判指控。因为法律的天职在于预先告知不可做之事,控告者的天职在于揭发受制于法律惩罚之人,而裁判官的天职则在于惩罚由这两者向他指认之人;因此,若无将作恶者交付给法律与裁判官之人,法律与裁判官的投票便毫无效力。
ἐγὼ δʼ, ὦ Ἀθηναῖοι, εἰδὼς Λεωκράτην φυγόντα μὲν τοὺς ὑπὲρ τῆς πατρίδος κινδύνους, ἐγκαταλιπόντα δὲ τοὺς αὑτοῦ πολίτας, προδεδωκότα δὲ πᾶσαν τὴν ὑμετέραν δύναμιν, ἅπασι δὲ τοῖς γεγραμμένοις ἔνοχον ὄντα, ταύτην τὴν εἰσαγγελίαν ἐποιησάμην, οὔτε διʼ ἔχθραν οὐδεμίαν οὔτε διὰ φιλονικίαν οὐδʼ ἡντινοῦν τοῦτον τὸν ἀγῶνα προελόμενος, ἀλλʼ αἰσχρὸν εἶναι νομίσας τοῦτον περιορᾶν εἰς τὴν ἀγορὰν ἐμβάλλοντα καὶ τῶν κοινῶν ἱερῶν μετέχοντα, τῆς τε πατρίδος ὄνειδος καὶ πάντων ὑμῶν γεγενημένον.
因此,雅典人啊,我正是因为深知莱奥克拉底逃避了为祖国担当的危险,背弃了同胞公民,出卖了你们的一切力量,且犯下了控状所列的全部罪行,才提起了这项弹劾诉讼;我选择这场官司绝非出于任何私仇,也非出于任何争胜之心,而是认为眼见这等不仅成了祖国之耻、亦成了你们全体之耻的人踏入集市、参与公共祭仪,实属可耻。
- 1εὔχομαι γὰρ τῇ Ἀθηνᾷ... ποιῆσαι
祈愿动词 εὔχομαι 统领三个平行的不定式短语:ἐμὲ... ποιῆσαι 与 ὑμᾶς... γενέσθαι 作为条件从句 εἰ μὲν... 的主句结论部分,而 σωθῆναι αὐτόν 则对应于相对立的条件从句 εἰ δὲ...。
- 3ἐβουλόμην δʼ ἄν
直陈式未完成过去时加 ἄν 用于表达无法实现的愿望(与事实相反的愿望),意为“我本希望……(然而实际并非如此)”,与后文引出的实际情况 νῦν δὲ...(“但如今……”)形成鲜明对比。
- 3ὥσπερ ὠφέλιμόν ἐστι τῇ πόλει εἶναι τοὺς κρίνοντας ἐν ταύτῃ τοὺς παρανομοῦντας, οὕτω καὶ φιλάνθρωπον αὐτὸ παρὰ τοῖς πολλοῖς ὑπειλῆφθαι
该结构从属于 ἐβουλόμην ἄν。通过关联结构 ὥσπερ... οὕτω... 将“对城邦有益”与“被公众认可”加以对应。代词 αὐτό 作被动不定式 ὑπειλῆφθαι 的宾格主语(指代起诉不法者一事),φιλάνθρωπον 为其宾格补足语,意指“此事被大众视为关爱同胞之举”。
- 4ἄνευ τοῦ παραδώσοντος αὐτοῖς τοὺς ἀδικοῦντας
介词 ἄνευ 支配带定冠词的将来时分词阳性单数属格 τοῦ παραδώσοντος,指代将作恶者交付给他们(法律与裁判官)的人(即控告者),含有未来职能或目的之意。
