- 底本
- Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:36-43
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
演说者要求宣读吕佩瑞得斯的法令以唤起对喀罗尼亚战后严峻危机的记忆,描绘了市民、妇孺及老人身陷绝境与雅典急剧衰落的惨景,痛斥莱奥克拉底在城邦生死存亡之际弃城潜逃,决不可予以赦免。
περὶ μὲν οὖν τῆς προκλήσεως καὶ τοῦ ἀδικήματος, ὅτι ὁμολογούμενόν ἐστιν, ἱκανῶς ὑμᾶς ἡγοῦμαι, ὦ ἄνδρες, μεμαθηκέναι· ἐν οἷς δὲ καιροῖς καὶ ἡλίκοις κινδύνοις τὴν πόλιν οὖσαν Λεωκράτης προδέδωκεν ἀναμνῆσαι ὑμᾶς βούλομαι. καί μοι λαβὲ τὸ ψήφισμα, γραμματεῦ, τὸ Ὑπερείδου καὶ ἀναγίγνωσκε.
关于挑战书以及这项罪行,诸位先生,我认为你们已经充分了解其确凿无可辩驳。然而,我希望提醒你们,莱奥克拉底是在城邦处于何等严峻关头与何其巨大危难之中背叛了她。书记官,请为我取来许佩瑞得斯的法令并加以宣读。
Ψήφισμα ἀκούετε τοῦ ψηφίσματος, ὦ ἄνδρες, ὅτι τὴν βουλὴν τοὺς πεντακοσίους καταβαίνειν εἰς Πειραιᾶ χρηματιοῦσαν περὶ φυλακῆς τοῦ Πειραιέως ἐν τοῖς ὅπλοις ἔδοξε, καὶ πράττειν διεσκευασμένην ὅ τι ἂν δοκῇ τῷ δήμῳ συμφέρον εἶναι. καίτοι, ὦ ἄνδρες, εἰ οἱ ἀφειμένοι τοῦ στρατεύεσθαι ἕνεκα τοῦ βουλεύεσθαι ὑπὲρ τῆς πόλεως ἐν τῇ τῶν στρατιωτῶν τάξει διέτριβον, ἆρʼ ὑμῖν δοκοῦσι μικροὶ καὶ οἱ τυχόντες φόβοι τότε τὴν πόλιν κατασχεῖν;
法令 诸位先生,你们听到了法令,其中议决五百人议事会武装前往比雷埃夫斯,就比雷埃夫斯的防务进行商议,并整装待发,去做任何被认为有利于人民的事。然而,诸位先生,如果那些为了替城邦运筹决策而免服兵役的人都编入了士兵的行伍之中,在你们看来,当时笼罩全城的恐慌难道还是微不足道或寻常普通的吗?
ἐν οἷς Λεωκράτης οὑτοσὶ καὶ αὐτὸς ἐκ τῆς πόλεως ἀποδρὰς ᾤχετο, καὶ τὰ χρήματα τὰ ὑπάρχοντα ἐξεκόμισε, καὶ τὰ ἱερὰ τὰ πατρῷα μετεπέμψατο, καὶ εἰς τοσοῦτον προδοσίας ἦλθεν ὥστε κατὰ τὴν τούτου προαίρεσιν ἔρημοι μὲν ἦσαν οἱ νεῴ, ἔρημοι δʼ αἱ φυλακαὶ τῶν τειχῶν, ἐξελέλειπτο δʼ ἡ πόλις καὶ ἡ χώρα.
正是在这种形势下,这个莱奥克拉底本人竟潜逃出城,离去无踪,不仅运走手头所有的资财,还派人接走祖传的神像,其叛国恶行甚至达到了这般地步:若任随他的意图,神庙必将荒芜,城墙的守备必将无人,城邦与乡土也必将遭到遗弃。
καίτοι κατʼ ἐκείνους τοὺς χρόνους, ὦ ἄνδρες, τίς οὐκ ἂν τὴν πόλιν ἠλέησεν, οὐ μόνον πολίτης ἀλλὰ καὶ ξένος ἐν τοῖς ἔμπροσθεν χρόνοις ἐπιδεδημηκώς; τίς δʼ ἦν οὕτως ἢ μισόδημος τότʼ ἢ μισαθήναιος, ὅστις ἐδυνήθη ἂν ἄτακτον αὑτὸν ὑπομεῖναι ἰδεῖν;1 ἡνίκα ἡ μὲν ἧττα καὶ τὸ γεγονὸς πάθος τῷ δήμῳ προσήγγελτο, ὀρθὴ δʼ ἦν ἡ πόλις ἐπὶ τοῖς συμβεβηκόσιν, αἱ δʼ ἐλπίδες τῆς σωτηρίας τῷ δήμῳ ἐν τοῖς ὑπὲρ πεντήκοντʼ ἔτη γεγονόσι καθειστήκεσαν, ὁρᾶν δʼ ἦν ἐπὶ μὲν τῶν θυρῶν γυναῖκας ἐλευθέρας, περιφόβους κατεπτηχυίας καὶ πυνθανομένας εἰ ζῶσι, τὰς μὲν ὑπὲρ ἀνδρός, τὰς δʼ ὑπὲρ πατρός, τὰς δʼ ὑπὲρ ἀδελφῶν, ἀναξίως αὑτῶν καὶ τῆς πόλεως ὁρωμένας, τῶν δʼ ἀνδρῶν τοὺς τοῖς σώμασιν ἀπειρηκότας καὶ ταῖς ἡλικίαις πρεσβυτέρους καὶ ὑπὸ τῶν νόμων τοῦ στρατεύεσθαι ἀφειμένους ἰδεῖν ἦν καθʼ ὅλην τὴν πόλιν τότʼ ἐπὶ γήρως ὀδῷ περιφθειρομένους, διπλᾶ τὰ ἱμάτια ἐμπεπορπημένους; πολλῶν δὲ καὶ δεινῶν κατὰ τὴν πόλιν γιγνομένων, καὶ πάντων τῶν πολιτῶν τὰ μέγιστα ἠτυχηκότων, μάλιστʼ ἄν τις ἤλγησε καὶ ἐδάκρυσεν ἐπὶ ταῖς τῆς πόλεως συμφοραῖς, ἡνίχʼ ὁρᾶν ἦν τὸν δῆμον ψηφισάμενον τοὺς μὲν δούλους ἐλευθέρους, τοὺς δὲ ξένους Ἀθηναίους, τοὺς δʼ ἀτίμους ἐπιτίμους· ὃς πρότερον ἐπὶ τῷ αὐτόχθων εἶναι καὶ ἐλεύθερος ἐσεμνύνετο.
然而诸位先生,在那个时刻,凡是在此前曾在本城居住过的人,不仅是公民,哪怕是外邦人,又有谁会不怜悯这座城邦呢?当时又有谁如此仇视人民或憎恨雅典,以致能忍心看见自己不列于守备之位?当战败的噩耗和所遭遇的惨祸传达给人民,城邦因所发生的一切而惶惶震动,全城生还的希望全系于年过五十岁之人的身上;在门户前,人们可以看到自由妇女惊恐万状地蜷缩着,询问亲人是否还活着——有的打听丈夫,有的打听父亲,有的打听兄弟,其情状完全有失自身与城邦的尊严;而在男子之中,人们可以看到那些身体羸弱、年岁已高且依法免服兵役的老人,当时在暮年之路上遍布全城、彷徨无措,身披双层短袍扣紧纽扣;城中发生了如此之多可怕的惨象,全体公民都遭遇了极大的不幸,而最令人为城邦的灾难痛心落泪的时刻,莫过于人们目睹原本以土著自居且以自由自豪的人民,竟然投票决议给予奴隶以自由,给予外邦人以雅典公民权,并恢复被剥夺公民权者的全部权利。
τοσαύτῃ δʼ ἡ πόλις ἐκέχρητο μεταβολῇ ὥστε πρότερον μὲν ὑπὲρ τῆς τῶν ἄλλων Ἑλλήνων ἐλευθερίας ἀγωνίζεσθαι, ἐν δὲ τοῖς τότε χρόνοις ἀγαπᾶν, ἐὰν ὑπὲρ τῆς αὑτῶν σωτηρίας ἀσφαλῶς δύνηται διακινδυνεῦσαι, καὶ πρότερον μὲν πολλῆς χώρας τῶν βαρβάρων ἐπάρχειν, τότε δὲ πρὸς Μακεδόνας ὑπὲρ τῆς ἰδίας κινδυνεύειν· καὶ τὸν δῆμον ὃν πρότερον Λακεδαιμόνιοι καὶ Πελοποννήσιοι καὶ οἱ τὴν Ἀσίαν κατοικοῦντες Ἕλληνες βοηθὸν ἐπεκαλοῦντο, οὗτος ἐδεῖτο2 τῶν ἐξ Ἄνδρου καὶ Κέω καὶ Τροζῆνος καὶ Ἐπιδαύρου ἐπικουρίαν αὑτῷ μεταπέμψασθαι. ὥστε, ὦ ἄνδρες, τὸν ἐν τοῖς τοιούτοις φόβοις καὶ τηλικούτοις κινδύνοις καὶ τοσαύτῃ αἰσχύνῃ ἐγκαταλιπόντα τὴν πόλιν,3 καὶ μήτε τὰ ὅπλα θέμενον ὑπὲρ τῆς πατρίδος μήτε τὸ σῶμα παρασχόντα τάξαι τοῖς στρατηγοῖς, ἀλλὰ φυγόντα καὶ προδόντα τὴν τοῦ δήμου σωτηρίαν, τίς ἂν ἢ δικαστὴς φιλόπολις καὶ εὐσεβεῖν βουλόμενος ψήφῳ ἀπολύσειεν, ἢ ῥήτωρ κληθεὶς τῷ προδότῃ τῆς πόλεως βοηθήσειε, τὸν οὐδὲ συμπενθῆσαι τὰς τῆς πατρίδος συμφορὰς τολμήσαντα, οὐδὲ συμβεβλημένον οὐδὲν εἰς τὴν τῆς πόλεως καὶ τοῦ δήμου σωτηρίαν;
城邦承受了如此剧烈的沧桑剧变,以致从前曾为其他希腊人的自由而奋战,在当时却只要能为了自身的存续而平安涉险便心满意足;从前曾统治着蛮族的大片土地,当时却为了自己的国土而与马其顿人殊死搏斗;从前拉刻代蒙人、伯罗奔尼撒人以及居住在亚细亚的希腊人争相延请作为援军的人民,此时却不得不恳求从安德罗斯、凯奥斯、特罗曾和埃皮达夫罗斯调遣援军来协助自己。因此,诸位先生,面对这样一个在如此恐惧、巨大危难和无尽耻辱中弃城而逃的人——他既没有为了祖国拿起武器,也没有将身躯交由将领编入行伍,反而潜逃并出卖了人民的生路,甚至不愿为祖国的厄运共同哀悼,对城邦与人民的获救毫无分毫贡献——试问有哪位热爱城邦且心怀虔敬的审判官能以选票赦免他?又有哪位被召请的演说家愿意出面援助这个出卖城邦的叛徒呢?
- 39ὅστις ἐδυνήθη ἂν ἄτακτον αὑτὸν ὑπομεῖναι ἰδεῖν
在军事语境中,ἄτακτον 指“不在队伍中”或“没有守备战位”的状态。字面直译为“谁能忍受看见自己脱离队伍”,生动表现了在全城总动员的危急关头,脱离守备岗位、置身事外的巨大耻辱感。
- 42καὶ τὸν δῆμον ὃν πρότερον Λακεδαιμόνιοι καὶ Πελοποννήσιοι καὶ οἱ τὴν Ἀσίαν κατοικοῦντες Ἕλληνες βοηθὸν ἐπεκαλοῦντο, οὗτος ἐδεῖτο
此句属于前置先取(prolepsis)或轻微的破格结构(anacoluthon):宾格的 τὸν δῆμον 作为关系从句 ὃν ... ἐπεκαλοῦντο 的先行词被置于句首,但在随后的主句中,指示代词 οὗτος 却以主格出现,充当主句动词 ἐδεῖτο 的主语,借此语序倒置鲜明突出了昔盛今衰的强烈对比。
- 43τὸν ἐν τοῖς τοιούτοις φόβοις καὶ τηλικούτοις κινδύνοις καὶ τοσαύτῃ αἰσχύνῃ ἐγκαταλιπόντα τὴν πόλιν
句首长大的宾格分词短语 τὸν ... ἐγκαταλιπόντα 是主句谓语动词 ἀπολύσειεν(及 βοηθήσειε)的宾语,但通过超距隔开修饰(hyperbaton)被置于疑问主语(τίς ἂν ἢ δικαστὴς ... ἢ ῥήτωρ)之前以示强调。句末的 τὸν οὐδὲ συμπενθῆσαι ... 亦以同格的宾格短语呼应莱奥克拉底,完成了全句的框架。
