← 雅典的来库古

控告莱奥克拉底

§20-26

逃往墨加拉与变卖家产的证据

吕库古敦促证人们在法庭上作证而非起誓放弃,随后结合证词与契约,揭露莱奥克拉底在谎言败露后逃往墨加拉变卖家产、将祖传圣物偷运出境并从事粮食贸易谋利的罪行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20

πρὸ δὲ τοῦ ἀναβαίνειν τοὺς μάρτυρας βραχέα βούλομαι διαλεχθῆναι ὑμῖν. οὐ γὰρ ἀγνοεῖτε, ὦ ἄνδρες, οὔτε τὰς παρασκευὰς τῶν κρινομένων οὔτε τὰς δεήσεις τῶν ἐξαιτουμένων, ἀλλʼ ἀκριβῶς ἐπίστασθε ὅτι χρημάτων ἕνεκα καὶ χάριτος πολλοὶ ἐπείσθησαν τῶν μαρτύρων ἢ ἀμνημονεῖν ἢ μὴ ἐλθεῖν ἢ ἑτέραν πρόφασιν εὑρεῖν. ἀξιοῦτε οὖν τοὺς μάρτυρας ἀναβαίνειν καὶ μὴ ὀκνεῖν, μηδὲ περὶ πλείονος ποιεῖσθαι τὰς χάριτας ὑμῶν καὶ τῆς πόλεως,1 ἀλλʼ ἀποδιδόναι τῇ πατρίδι τἀληθῆ καὶ τὰ δίκαια, καὶ μὴ λείπειν τὴν τάξιν ταύτην μηδὲ μιμεῖσθαι Λεωκράτην, ἢ λαβόντας τὰ ἱερὰ κατὰ τὸν νόμον ἐξομόσασθαι. ἐὰν δὲ μηδέτερον τούτων ποιῶσιν, ὑπὲρ ὑμῶν καὶ τῶν νόμων καὶ τῆς δημοκρατίας κλητεύσομεν αὐτούς. λέγε τὰς μαρτυρίας.

在证人出庭之前,我想对诸位简短陈词。诸位先生,因为你们绝非不了解受审者的钻营,也绝非不了解求情者的乞求,而是确切知道:由于金钱和人情,许多证人被说服,要么假装遗忘,要么拒绝到庭,要么寻找其他借口。因此,请你们要求证人们出庭,不要退缩,也不要把人情置于你们和城邦之上,而要把真实与公正归还给祖国,不要擅离这一岗位,也不要效仿莱奥克拉底;否则,就依照法律手持圣物起誓放弃作证。若他们两者皆不肯做,我们将为了你们、法律以及民主制度依法传唤他们。请朗读证词。

§21

Μαρτυρίαι μετὰ ταῦτα τοίνυν, ὦ ἄνδρες, ἐπειδὴ χρόνος ἐγένετο, καὶ ἀφικνεῖτο Ἀθήνηθεν πλοῖα εἰς τὴν Ῥόδον, καὶ φανερὸν ἦν ὅτι οὐδὲν δεινὸν ἐγεγόνει περὶ τὴν πόλιν, φοβηθεὶς ἐκπλεῖ πάλιν ἐκ τῆς Ῥόδου καὶ ἀφικνεῖται εἰς Μέγαρα· καὶ ᾤκει ἐν Μεγάροις πλείω ἢ πέντε ἔτη προστάτην ἔχων Μεγαρέα, οὐδὲ τὰ ὅρια τῆς χώρας αἰσχυνόμενος, ἀλλʼ ἐν γειτόνων τῆς ἐκθρεψάσης αὐτὸν πατρίδος μετοικῶν.

证词 诸位先生,在此之后,随着时日推移,船只开始从雅典抵达罗得岛,并且显而易见城邦并未遭遇可怕的变故,他便心生惶恐,再次从罗得岛起航,来到了墨加拉。他在墨加拉居住超过了五年,聘请了一名墨加拉人作为庇护人,甚至在国土的边境面前也不知羞耻,反而寄居在抚育他的祖国的邻邦。

§22

καὶ οὕτως αὑτοῦ κατεγνώκει ἀίδιον φυγὴν ὥστε μεταπεμψάμενος ἐντεῦθεν Ἀμύνταν τὸν τὴν ἀδελφὴν ἔχοντα αὐτοῦ τὴν πρεσβυτέραν καὶ τῶν φίλων Ἀντιγένην Ξυπεταιόνα, καὶ δεηθεὶς τοῦ κηδεστοῦ πρίασθαι παρʼ αὑτοῦ τἀνδράποδα καὶ τὴν οἰκίαν, ἀποδόσθαι ταλάντου, κἀπὸ τούτου προσέταξε2 τοῖς τε χρήσταις ἀποδοῦναι τὰ ὀφειλόμενα καὶ τοὺς ἐράνους διενεγκεῖν, τὸ δὲ λοιπὸν αὑτῷ ἀποδοῦναι.

他竟如此认定自己将永久流亡,以致从这里召唤了他大姐的丈夫阿明塔斯以及友人中克苏佩特村的安提革涅斯,在恳求姐夫从他手中买下奴隶和房屋后,以一塔兰同的价格售出,由此指示他偿还债权人的欠款,清偿互助贷款,将其余款项汇还给自己。

§23

διοικήσας δὲ ταῦτα πάντα ὁ Ἀμύντας αὐτὸς πάλιν ἀποδίδοται τἀνδράποδα πέντε καὶ τριάκοντα μνῶν Τιμοχάρει Ἀχαρνεῖ τῷ τὴν νεωτέραν ἔχοντι τούτου ἀδελφήν· ἀργύριον δὲ οὐκ ἔχων δοῦναι ὁ Τιμοχάρης, συνθήκας ποιησάμενος καὶ θέμενος παρὰ Λυσικλεῖ μίαν μνᾶν τόκον ἔφερε τῷ Ἀμύντα. ἵνα δὲ μὴ λόγον οἴησθε εἶναι ἀλλʼ εἰδῆτε τὴν ἀλήθειαν, ἀναγνώσεται καὶ τούτων ὑμῖν τὰς μαρτυρίας. εἰ μὲν οὖν ζῶν ἐτύγχανεν ὁ Ἀμύντας, ἐκεῖνον ἂν αὐτὸν παρειχόμην· νυνὶ δʼ ὑμῖν καλῶ τοὺς συνειδότας. καί μοι λέγε ταύτην τὴν μαρτυρίαν, ὡς ἐπρίατο παρὰ Λεωκράτους ἐν Μεγάροις τὰ ἀνδράποδα Ἀμύντας καὶ τὴν οἰκίαν.

阿明塔斯在处理完这一切后,自己又以三十五明那将这些奴隶转售给了娶了莱奥克拉底妹妹的阿卡奈村的蒂莫卡里斯;蒂莫卡里斯因无现银支付,便订立契约并寄存于吕西克勒斯处,向阿明塔斯按一明那支付利息。为了使你们不认为这是空穴来风,而是知晓真相,关于这些事的证词也将向你们朗读。若是阿明塔斯尚在人世,我自会将他本人带出庭;然而如今,我向你们传唤那些知晓实情之人。请为我朗读这篇证词,说明阿明塔斯如何在墨加拉从莱奥克拉底手中买下了奴隶和房屋。

§24

Μαρτυρία ἀκούσατε δὲ καὶ ὡς ἀπέλαβε τετταράκοντα μνᾶς παρʼ Ἀμύντου Φιλόμηλος Χολαργεὺς καὶ Μενέλαος ὁ πρεσβεύσας ὡς βασιλέα. Μαρτυρία λαβὲ δέ μοι καὶ τὴν Τιμοχάρους τοῦ πριαμένου τἀνδράποδα παρʼ Ἀμύντου πέντε καὶ τριάκοντα μνῶν, καὶ τὰς συνθήκας. Μαρτυρία. Συνθῆκαι τῶν μὲν μαρτύρων ἀκηκόατε, ὦ ἄνδρες· ἄξιον δʼ ἐστὶν ἐφʼ οἷς μέλλω λέγειν ἀγανακτῆσαι καὶ μισῆσαι τουτονὶ Λεωκράτην. οὐ γὰρ ἐξήρκεσε τὸ σῶμα τὸ ἑαυτοῦ καὶ τὰ χρήματα μόνον ὑπεκθέσθαι, ἀλλὰ καὶ τὰ ἱερὰ τὰ πατρῷα, ἃ τοῖς ὑμετέροις νομίμοις καὶ πατρίοις ἔθεσιν οἱ πρόγονοι παρέδοσαν αὐτῷ ἱδρυσάμενοι, ταῦτα μετεπέμψατο εἰς Μέγαρα καὶ ἐξήγαγεν ἐκ τῆς χώρας, οὐδὲ τὴν ἐπωνυμίαν τῶν πατρῴων ἱερῶν φοβηθείς, ὅτι ἐκ τῆς πατρίδος αὐτὰ κινήσας συμφεύγειν αὑτῷ ἐκλείποντα τοὺς νεὼς καὶ τὴν χώραν ἣν κατεῖχεν, ἠξίωσε, καὶ ἱδρῦσθαι ἐπὶ ξένης καὶ ἀλλοτρίας, καὶ εἶναι ὀθνεῖα τῇ χώρᾳ καὶ τοῖς νομίμοις τοῖς κατὰ τὴν Μεγαρέων πόλιν εἰθισμένοις.

证词 也请听听霍拉尔戈斯村的菲洛梅洛斯以及曾出使波斯王廷的墨涅拉俄斯,是如何从阿明塔斯处收回四十明那的。 证词 再为我拿来从阿明塔斯处以三十五明那买下奴隶的蒂莫卡里斯的证词,以及那份契约。 证词·契约 诸位先生,你们已经听取了证人们的证词;对于我接下去要说的事情,理应对这个莱奥克拉底感到愤慨并深恶痛绝。因为仅仅将自己的身体和财物偷运出境对他而言尚且不够,就连祖传的圣物——即祖先依照你们的法令和祖传习俗建立并传承给他的那些圣物——他也差人运往墨加拉,带离了国土,甚至在祖传圣物的名号面前也毫无畏惧:他将它们移出祖国,硬是要它们抛弃神庙和所居之地,随他一同逃亡,安置于异国他乡,对墨加拉城邦所习惯的土地和习俗沦为外来物。

§26

καὶ οἱ μὲν πατέρες ὑμῶν †τὴν Ἀθηνᾶν ὡς τὴν χώραν εἰληχυῖα† τὴν πατρίδα προσηγόρευον Ἀθήνας, ἵνʼ οἱ τιμῶντες τὴν θεὸν τὴν ὁμώνυμον αὐτῇ πόλιν μὴ ἐγκαταλίπωσι· Λεωκράτης δʼ οὔτε νομίμων οὔτε πατρίδος οὔθʼ ἱερῶν φροντίσας τὸ καθʼ ἑαυτὸν ἐξαγώγιμον ὑμῖν καὶ τὴν παρὰ τῶν θεῶν βοήθειαν ἐποίησε.3 καὶ οὐκ ἐξήρκεσεν αὐτῷ τοσαῦτα καὶ τηλικαῦτα τὴν πόλιν ἀδικῆσαι, ἀλλʼ οἰκῶν ἐν Μεγάροις, οἷς παρʼ ὑμῶν ἐξεκομίσατο χρήμασιν ἀφορμῇ χρώμενος, ἐκ τῆς Ἠπείρου παρὰ Κλεοπάτρας εἰς Λευκάδα ἐσιτήγει καὶ ἐκεῖθεν εἰς Κόρινθον.

你们的先辈因雅典娜分得了该土地而以其名将祖国命名为雅典,正是为了让敬奉这位女神的人们不至于离弃与她同名的城邦;而莱奥克拉底却既不顾习俗,也不顾祖国与圣物,在自己的份上,甚至把来自神明的庇佑也变成了从你们这里被运往境外的输出品。而且对他而言,对城邦施加如此众多且重大的不公犹嫌不足,他在墨加拉定居期间,竟以从你们这里带走的资财作为本钱,从伊庇鲁斯自克利奥帕特拉处运送谷物至莱夫卡斯,再从那里运往科林斯。

语法注3 条
  1. 20μηδὲ περὶ πλείονος ποιεῖσθαι τὰς χάριτας ὑμῶν καὶ τῆς πόλεως

    ὑμῶν καὶ τῆς πόλεως 是由比较级 πλείονος 所支配的比较属格,τὰς χάριτας 作宾语(意为“不要把私人人情置于你们和城邦之上”)。虽然语法上也可将其理解为修饰 χάριτας 的领属属格(“你们和城邦的恩惠”),但法庭演说中告诫证人“切勿将私人情面看得重于陪审官与城邦”是固定的惯用表达,因此取比较属格。

  2. 22ὥστε μεταπεμψάμενος ... προσέταξε

    ὥστε 引导的结果从句前半部分采用不定式结构(ὥστε ... ἀποδόσθαι ταλάντου):由于不定式 ἀποδόσθαι 的逻辑主语与主句动词 κατεγνώκει 的主语相同(莱奥克拉底),故主语省略,表示伴随状况的分词 μεταπεμψάμενος 和 δεηθείς 用主格(πρίασθαι 为依附于 δεηθείς 的不定式)。后半部分(κἀπὸ τούτου προσέταξε)则由不定式结构转换为限定动词(破格句)。莱奥克拉底先以一塔兰同将产业卖给阿明塔斯(ἀποδόσθαι),接着在§23中阿明塔斯本人又将奴隶转售他人(αὐτὸς πάλιν ἀποδίδοται)。

  3. 26ἐξαγώγιμον ὑμῖν καὶ τὴν παρὰ τῶν θεῶν βοήθειαν ἐποίησε

    此处为双重宾格结构,τὴν παρὰ τῶν θεῶν βοήθειαν(来自神明的庇佑)为直接宾语,形容词 ἐξαγώγιμον(可输出的、运出境外的)为宾语补足语(述语宾格)。ἐξαγώγιμος 原为指代可供出口的谷物等物资的商业与法律术语,在此具有强烈的讽刺意味,意指莱奥克拉底竟将庇佑雅典的神恩也当成了被运出境外的货物。与格 ὑμῖν 为受损与格(表示“对你们而言/使你们蒙受损失”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:20-26