- 底本
- Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:27-35
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
控方重申了对非法运粮处以极刑的法律规定,并指出莱奥克拉底拒绝接受刑讯其奴仆的诉讼挑战,以此论证被告已自认背叛城邦的罪责。
καίτοι, ὦ ἄνδρες, καὶ περὶ τούτων οἱ ὑμέτεροι νόμοι τὰς ἐσχάτας τιμωρίας ὁρίζουσιν, ἐάν τις Ἀθηναίων ἄλλοσέ ποι σιτηγήσῃ ἢ ὡς ὑμᾶς. ἔπειτα τὸν προδόντα μὲν ἐν τῷ πολέμῳ, σιτηγήσαντα δὲ παρὰ τοὺς νόμους, μὴ φροντίσαντα δὲ μήτε ἱερῶν μήτε πατρίδος μήτε νόμων, τοῦτον ἔχοντες ἐπὶ τῇ ὑμετέρᾳ ψήφῳ οὐκ ἀποκτενεῖτε καὶ παράδειγμα τοῖς ἄλλοις ποιήσετε; πάντων ἄρʼ ἀνθρώπων ῥᾳθυμότατοι ἔσεσθε, καὶ ἥκιστα ἐπὶ τοῖς δεινοῖς ὀργιζόμενοι.
而且,诸位先生,若是雅典人中有谁将谷物运往你们这里之外的任何地方,你们的法律对此类行为同样规定了极刑。既然如此,面对这个在战争中背叛城邦、违抗法律运送谷物、既不顾圣物又不顾祖国与法律的人,你们既已将他握在自己的判决之中,难道还不将他处死并作为他人的鉴戒吗?若是这样,你们便成了全人类中最懈怠、对令人发指之恶行最不起义愤的人了。
καὶ ταῦτα δʼ, ὦ ἄνδρες, ἐμοῦ θεωρήσατε ὡς δικαίαν τὴν ἐξέτασιν ποιουμένου1 περὶ τούτων. οὐ γὰρ οἶμαι δεῖν ὑμᾶς ὑπὲρ τηλικούτων ἀδικημάτων εἰκάζοντας ἀλλὰ τὴν ἀλήθειαν εἰδότας ψηφίζεσθαι, καὶ τοὺς μάρτυρας μὴ δώσοντας ἔλεγχον μαρτυρεῖν ἀλλὰ δεδωκότας. προὐκαλεσάμην γὰρ αὐτοὺς πρόκλησιν ὑπὲρ τούτων ἁπάντων γράψας καὶ ἀξιῶν βασανίζειν τοὺς τούτου οἰκέτας, ᾗ προκλήσεις προκαλεῖσθαι ἄξιόν ἐστιν. καὶ μοι λέγε ταύτην.
诸位先生,请从我身上看清,我对这些事情所做的调查是何等公正。因为我认为,针对如此严重的罪行,你们不应凭推测投票,而应在洞悉真相后裁决;证人们作证也不应是未经检验,而应是在经受检验之后。因为我向他们提出了挑战,就这所有事项草拟了挑战书,要求对他家里的奴仆用刑审讯,正如依照合宜的规程提出挑战那样。请为我朗读这份挑战书。
Πρόκλησις ἀκούετε, ὦ ἄνδρες, τῆς προκλήσεως. ἅμα τοίνυν ταύτην Λεωκράτης οὐκ ἐδέχετο καὶ κατεμαρτύρει αὑτοῦ2 ὅτι προδότης τῆς πατρίδος ἐστίν· ὁ γὰρ τὸν παρὰ τῶν συνειδότων ἔλεγχον φυγὼν ὡμολόγηκεν ἀληθῆ εἶναι τὰ εἰσηγγελμένα. τίς γὰρ ὑμῶν οὐκ οἶδεν ὅτι περὶ τῶν ἀμφισβητουμένων πολὺ δοκεῖ δικαιότατον καὶ δημοτικώτατον εἶναι, ὅταν οἰκέται ἢ θεράπαιναι συνειδῶσιν ἃ δεῖ, τούτους ἐλέγχειν καὶ βασανίζειν, καὶ τοῖς ἔργοις μᾶλλον ἢ τοῖς λόγοις πιστεύειν, ἄλλως τε καὶ περὶ πραγμάτων κοινῶν καὶ μεγάλων καὶ συμφερόντων τῇ πόλει;
挑战书 诸位先生,你们听到了挑战书。莱奥克拉底在拒绝接受挑战的同时,便已指证自己是祖国的叛徒;因为逃避知情者之检验的人,已经承认了弹劾案中的指控属实。你们当中有谁不知晓,在发生争议的事项上,凡在男仆或女仆知悉关键内情时,审问他们并施以刑讯,相信事实而非轻信言辞,是被认为远为最公正、最合乎民主体制的做法,尤其是在关涉城邦重大的公共利益之事上?
ἐγὼ τοίνυν τοσοῦτον ἀφέστηκα τοῦ ἀδίκως τὴν εἰσαγγελίαν κατὰ Λεωκράτους ποιήσασθαι, ὅσον ἐγὼ μὲν ἐβουλόμην τοῖς ἰδίοις κινδύνοις ἐν τοῖς Λεωκράτους οἰκέταις καὶ θεραπαίναις βασανισθεῖσι τὸν ἔλεγχον γενέσθαι, οὑτοσὶ δὲ διὰ τὸ συνειδέναι ἑαυτῷ οὐχ ὑπέμεινεν ἀλλʼ ἔφυγε. καίτοι, ὦ ἄνδρες, πολὺ θᾶττον οἱ Λεωκράτους οἰκέται καὶ θεράπαιναι τῶν γενομένων ἄν τι ἠρνήθησαν ἢ τὰ μὴ ὄντα τοῦ αὑτῶν δεσπότου κατεψεύσαντο.
因此,我距离无端对莱奥克拉底提出弹劾有天壤之别,以致我本人甘愿冒着自身的危险,要求通过刑讯莱奥克拉底的男女奴仆来进行核验,而此人却因心虚而不敢承受,反而逃避了。然而,诸位先生,莱奥克拉底的男女奴仆否认某些确实发生过的事情,远比捏造子虚乌有之事来诬陷自己的主人要容易得多。
χωρὶς τοίνυν τούτων Λεωκράτης ἀναβοήσεται αὐτίκα ὡς ἰδιώτης ὤν, καὶ ὑπὸ τῆς τοῦ ῥήτορος καὶ συκοφάντου δεινότητος ἀναρπαζόμενος· ἐγὼ δʼ ἡγοῦμαι πάντας ὑμᾶς εἰδέναι ὅτι τῶν μὲν δεινῶν καὶ συκοφαντεῖν ἐπιχειρούντων ἔργον ἐστὶν ἅμα τοῦτο προαιρεῖσθαι καὶ ζητεῖν τὰ χωρία ταῦτα, ἐν οἷς τοὺς παραλογισμοὺς κατὰ τῶν ἀγωνιζομένων ποιήσονται, τῶν δὲ δικαίως τὰς κρίσεις ἐνισταμένων καὶ τοὺς ἐνόχους ταῖς ἀραῖς ἀκριβῶς ἀποδεικνύντων τἀναντία φαίνεσθαι τούτοις ποιοῦντας,3 ὥσπερ ἡμεῖς. οὑτωσὶ δὲ διαλογίζεσθε περὶ τούτων παρʼ ὑμῖν αὐτοῖς. τίνας ἀδύνατον ἦν τῇ δεινότητι καὶ ταῖς παρασκευαῖς ταῖς τοῦ λόγου παραγαγεῖν; κατὰ φύσιν τοίνυν βασανιζόμενοι πᾶσαν τὴν ἀλήθειαν περὶ πάντων τῶν ἀδικημάτων ἔμελλον φράσειν οἱ οἰκέται καὶ αἱ θεράπαιναι. ἀλλὰ τούτους Λεωκράτης παραδοῦναι ἔφυγε, καὶ ταῦτα οὐκ ἀλλοτρίους ἀλλʼ αὑτοῦ ὄντας.
此外,莱奥克拉底等会儿必会高声哭诉,声称自己只是一介布衣,正遭受演说家和诬告者的高超辩才所陷害。但我认为你们所有人都清楚:那些辩才出众并图谋诬告之人,其做派是在选择此举的同时,寻找那些能够针对受审者施展诡辩的场合;而那些公正起诉并严正指证背受诅咒之人,其做派则是显出与这些人截然相反的行为,正如同我们所做的一样。请诸位在自己心中这样思量这件事情:有谁是不可能被言辞的巧妙和巧饰所误导的?在刑讯之下,男仆和女仆们依照常理必然会说出关于全部罪行的全部真相。然而莱奥克拉底却逃避交出他们,而且他们还不是别人的奴仆,正是他自己的奴仆。
τίνας δὲ δυνατὸν εἶναι δοκεῖ τοῖς λόγοις ψυχαγωγῆσαι, καὶ τὴν ὑγρότητα αὐτῶν τοῦ ἤθους τοῖς δακρύοις εἰς ἔλεον προαγαγέσθαι; τοὺς δικαστάς. ἐνταῦθα Λεωκράτης ὁ προδότης τῆς πατρίδος ἐλήλυθεν, οὐδὲν ἕτερον ἢ φοβούμενος4 μὴ ἐκ τῆς αὐτῆς οἰκίας οἵ τʼ ἐξελέγχοντες τῷ ἔργῳ καὶ ὁ ἐξελεγχόμενος γένηται. τί γὰρ ἔδει προφάσεων ἢ λόγων ἢ σκήψεως; ἁπλοῦν τὸ δίκαιον, ῥᾴδιον τὸ ἀληθές, βραχὺς ὁ ἔλεγχος. εἰ μὲν ὁμολογεῖ τὰ ἐν τῇ εἰσαγγελίᾳ ἀληθῆ καὶ ὅσια εἶναι, τί οὐ τῆς ἐκ τῶν νόμων τιμωρίας τυγχάνει; εἰ δὲ μή φησι ταῦτα ἀληθῆ εἶναι, τί οὐ παραδέδωκε τοὺς οἰκέτας καὶ τὰς θεραπαίνας; προσήκει γὰρ τὸν ὑπὲρ προδοσίας κινδυνεύοντα καὶ παραδιδόναι βασανίζειν καὶ μηδένα τῶν ἀκριβεστάτων ἐλέγχων φεύγειν.
那么,又有谁被认为有可能以言辞去迷惑,并以眼泪诱导其内心的柔弱产生怜悯呢?是审判官们。祖国的叛徒莱奥克拉底正是来到了这里,无非是害怕从同一座宅邸中同时走出以事实揭发的人和被揭发的人。因为何须借口、言辞或托辞呢?正义是纯粹的,真相是显明的,检验是简短的。如果他承认弹劾书中所载之事属实且合乎神意,他为何不受法律规定的惩罚?如果他说这些不是真的,他为何不交出那些男仆和女仆?因为因叛国罪而涉险受审之人,本就理当交出奴隶接受刑讯,不逃避任何最严密的检验。
ἀλλʼ οὐδὲν τούτων ἔπραξεν. ἀλλὰ καταμεμαρτυρηκὼς ἑαυτοῦ ὅτι προδότης ἐστὶ τῆς πατρίδος καὶ τῶν ἱερῶν καὶ τῶν νόμων, ἀξιώσει ὑμᾶς ἐναντία ταῖς αὑτοῦ ὁμολογίαις καὶ μαρτυρίαις ψηφίσασθαι. καὶ πῶς δίκαιόν ἐστι τὸν τὴν ἐξουσίαν τῆς ἀπολογίας αὑτοῦ ἐξ ἄλλων τε πολλῶν καὶ ἐκ τοῦ μὴ δέξασθαι τὰ δίκαια περιῃρημένον, τοῦτον ἐᾶσαι ὑμᾶς αὐτοὺς ὑπὲρ τῶν ὁμολογουμένων ἀδικημάτων ἐξαπατῆσαι;
但他一件也没有做。反而,在已经指证自己是祖国、圣物和法律的叛徒之后,他竟会要求你们做出违背他自己的承认与证词的判决。对于一个从诸多其他方面、尤其是从拒绝接受公正要求上已经剥夺了自己辩护资格的人,容许他在供认不讳的罪行上欺骗你们自己,又怎能说是符合正义的呢?
- 28ἐμοῦ θεωρήσατε ὡς δικαίαν τὴν ἐξέτασιν ποιουμένου
观察动词 θεωρέω 支配表示人的属格(ἐμοῦ)并结合情状分词短语(ὡς δικαίαν... ποιουμένου)。小词 ὡς 引出分词所表达的方式或情状,意为“从我身上观察我是如何进行公正调查的”。
- 29ἅμα τοίνυν ταύτην Λεωκράτης οὐκ ἐδέχετο καὶ κατεμαρτύρει αὑτοῦ
并列结构 ἅμα ... καί 表达两件事态的同时性及即时因果关系:“莱奥克拉底在拒绝接受此项的同时,便已指证了自己”,表明拒绝接受挑战在逻辑上直接等同于承认有罪。
- 31τῶν δὲ δικαίως τὰς κρίσεις ἐνισταμένων ... τἀναντία φαίνεσθαι τούτοις ποιοῦντας
此句与前文的 τῶν μὲν δεινῶν... ἔργον ἐστίν 并列,承接属格 τῶν δὲ...(“是……的本分/特征”)。作为不定式 φαίνεσθαι 的主语补足语,分词 ποιοῦντας 采用了宾格,而非与属格先行词一致的属格(ποιούντων),遵循了不定式复合结构中主语补足成分取宾格的常规语法习惯。
- 33οὐδὲν ἕτερον ἢ φοβούμενος
习语 οὐδὲν ἕτερον ἤ(“无非是”、“仅仅是”)与现在分词 φοβούμενος 结合,用以限定主动词 ἐλήλυθεν 的动机与原因,表示“来到这里无非是因为害怕……”。
