- 底本
- Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:13-19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古呼吁审判员恪守案情本身以维持公正审理,随后详述莱奥克拉底在客罗尼亚战败后携财物与情妇出逃,并在罗得岛散布雅典沦陷之虚假消息造成损害的经过,进而宣告传唤证人。
πρὸς ὃ δεῖ καὶ ὑμᾶς ἀποβλέποντας μὴ ἐπιτρέπειν τοῖς ἔξω τοῦ πράγματος λέγουσιν· οὕτω γὰρ ἔσται τοῖς τε κρινομένοις ἄνευ διαβολῆς ὁ ἀγών, καὶ τοῖς διώκουσιν ἥκιστα συκοφαντεῖν, καὶ ὑμῖν εὐορκοτάτην τὴν ψῆφον ἐνεγκεῖν.1 ἀδύνατον γάρ ἐστι τοὺς μὴ δικαίως δεδιδαγμένους δικαίαν θέσθαι τὴν ψῆφον.
你们也应当瞩目于这个典范,不容许那些发言脱离案件本身的人;因为唯有如此,对于受审者而言审判才不致夹杂诽谤,对于起诉者而言最不易进行诬告,而对于你们而言才能投下最合乎誓言的一票。因为未经公正告知的人,是绝不可能投下公正之票的。
δεῖ δʼ, ὦ ἄνδρες, μηδὲ ταῦτα λαθεῖν ὑμᾶς, ὅτι οὐχ ὅμοιός ἐστιν ὁ ἀγὼν περὶ τούτου καὶ τῶν ἄλλων ἰδιωτῶν. περὶ μὲν γὰρ ἀγνῶτος ἀνθρώπου τοῖς Ἕλλησιν ἐν ὑμῖν αὐτοῖς ἐδοκεῖτʼ ἂν ἢ καλῶς ἢ καὶ φαύλως ἐψηφίσθαι· περὶ δὲ τούτου ὅ τι ἂν βουλεύσησθε, παρὰ πᾶσι τοῖς Ἕλλησιν ἔσται λόγος, οἳ ἴσασι τὰ τῶν προγόνων τῶν ὑμετέρων ἔργα ἐναντιώτατα τοῖς τούτῳ διαπεπραγμένοις ὄντα. ἐπιφανὴς γάρ ἐστι διὰ τὸν ἔκπλουν τὸν εἰς Ῥόδον καὶ τὴν ἀπαγγελίαν ἣν ἐποιήσατο καθʼ ὑμῶν πρός τε τὴν πόλιν τὴν τῶν Ῥοδίων, καὶ τῶν ἐμπόρων τοῖς ἐπιδημοῦσιν ἐκεῖ, οἳ πᾶσαν τὴν οἰκουμένην περιπλέοντες διʼ ἐργασίαν ἀπήγγελλον ἅμα περὶ τῆς πόλεως ἃ Λεωκράτους ἠκηκόεσαν. ὥστε περὶ πολλοῦ ποιητέον ἐστὶν ὀρθῶς βουλεύσασθαι περὶ αὐτοῦ. εὖ γὰρ ἴστε, ὦ Ἀθηναῖοι, ὅτι ᾧ πλεῖστον διαφέρετε τῶν ἄλλων ἀνθρώπων, τῷ πρός τε τοὺς θεοὺς εὐσεβῶς καὶ πρὸς τοὺς γονέας ὁσίως καὶ πρὸς τὴν πατρίδα φιλοτίμως ἔχειν, τούτου πλεῖστον ἀμελεῖν δόξαιτʼ ἂν2 εἰ τὴν παρʼ ὑμῶν οὗτος διαφύγοι τιμωρίαν.
诸位先生,你们也不应忽视这一点:关于此人的诉讼与关于其他普通百姓的诉讼绝不相同。因为若是一个希腊人一无所知的无名之辈,在你们自己之间,你们会被认为表决得好或是坏;但关于此人,无论你们作出何种决断,都将成为全体希腊人的谈资,因为他们深知你们祖先的伟业与此人的所作所为截然相反。因为他名声显赫,乃是由于他扬帆前往罗得岛,以及他在罗得人城邦和侨居那里的商人们面前对你们作出的不利陈词,那些商人为了经商而航行于整个已知世界,一路上把从莱奥克拉底那里听到的关于这座城邦的消息传扬开来。因此,公正地对他作出决断,乃是必须极予重视之事。雅典人啊,请你们确信,在你们最超越于其他人的特质上——即对神明虔敬、对双亲尽孝、对祖国怀有荣辱之心——若是此人逃脱了你们的惩处,你们就会被视为最漠视这一点。
δέομαι δʼ ὑμῶν, ὦ Ἀθηναῖοι, ἀκοῦσαί μου τῆς κατηγορίας διὰ τέλους καὶ μὴ ἄχθεσθαι ἐὰν ἄρξωμαι ἀπὸ τῶν τῇ πόλει τότε συμβάντων, ἀλλὰ τοῖς αἰτίοις ὀργίζεσθαι διʼ οὓς ἀναγκάζομαι νῦν μεμνῆσθαι περὶ αὐτῶν. γεγενημένης γὰρ τῆς ἐν Χαιρωνείᾳ μάχης, καὶ συνδραμόντων ἁπάντων ὑμῶν εἰς τὴν ἐκκλησίαν, ἐψηφίσατο ὁ δῆμος παῖδας μὲν καὶ γυναῖκας ἐκ τῶν ἀγρῶν εἰς τὰ τείχη κατακομίζειν, τοὺς δὲ στρατηγοὺς τάττειν εἰς τὰς φυλακὰς τῶν Ἀθηναίων καὶ τῶν ἄλλων τῶν οἰκούντων Ἀθήνησι, καθʼ ὅ τι ἂν αὐτοῖς δοκῇ. Λεωκράτης δὲ τούτων οὐδενὸς φροντίσας, συσκευασάμενος ἃ εἶχε χρήματα, μετὰ τῶν οἰκετῶν ἐπὶ τὸν λέμβον κατεκόμισε, τῆς νεὼς ἤδη περὶ τὴν ἀκτὴν ἐξορμούσης, καὶ περὶ δείλην ὀψίαν αὐτὸς μετὰ τῆς ἑταίρας Εἰρηνίδος κατὰ μέσην τὴν ἀκτὴν διὰ τῆς πυλίδος ἐξελθὼν πρὸς τὴν ναῦν προσέπλευσε καὶ ᾤχετο φεύγων, οὔτε τοὺς λιμένας τῆς πόλεως ἐλεῶν ἐξ ὧν ἀνήγετο, οὔτε τὰ τείχη τῆς πατρίδος αἰσχυνόμενος ὧν τὴν φυλακὴν ἔρημον τὸ καθʼ αὑτὸν μέρος κατέλιπεν· οὐδὲ τὴν ἀκρόπολιν καὶ τὸ ἱερὸν τοῦ Διὸς τοῦ σωτῆρος καὶ τῆς Ἀθηνᾶς τῆς σωτείρας ἀφορῶν καὶ προδιδοὺς ἐφοβήθη, οὓς αὐτίκα σώσοντας ἑαυτὸν ἐκ τῶν κινδύνων ἐπικαλεῖται.
雅典人啊,我恳请你们自始至终听完我的控诉,若我从那时城邦所经历的变故谈起,也请不要心生怨忿,而当归咎于那些迫使我如今不得不重提此事的罪魁祸首。因为当客罗尼亚战役发生后,你们全体奔赴公民大会,民众投票决议将妇孺从田野迁入城墙之内,并由将军们依照他们认为妥当的方式,指派雅典人以及居住在雅典的其他居民担任守卫防务。然而莱奥克拉底对这些全然不予理会,他收拾起自己所有的财物,同家奴们一起搬运到小船上,当时那艘海船已在岸边准备启航;到了傍晚时分,他本人与情妇艾蕾妮丝从沿岸中央的小边门穿出,乘舟靠近海船,扬长而去、逃遁境外。他既不可怜自己起航所离别的城邦海港,也不在祖国的城墙面前感到羞愧——就他自己的份而言,他让那里的守卫陷于空虚;在回望并背叛卫城以及救主宙斯与救主雅典娜的圣所时,他甚至毫无畏惧,尽管正是这二位神明,他当下即将祈求来救他脱离险境。
καταχθεὶς δὲ καὶ ἀφικόμενος εἰς Ῥόδον, ὥσπερ τῇ πατρίδι μεγάλας εὐτυχίας εὐαγγελιζόμενος, ἀπήγγειλεν ὡς τὸ μὲν ἄστυ τῆς πόλεως ἑαλωκὸς καταλίποι, τὸν δὲ Πειραιέα πολιορκούμενον, αὐτὸς δὲ μόνος διασωθεὶς ἥκοι·3 καὶ οὐκ ᾐσχύνθη τὴν τῆς πατρίδος ἀτυχίαν αὑτοῦ σωτηρίαν προσαγορεύσας. οὕτω δὲ σφόδρα ταῦτʼ ἐπίστευσαν οἱ Ῥόδιοι ὥστε τριήρεις πληρώσαντες τὰ πλοῖα κατῆγον, καὶ τῶν ἐμπόρων καὶ τῶν ναυκλήρων οἱ παρεσκευασμένοι δεῦρο πλεῖν αὐτοῦ τὸν σῖτον ἐξείλοντο καὶ τἆλλα χρήματα διὰ τοῦτον.
在他靠岸抵达罗得岛后,竟宛如在为祖国传报莫大的捷报一般,声称自己离开时城邦的城区已被攻陷,比雷埃夫斯港正遭到围困,唯有他一人幸存脱险而来;他竟不知羞耻地将祖国的浩劫称作他自己的生还。罗得人如此深信这番话,以致配备了三列桨战船把过往商船截留入港,而那些原已准备航行来此的商人和船主们,也由于此人的缘故而就地卸下了谷物和其他货物。
καὶ ὅτι ταῦτʼ ἀληθῆ λέγω, ἀναγνώσεται ὑμῖν τὰς μαρτυρίας ἁπάντων, πρῶτον μὲν τὰς τῶν γειτόνων καὶ τῶν ἐν τῷ τόπῳ τούτῳ κατοικούντων, οἳ τοῦτον ἴσασιν ἐν τῷ πολέμῳ φυγόντα καὶ ἐκπλεύσαντα Ἀθήνηθεν, ἔπειτα τῶν παραγενομένων εἰς Ῥόδον ὅτε Λεωκράτης ταῦτʼ ἀπήγγελλε, μετὰ δὲ ταῦτα τὴν Φυρκίνου μαρτυρίαν, ὃν καὶ ὑμῶν ἴσασιν οἱ πολλοὶ κατηγοροῦντα ἐν τῷ δήμῳ τούτου, ὡς καὶ μεγάλα καταβεβλαφὼς εἴη τὴν πεντηκοστήν, μετέχων αὐτῆς.4
为了证明我所言属实,将为你们朗读所有人的证词:首先是邻居和居住在当地的人们的证词,他们知道此人在战争期间逃离并乘船离开了雅典;其次是在莱奥克拉底报告这些消息时身在罗得岛的人们的证词;在这之后,则是菲尔基诺斯的证词——你们大多数人也知道他曾在公民大会上告发此人,揭露他虽参与了五十分之一关税的承包,却使之蒙受了巨大的损害。
- 13οὕτω γὰρ ἔσται τοῖς τε κρινομένοις ἄνευ διαβολῆς ὁ ἀγών, καὶ τοῖς διώκουσιν ἥκιστα συκοφαντεῖν, καὶ ὑμῖν εὐορκοτάτην τὴν ψῆφον ἐνεγκεῖν.
主要动词 ἔσται 在第一分句中以名词短语 ὁ ἀγών 为主语,而在后两个分句中则与与格和不定式(συκοφαντεῖν 与 ἐνεγκεῖν)搭配,发挥相当于非人称动词 ἔξεστι(“得以……”)的句法功能,构成一种结合式异并(zeugma)。
- 15ᾧ πλεῖστον διαφέρετε τῶν ἄλλων ἀνθρώπων, τῷ πρός τε τοὺς θεοὺς εὐσεβῶς καὶ πρὸς τοὺς γονέας ὁσίως καὶ πρὸς τὴν πατρίδα φιλοτίμως ἔχειν, τούτου πλεῖστον ἀμελεῖν δόξαιτʼ ἂν
关系代词 ᾧ 为表范围或差异程度的与格,其具体内容由紧随其后的冠词不定式短语 τῷ ... ἔχειν 作同位语加以说明。主句中的代词 τούτου 则复指这一关系从句结构,作动词 ἀμελεῖν 的属格宾语。
- 18ἀπήγγειλεν ὡς τὸ μὲν ἄστυ τῆς πόλεως ἑαλωκὸς καταλίποι, τὸν δὲ Πειραιέα πολιορκούμενον, αὐτὸς δὲ μόνος διασωθεὶς ἥκοι
在由过去时主动词 ἀπήγγειλεν 引导的间接引语从句中,述谓动词 καταλίποι 与 ἥκοι 采用了间接引语祈愿气(optativus obliquus)。分词 ἑαλωκός 与 πολιορκούμενον 则充当 καταλίποι 之直接宾语的补足语(表语性分词)。
- 19ὡς καὶ μεγάλα καταβεβλαφὼς εἴη τὴν πεντηκοστήν, μετέχων αὐτῆς.
在依附于分词 κατηγοροῦντα 的间接引语中,采用了由祈愿式 εἴη 与完成时分词 καταβεβλαφὼς 构成的迂回完成时祈愿语气。中性复数 μεγάλα 作状语性或内宾格,τὴν πεντηκοστήν(百分之二关税)则作及物动词 καταβλάπτω 的直接宾语(宾格)。
