← 雅典的来库古

控告莱奥克拉底

§137-143

辩护起诉书措辞与痛斥收买的辩护人

演说者解释了起诉状的措辞,痛斥收受报酬并企图以个人功役为由乞求宽恕的辩护人,并谴责莱奥克拉底在背叛城邦与神灵之后竟恬不知耻地祈求法律与神明的庇护。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§137

διὸ καὶ πολλοί μοι προσεληλύθασιν, ὦ ἄνδρες, ἐρωτῶντες διὰ τί οὐκ ἐνέγραψα τοῦτο εἰς τὴν εἰσαγγελίαν, προδεδωκέναι τὴν εἰκόνα τὴν τοῦ πατρὸς τὴν ἐν τῷ τοῦ Διὸς τοῦ σωτῆρος ἀνακειμένην. ἐγὼ δʼ, ὦ ἄνδρες, οὐκ ἠγνόουν τοῦτο τἀδίκημʼ ἄξιον ὂν τῆς μεγίστης τιμωρίας, ἀλλʼ οὐχ ἡγούμην δεῖν περὶ προδοσίας τοῦτον κρίνων ὄνομα Διὸς σωτῆρος ἐπιγράψαι πρὸς τὴν εἰσαγγελίαν.

因此,审判官先生们,许多人前来问我,为何我没有在起诉状中写入这一条,即他背叛了供奉在救主宙斯神殿中的父亲雕像。然而,先生们,我并非不知道这一罪行理应受到极刑,但我认为在就叛国罪审判此人时,不当在起诉状上题写救主宙斯的名号。

§138

ἐκπέπληγμαι δὲ μάλιστα ἐπὶ τοῖς μήτε γένει μήτε φιλίᾳ μηδὲν προσήκουσι, μισθοῦ δὲ συναπολογουμένοις ἀεὶ τοῖς κρινομένοις, εἰ λελήθασιν ὑμᾶς τῆς ἐσχάτης ὀργῆς δικαίως ἂν τυγχάνοντες.1 τὸ γὰρ ὑπὲρ τῶν ἀδικησάντων ἀπολογεῖσθαι τεκμήριόν ἐστιν ὅτι καὶ τῶν πεπραγμένων οἱ τοιοῦτοι ἂν μετάσχοιεν. οὐ γὰρ δεῖ καθʼ ὑμῶν γεγενῆσθαι δεινὸν ἀλλʼ ὑπὲρ ὑμῶν καὶ τῶν νόμων καὶ τῆς δημοκρατίας.

最令我震惊的是那些既无血缘亦无私谊,却总是为了金钱报酬而替被告共同辩护的人,他们理当承受最严厉的震怒,如今竟然躲过了你们的注意。因为替作恶者辩护,本身便证明这类人也会参与所犯下的恶行。一个人不应当成为与你们为敌的能人,而应当为了你们、法律和民主制度施展其能。

§139

καίτοι τινὲς αὐτῶν οὐκέτι τοῖς λόγοις ὑμᾶς παρακρούσασθαι ζητοῦσιν, ἀλλʼ ἤδη ταῖς αὑτῶν λῃτουργίαις ἐξαιτεῖσθαι τοὺς κρινομένους ἀξιώσουσιν· ἐφʼ οἷς ἔγωγε καὶ μάλιστʼ ἀγανακτῶ. εἰς γὰρ τὸν ἴδιον οἶκον αὐτὰς περιποιησάμενοι, κοινὰς χάριτας ὑμᾶς ἀπαιτοῦσιν. οὐ γὰρ εἴ τις ἱπποτρόφηκεν ἢ κεχορήγηκε λαμπρῶς ἢ τῶν ἄλλων τῶν τοιούτων τι δεδαπάνηκεν, ἄξιός ἐστι παρʼ ὑμῶν τοιαύτης χάριτος (ἐπὶ τούτοις γὰρ αὐτὸς μόνος στεφανοῦται, τοὺς ἄλλους οὐδὲν ὠφελῶν), ἀλλʼ εἴ τις τετριηράρχηκε λαμπρῶς ἢ τείχη τῇ πατρίδι περιέβαλεν ἢ πρὸς τὴν κοινὴν σωτηρίαν ἐκ τῶν ἰδίων συνευπόρησε· ταῦτα γάρ ἐστι κοινῶς ὑπὲρ ὑμῶν ἁπάντων, καὶ ἐν μὲν τούτοις ἔστιν ἰδεῖν τὴν ἀρετὴν τῶν ἐπιδεδωκότων, ἐν ἐκείνοις δὲ τὴν εὐπορίαν μόνον τῶν δεδαπανηκότων. ἡγοῦμαι δʼ ἔγωγε οὐδένʼ οὕτω μεγάλα τὴν πόλιν εὐηργετηκέναι, ὥστʼ ἐξαίρετον ἀξιοῦν λαμβάνειν χάριν τὴν κατὰ τῶν προδιδόντων τιμωρίαν,2 οὐδʼ οὕτως ἀνόητον ὥστε φιλοτιμεῖσθαι μὲν πρὸς τὴν πόλιν, τούτῳ δὲ βοηθεῖν ὃς αὐτοῦ πρώτου τὰς φιλοτιμίας ἠφάνισεν· εἰ μὴ νὴ Δία μὴ ταὐτὰ τῇ πατρίδι καὶ τούτοις ἐστὶ συμφέροντα. Ἐχρῆν μὲν οὖν, ὦ ἄνδρες, εἰ καὶ περὶ οὐδενὸς ἄλλου νόμιμόν ἐστι παῖδας καὶ γυναῖκας παρακαθισαμένους ἑαυτοῖς τοὺς δικαστὰς δικάζειν, ἀλλʼ οὖν γε περὶ προδοσίας κρίνοντας οὕτως ὅσιον εἶναι τοῦτο πράττειν, ὅπως ὁπόσοι τοῦ κινδύνου μετεῖχον ἐν ὀφθαλμοῖς ὄντες, καὶ ὁρώμενοι καὶ ἀναμιμνῄσκοντες ὅτι τοῦ κοινοῦ παρὰ πᾶσιν ἐλέου οὐκ ἠξιώθησαν, πικροτέρας τὰς γνώσεις κατὰ τοῦ ἀδικοῦντος παρεσκεύαζον. ἐπειδὴ δʼ οὐ νόμιμον οὐδʼ εἰθισμένον ἐστίν, ἀλλʼ ἀναγκαῖον ὑμᾶς ὑπὲρ ἐκείνων δικάζειν, τιμωρησάμενοι γοῦν Λεωκράτη καὶ ἀποκτείναντες αὐτὸν ἀπαγγείλατε τοῖς ὑμετέροις αὐτῶν παισὶ καὶ γυναιξὶν ὅτι ὑποχείριον λαβόντες τὸν προδότην αὐτῶν ἐτιμωρήσασθε.

然而,他们中的某些人不仅试图用言辞欺骗你们,甚至如今竟企图凭借自己的公共捐造役来为被告乞求赦免;对此,我个人感到最强烈的愤慨。因为他们将这些功役归于自己私人的家族荣耀,却反过来向你们索求公共的恩典。一个人无论养育赛马,或慷慨担任歌队赞助人,亦或在其他诸如此类的名目上耗费资财,都配不上从你们这里获得如此恩惠(因为在这些事情上只有他个人获得桂冠,对其他人毫无益处);只有慷慨担任三列桨战船舰长、为祖国筑造城垣,或为了共同的安全从私资中倾囊相助的人,才配得上此等恩惠。因为这些功绩是为了你们所有人的共同福祉;在后一类行为中可见捐献者的美德,而在前一类中仅可见挥霍者的富有。我个人认为,没有任何人为城邦建立过如此巨大的功业,以至于有资格要求将免除对叛徒的惩罚作为特恩赏赐;也没有人会愚蠢到一边向城邦展现公义热忱,一边却去帮助这个首先毁掉了他自身公义热忱的人——除非凭宙斯起誓,对祖国有利之事恰恰与对他们有利之事背道而驰。 审判官先生们,即使在任何其他审判中,审判官们让妻儿坐在身旁共同审理并不符合法律,但在审判叛国罪时,这样做至少本应是合乎神圣正义的,好让那些共同承担了危难的人出现在眼前,既被你们目睹,又提醒你们他们曾未能享受到众人共通的怜悯,从而使你们对作恶者作出更为严酷的判决。然而,既然这既非法律所定亦非惯例,而必须由你们代表他们进行审判,那么至少在惩罚并处死莱奥克拉底之后,去向你们自己的妻子和儿女宣告:你们已经将背叛他们的叛徒捕获归案并处以严惩。

§142

καὶ γὰρ δεινὸν καὶ σχέτλιον, ὅταν νομίζῃ δεῖν Λεωκράτης ἴσον ἔχειν ὁ φυγὼν ἐν τῇ τῶν μεινάντων πόλει, καὶ ὁ μὴ κινδυνεύσας ἐν τῇ τῶν παραταξαμένων, καὶ ὁ μὴ διαφυλάξας ἐν τῇ τῶν σωσάντων, ἀλλʼ ἥκῃ ἱερῶν θυσιῶν ἀγορᾶς νόμων πολιτείας μεθέξων, ὑπὲρ ὧν τοῦ μὴ καταλυθῆναι3 χίλιοι τῶν ὑμετέρων πολιτῶν ἐν Χαιρωνείᾳ ἐτελεύτησαν καὶ δημοσίᾳ αὐτοὺς ἡ πόλις ἔθαψαν·4 ὧν οὗτος οὐδὲ τὰ ἐλεγεῖα τὰ ἐπιγεγραμμένα τοῖς μνημείοις ἐπανιὼν εἰς τὴν πόλιν ᾐδέσθη, ἀλλʼ οὕτως ἀναιδῶς ἐν τοῖς ὀφθαλμοῖς τῶν πενθησάντων τὰς ἐκείνων συμφορὰς ἡγεῖται δεῖν ἀναστρέφεσθαι.

确实,当莱奥克拉底认为自己应当享有同等权利时——一个逃亡者在坚守者的城邦中,一个未曾临危者在列阵作战者的城邦中,一个未曾守卫者在拯救者的城邦中——并且胆敢回来分享神圣祭礼、祭祀、广场、法律与城邦政制,而正是为了防止这些被颠覆,你们的一千名同胞公民战死于喀罗尼亚并由城邦予以国葬;对于他们,此人在返回城邦时,甚至对刻在纪念碑上的哀歌题辞都毫无敬畏羞愧之心,反而在哀悼其不幸的人们眼前,认为自己可以如此恬不知耻地公然穿行,这真是骇人听闻而又令人发指。

§143

καὶ αὐτίκα μάλʼ ὑμᾶς ἀξιώσει ἀκούειν αὐτοῦ ἀπολογουμένου κατὰ τοὺς νόμους· ὑμεῖς δʼ ἐρωτᾶτε αὐτὸν ποίους; οὓς ἐγκαταλιπὼν ᾤχετο. καὶ ἐᾶσαι αὐτὸν οἰκεῖν ἐν τοῖς τείχεσι τῆς πατρίδος· ποίοις; ἃ μόνος τῶν πολιτῶν οὐ συνδιεφύλαξε. καὶ ἐπικαλεῖται τοὺς θεοὺς σώσοντας αὐτὸν ἐκ τῶν κινδύνων· τίνας; οὐχ ὧν τοὺς νεὼς καὶ τὰ ἕδη καὶ τὰ τεμένη προὔδωκε; καὶ δεήσεται καὶ ἱκετεύσει ἐλεῆσαι αὐτόν· τίνων; οὐχ οἷς τὸν αὐτὸν ἔρανον εἰς τὴν σωτηρίαν εἰσενεγκεῖν οὐκ ἐτόλμησε; Ῥοδίους ἱκετευέτω· τὴν γὰρ ἀσφάλειαν

顷刻之间,他便会要求你们听取他依据法律进行的辩护;但你们要质问他:依何种法律?依他背弃潜逃的法律吗?他还要求你们容许他居住在祖国的城墙之内:何种城墙?唯独他一人未曾协助守卫的城墙吗?他还呼求诸神将他从危难中拯救出来:呼求何等神祇?难道不是被他背叛了神庙、神像与圣域的诸神吗?他还将祈求并哀告获得怜悯:向何人求怜?难道不是向那些他不敢与之同样为求平安而出资的人吗?让他去向罗得岛人哀求吧!因为那份安全……

语法注4 条
  1. 138εἰ λελήθασιν ὑμᾶς τῆς ἐσχάτης ὀργῆς δικαίως ἂν τυγχάνοντες

    由表示情感的动词 ἐκπέπληγμαι 引出的从句,εἰ 在此引导惊异的事由(即“……这一事实”)。λανθάνω 搭配分词(λελήθασιν ... τυγχάνοντες)表示“在未被察觉的情况下做某事”,而与分词连用的 ἂν 则带有潜在或应然语气(“本应理所当然地承受”)。

  2. 140ὥστʼ ἐξαίρετον ἀξιοῦν λαμβάνειν χάριν τὴν κατὰ τῶν προδιδόντων τιμωρίαν

    在由 ὥστε 加不定式构成的结果从句中,ἀξιοῦν λαμβάνειν 的宾语是 τὴν κατὰ τῶν προδιδόντων τιμωρίαν(对叛徒的惩罚),而 ἐξαίρετον ... χάριν 则作补足语/谓词性成分。语境上指“要求将(免除)对叛徒的惩处当作特恩来领受”。

  3. 142ὑπὲρ ὧν τοῦ μὴ καταλυθῆναι

    关系代词短语 ὑπὲρ ὧν(先行词为前面的 ἱερῶν θυσιῶν ἀγορᾶς νόμων πολιτείας)依附于表示目的的属格定冠词加不定式 τοῦ μὴ καταλυθῆναι(为了使它们不被颠覆/废除)。

  4. 142καὶ δημοσίᾳ αὐτοὺς ἡ πόλις ἔθαψαν

    虽然主语 ἡ πόλις(城邦)为阴性单数名词,但谓语动词 ἔθαψαν 却使用了第三人称复数。这是按意义一致(constructio ad sensum)的典型句法现象,指将集合名词“城邦”视为由全体公民构成的复数概念。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:137-143