← 雅典的来库古

控告莱奥克拉底

§44-51

喀罗尼亚殉国者的赞歌与对莱奥克拉底的处死要求

演说者赞颂了在喀罗尼亚战役中戮力守城的全城民众以及为自由捐躯的将士美德,并将之与莱奥克拉底弃城逃跑的背叛行径相对照,论证对其处以死刑乃理所应当。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§44

καίτοι κατʼ ἐκείνους τοὺς χρόνους οὐκ ἔστιν ἥτις ἡλικία οὐ παρέσχεν ἑαυτὴν εἰς τὴν τῆς πόλεως σωτηρίαν, ὅθʼ ἡ μὲν χώρα τὰ δένδρα συνεβάλλετο, οἱ δὲ τετελευτηκότες τὰς θήκας, οἱ δὲ νεῲ τὰ ὅπλα. ἐπεμελοῦντο γὰρ οἱ μὲν τῆς τῶν τειχῶν κατασκευῆς, οἱ δὲ τῆς τῶν τάφρων, οἱ δὲ τῆς χαρακώσεως· οὐδεὶς δʼ ἦν ἀργὸς τῶν ἐν τῇ πόλει. ἐφʼ ὧν οὐδενὸς τὸ σῶμα τὸ ἑαυτοῦ παρέσχε τάξαι Λεωκράτης.

然而在那个时代,没有任何年龄段的人不为了城邦的保全而献出自己,当时乡土贡献了树木,死者贡献了墓石,神庙贡献了武器。因为有的人负责修筑城墙,有的人负责挖掘壕沟,有的人负责搭建木栅;城中没有一个人游手好闲。然而对于这些任务,莱奥克拉底却没有将自己的身躯交由指挥编入任何一处。

§45

ὧν εἰκὸς ὑμᾶς ἀναμνησθέντας τὸν μηδὲ συνενεγκεῖν μηδʼ ἐπʼ ἐκφορὰν ἐλθεῖν ἀξιώσαντα τῶν ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ δήμου σωτηρίας ἐν Χαιρωνείᾳ τελευτησάντων θανάτῳ ζημιῶσαι1 ὡς τὸ ἐπὶ τούτῳ μέρος ἀτάφων ἐκείνων τῶν ἀνδρῶν γεγενημένων·2 ὧν οὗτος οὐδὲ τὰς θήκας παριὼν ᾐσχύνθη, ὀγδόῳ ἔτει τὴν πατρίδα αὐτῶν προσαγορεύων.

当你们记起这些事情时,理当处死这个甚至不屑于为在喀罗尼亚为了自由和人民的生存而牺牲的人们捐献财物、也不愿出席他们葬礼的人,因为就他本人的所作所为而言,那些勇士等同于曝尸未葬;而在第八年他向他们的祖国致意时,甚至经过他们的坟墓也毫无愧色。

§46

περὶ ὧν, ὦ ἄνδρες, μικρῷ πλείω βούλομαι διελθεῖν, καὶ ὑμῶν ἀκοῦσαι δέομαι καὶ μὴ νομίζειν ἀλλοτρίους εἶναι τοὺς τοιούτους λόγους τῶν δημοσίων ἀγώνων· αἱ γὰρ τῶν ἀγαθῶν ἀνδρῶν εὐλογίαι τὸν ἔλεγχον σαφῆ κατὰ τῶν τἀναντία ἐπιτηδευόντων ποιοῦσιν. ἔτι δὲ καὶ δίκαιον τὸν ἔπαινον, ὃς μόνος ἆθλον τῶν κινδύνων τοῖς ἀγαθοῖς ἀνδράσιν ἐστί, τοῦτον, ἐπειδὴ καὶ ἐκεῖνοι εἰς τὴν κοινὴν σωτηρίαν τῆς πόλεως τὰς ψυχὰς τὰς αὑτῶν ἀνήλωσαν, ἐν τοῖς δημοσίοις καὶ κοινοῖς ἀγῶσι τῆς πόλεως μὴ παραλείπειν.

关于他们,诸位先生,我想再稍加详述,我请求你们倾听,不要认为这类言论与公诉案件无关;因为对贤良之士的赞美,能使对那些行径截然相反之徒的定罪昭然若揭。况且,既然那些人为了城邦的共同生存耗尽了自己的生命,那么在城邦的公开与公共审判中不遗漏这项对贤士而言乃是历经危难的唯一奖赏的赞辞,也是理所应当的。

§47

ἐκεῖνοι γὰρ τοῖς πολεμίοις ἀπήντησαν ἐπὶ τοῖς ὁρίοις τῆς Βοιωτίας ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας μαχούμενοι, οὐκ ἐν τοῖς τείχεσι τὰς ἐλπίδας τῆς σωτηρίας ἔχοντες, οὐδὲ τὴν χώραν κακῶς ποιεῖν προέμενοι τοῖς ἐχθροῖς, ἀλλὰ τὴν μὲν αὑτῶν ἀνδρείαν ἀσφαλεστέραν φυλακὴν εἶναι νομίζοντες τῶν λιθίνων περιβόλων, τὴν δὲ θρέψασαν αὑτοὺς αἰσχυνόμενοι περιορᾶν πορθουμένην, εἰκότως· ὥσπερ γὰρ πρὸς τοὺς φύσει γεννήσαντας καὶ τοὺς ποιητοὺς τῶν πατέρων οὐχ ὁμοίως ἔχουσιν ἅπαντες ταῖς εὐνοίαις, οὕτω καὶ πρὸς τὰς χώρας τὰς μὴ φύσει προσηκούσας, ἀλλʼ ὕστερον ἐπικτήτους γενομένας καταδεέστερον διάκεινται. τοιαύταις δὲ γνώμαις χρησάμενοι καὶ τοῖς ἀρίστοις ἀνδράσιν ἐξ ἴσου τῶν κινδύνων μετασχόντες, οὐχ ὁμοίως τῆς τύχης ἐκοινώνησαν· τῆς γὰρ ἀρετῆς οὐ ζῶντες ἀπολαύουσιν, ἀλλὰ τελευτήσαντες τὴν δόξαν καταλελοίπασιν, οὐχ ἡττηθέντες, ἀλλʼ ἀποθανόντες ἔνθαπερ ἐτάχθησαν ὑπὲρ τῆς ἐλευθερίας ἀμύνοντες.

因为他们为了希腊人的自由而战,在维奥蒂亚的边界迎击敌人,既没有把生存的希望寄托在城墙上,也没有放任敌人蹂躏乡土,而是认为自己的英勇是比石砌护墙更安全的防卫,并以坐视抚育自己的土地遭到劫掠为耻,此乃理所当然;因为正如众人对亲生父亲与养父所怀有的深情并不相同一样,对于非生来所属、而是后来获得的土地,人们的情感也较为淡漠。他们抱持这样的志向,与最优秀的人平等地分担危难,却未能同样分享幸运;因为他们生前未能坐享其美德,而是在死后留下了荣耀,他们并非战败,而是在自己奉命驻守的地方为了捍卫自由而战死。

§49

εἰ δὲ δεῖ καὶ παραδοξότατον μὲν εἰπεῖν, ἀληθὲς δέ, ἐκεῖνοι νικῶντες ἀπέθανον. ἃ γὰρ ἆθλα τοῦ πολέμου τοῖς ἀγαθοῖς ἀνδράσιν ἐστίν. ἐλευθερία καὶ ἀρετή, ταῦτʼ ἀμφότερα τοῖς τελευτήσασιν ὑπάρχει. ἔπειτα δʼ οὐδʼ οἷόν τʼ ἐστὶν εἰπεῖν ἡττῆσθαι τοὺς ταῖς διανοίαις μὴ πτήξαντας τὸν τῶν ἐπιόντων φόβον. μόνους γὰρ τοὺς ἐν τοῖς πολέμοις καλῶς ἀποθνῄσκοντας οὐδʼ ἂν εἷς ἡττῆσθαι δικαίως φήσειε· τὴν γὰρ δουλείαν φεύγοντες εὐκλεᾶ θάνατον αἱροῦνται. ἐδήλωσε δʼ ἡ τούτων τῶν ἀνδρῶν ἀρετή· μόνοι γὰρ τῶν ἁπάντων τὴν τῆς Ἑλλάδος ἐλευθερίαν ἐν τοῖς ἑαυτῶν σώμασιν εἶχον. ἅμα γὰρ οὗτοί τε τὸν βίον μετήλλαξαν καὶ τὰ τῆς Ἑλλάδος εἰς δουλείαν μετέπεσεν· συνετάφη γὰρ τοῖς τούτων σώμασιν ἡ τῶν ἄλλων Ἑλλήνων ἐλευθερία. ὅθεν καὶ φανερὸν πᾶσιν ἐποίησαν οὐκ ἰδίᾳ πολεμοῦντες ἀλλʼ ὑπὲρ κοινῆς ἐλευθερίας προκινδυνεύοντες. ὥστε, ὦ ἄνδρες, οὐκ ἂν αἰσχυνθείην εἰπὼν στέφανον τῆς πατρίδος εἶναι τὰς ἐκείνων ψυχάς.

如果必须说出一句极其悖谬却千真万确的话,那就是他们是作为胜利者而死去的。因为贤良之士在战争中所追求的奖赏——自由与美德——已双双归于死者。此外,甚至不可能说那些在精神上未曾因来犯之敌的恐惧而退缩的人遭到了失败。因为唯有在战争中壮烈牺牲的人,绝不会有任何人公道地说他们失败了;因为他们逃避了奴役,选择了光荣的死亡。而正是这些勇士的美德证明了这一点;因为唯有他们在所有人中将全希腊的自由维系于自己的躯体之上。因为就在他们告别人世的同时,希腊的事业便沦落为奴役;其他希腊人的自由与他们的身躯一同被埋葬了。由此他们也向所有人证明,他们不是为了私利作战,而是为了共同的自由挺身涉险。因此,诸位先生,若我说他们的灵魂便是祖国的冠冕,我绝不会感到羞愧。

§51

καὶ διʼ ἃ οὐκ ἀλόγως ἐπετήδευον ἐπίστασθε, ὦ Ἀθηναῖοι, μόνοι τῶν Ἑλλήνων τοὺς ἀγαθοὺς ἄνδρας τιμᾶν·3 εὑρήσετε δὲ παρὰ μὲν τοῖς ἄλλοις ἐν ταῖς ἀγοραῖς ἀθλητὰς ἀνακειμένους, παρʼ ὑμῖν δὲ στρατηγοὺς ἀγαθοὺς καὶ τοὺς τὸν τύραννον ἀποκτείναντας. καὶ τοιούτους μὲν ἄνδρας οὐδʼ ἐξ ἁπάσης τῆς Ἑλλάδος ὀλίγους εὑρεῖν ῥᾴδιον, τοὺς δὲ τοὺς στεφανίτας ἀγῶνας νενικηκότας εὐπετῶς πολλαχόθεν ἔστι γεγονότας ἰδεῖν. ὥσπερ τοίνυν τοῖς εὐεργέταις μεγίστας τιμὰς ἀπονέμετε, οὕτω δίκαιον καὶ τοὺς τὴν πατρίδα καταισχύνοντας καὶ προδιδόντας ταῖς ἐσχάταις τιμωρίαις κολάζειν.

雅典人啊,你们知道,正是出于这些缘由,你们的先辈才绝非无由地成为希腊人中唯一惯于尊崇贤士的民族;在其他城邦,你们会发现广场上伫立着运动员的雕像,但在你们这里,矗立的却是优秀的将领和诛灭僭主之士。纵观整个希腊,要找到少数几位这样的勇士尚非易事,而可以轻易看到赢得冠冕赛事的优胜者从许多地方涌现。因此,正如你们将至高的荣誉赋予造福城邦之人,用极刑惩处那些玷污并背叛祖国之人也是完全正当的。

语法注3 条
  1. 45ὧν εἰκὸς ὑμᾶς ἀναμνησθέντας τὸν μηδὲ συνενεγκεῖν μηδʼ ἐπʼ ἐκφορὰν ἐλθεῖν ἀξιώσαντα τῶν ὑπὲρ τῆς ἐλευθερίας καὶ τοῦ δήμου σωτηρίας ἐν Χαιρωνείᾳ τελευτησάντων θανάτῳ ζημιῶσαι

    非人称谓语 εἰκός [ἐστι] 支配宾格加不定式结构,以 ὑμᾶς ἀναμνησθέντας 为逻辑主语,ζημιῶσαι 为不定式主干。ζημιῶσαι 的直接宾语是由冠词分词短语 τὸν ... ἀξιώσαντα(指莱奥克拉底)充当;分词 ἀναμνησθέντας 则支配句首具有连词性质的关系代词 ὧν(中性复数属格)。整个长句的核心骨架是:“你们在记起这些事之后,处死那个甚至不屑于……的人,是理所应当的”。

  2. 45ὡς τὸ ἐπὶ τούτῳ μέρος ἀτάφων ἐκείνων τῶν ἀνδρῶν γεγενημένων

    小词 ὡς 引出属格独立结构(ἐκείνων τῶν ἀνδρῶν γεγενημένων ἀτάφων),用于表达主观认定或指控理由(“视作……”)。其中插入的 τὸ ἐπὶ τούτῳ μέρος 是副词性宾格短语,意为“就他而言/就其个人本分而言”,意在强调从莱奥克拉底的行径来看,等同于放任那些战死者弃尸荒野、不得安葬。

  3. 51καὶ διʼ ἃ οὐκ ἀλόγως ἐπετήδευον ἐπίστασθε, ὦ Ἀθηναῖοι, μόνοι τῶν Ἑλλήνων τοὺς ἀγαθοὺς ἄνδρας τιμᾶν

    此处出现语序倒装(hyperbaton)。主句谓语为 ἐπίστασθε(“你们知道”),它统领前置的关系/间接疑问从句 διʼ ἃ οὐκ ἀλόγως ἐπετήδευον(“先辈们并非无由地以此为惯例的那些缘由”)。ἐπετήδευον(未完成过去时,依上下文逻辑主语为雅典先祖)支配补足不定式 τιμᾶν τοὺς ἀγαθοὺς ἄνδρας(“尊崇贤良之士”),而 μόνοι τῶν Ἑλλήνων(“作为希腊人中唯一的民族”)则充当说明逻辑主语的主格修饰语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:44-51