← 雅典的来库古

控告莱奥克拉底

§130-136

斯巴达之法与莱奥克拉底禽兽不如的逃亡

演说者阐述了斯巴达法律的益处,斥责莱奥克拉底背弃祖国的行径比禽兽更加卑劣,指出他亦遭到异邦驱逐,并坚称无论是为其辩护者还是其亡父之魂都应当定他的罪。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§130

Νόμος Λακεδαιμονίων ἐνθυμεῖσθε δὴ ὡς καλὸς ὁ νόμος, ὦ ἄνδρες, καὶ σύμφορος οὐ μόνον ἐκείνοις ἀλλὰ καὶ τοῖς ἄλλοις ἀνθρώποις. ὁ γὰρ παρὰ τῶν πολιτῶν φόβος ἰσχυρὸς ὢν ἀναγκάσει τοὺς πρὸς τοὺς πολεμίους κινδύνους ὑπομένειν· τίς γὰρ ὁρῶν θανάτῳ ζημιούμενον τὸν προδότην ἐν τοῖς κινδύνοις ἐκλείψει τὴν πατρίδα; ἢ τίς παρὰ τὸ συμφέρον τῆς πόλεως φιλοψυχήσει, εἰδὼς ὑποκειμένην αὑτῷ ταύτην τιμωρίαν; οὐδεμίαν γὰρ ἄλλην δεῖ ζημίαν εἶναι τῆς δειλίας ἢ θάνατον· εἰδότες γὰρ ὅτι δυοῖν κινδύνοιν ὑποκειμένοιν ἀναγκαῖον ἔσται θατέρου μετασχεῖν, πολὺ μᾶλλον αἱρήσονται τὸν πρὸς τοὺς πολεμίους ἢ τὸν πρὸς τοὺς νόμους καὶ τοὺς πολίτας.

〔拉刻代蒙人的法律〕审判官先生们,请深思这项法律是多么崇高,不仅对他们,对其他人而言也是多么有益。因为来自同胞公民的恐惧一旦强烈,就会迫使人们承受面对敌人的危险。试问,有谁在目睹叛徒被处以死刑时,还会在危难之际背弃祖国呢?又有谁在明知自身面临此项刑罚的情况下,还会违背城邦的利益而贪生怕死呢?因为对于怯懦,绝不应有除死刑之外的任何惩罚;因为一旦知道在摆在面前的两种危险中必须分担其一,人们就会更愿意选择面对敌人的危险,而非面对法律与同胞公民的危险。

§131

τοσούτῳ δʼ ἂν δικαιότερον οὗτος ἀποθάνοι τῶν ἐκ τῶν στρατοπέδων φευγόντων, ὅσον1 οἱ μὲν εἰς τὴν πόλιν ἥκουσιν ὡς ὑπὲρ ταύτης μαχούμενοι ἢ κοινῇ μετὰ τῶν ἄλλων πολιτῶν συνατυχήσοντες, οὑτοσὶ δʼ ἐκ τῆς πατρίδος ἔφυγεν, ἰδίᾳ τὴν σωτηρίαν ποριζόμενος, οὐδʼ ὑπὲρ τῆς ἰδίας ἑστίας ἀμύνεσθαι τολμήσας, ἀλλὰ μόνος οὗτος τῶν πάντων ἀνθρώπων καὶ τὰ τῆς φύσεως οἰκεῖα καὶ ἀναγκαῖα προδέδωκεν, ἃ καὶ τοῖς ἀλόγοις ζῴοις μέγιστα καὶ σπουδαιότατα διείληπται.

此人比起从军营中逃跑的逃兵,理应受到更正当的死刑处决,其程度恰如:逃兵回到城邦,是准备为城邦作战,或是与其他公民同甘共苦;而此人却逃离了祖国,只图谋个人的安危,甚至不敢为自己的炉灶抵抗,反而在全人类中独独背叛了自然赋予的亲情与本分,而这些甚至在无理性的动物看来也是最崇高、最重要的法则。

§132

τὰ γοῦν πετεινά, ἃ μάλιστα πέφυκε πρὸς τάχος, ἔστιν ἰδεῖν ὑπὲρ τῆς αὑτῶν νεοττιᾶς ἐθέλοντα ἀποθνῄσκειν· ὅθεν καὶ τῶν ποιητῶν τινες εἰρήκασιν· "οὐδʼ ἀγρία γὰρ ὄρνις, ἢν πλάσῃ δόμον, ἄλλην νεοσσοὺς ἠξίωσεν ἐντεκεῖν." ἀλλὰ Λεωκράτης τοσοῦτον ὑπερβέβληκε δειλίᾳ ὥστε τὴν πατρίδα τοῖς πολεμίοις ἐγκατέλιπε.

至少鸟类虽生来最为迅捷,却可见它们甘愿为自己的巢穴而死;因此有些诗人也曾说: “纵然是野鸟,一旦筑好了巢穴, 也绝不愿在别处孵育雏鸟。” 然而莱奥克拉底却怯懦到了如此过分的地步,竟将祖国弃置于敌手。

§133

τοιγαροῦν οὐδεμία πόλις αὐτὸν εἴασε παρʼ αὑτῇ μετοικεῖν, ἀλλὰ μᾶλλον τῶν ἀνδροφόνων ἤλαυνεν, εἰκότως· οἱ μὲν γὰρ φόνου φεύγοντες εἰς ἑτέραν πόλιν μεταστάντες οὐκ ἔχουσιν ἐχθροὺς τοὺς ὑποδεξαμένους, τοῦτον δὲ τίς ἂν ὑποδέξαιτο πόλις; ὃς γὰρ ὑπὲρ τῆς αὑτοῦ πατρίδος οὐκ ἐβοήθησε, ταχύ γʼ ἂν ὑπὲρ τῆς ἀλλοτρίας κίνδυνόν τινʼ ὑπομείνειεν.2 κακοὶ γὰρ καὶ πολῖται καὶ ξένοι καὶ ἰδίᾳ φίλοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων εἰσίν, οἳ τῶν μὲν ἀγαθῶν τῶν τῆς πόλεως μεθέξουσιν, ἐν δὲ ταῖς ἀτυχίαις οὐδὲ βοηθείας ἀξιώσουσι.

因此,没有任何城邦允许他在境内寄居,反而比对待杀人犯更甚地驱逐了他,这理所当然。因为因杀人罪逃亡的人,迁至另一城邦时并不将接纳他们的人视作敌人;但这等人,又有哪座城邦愿意接纳呢?一个不曾救助自己祖国的人,又怎会甘愿为异国承担危险呢?这类人在城邦中作为公民是恶劣的,作为宾客是恶劣的,作为私交好友也是恶劣的,他们只想分享城邦的福祉,但在厄难降临时却连施以援手都不屑一顾。

§134

καίτοι τὸν ὑπὸ τῶν μηδὲν ἀδικουμένων μισούμενον καὶ ἐξελαυνόμενον τί δεῖ παθεῖν ὑφʼ ὑμῶν τῶν τὰ δεινότατα πεπονθότων; ἆρʼ οὐ τῆς ἐσχάτης τιμωρίας τυγχάνειν; καὶ μήν, ὦ ἄνδρες, τῶν πώποτε προδοτῶν δικαιότατʼ ἂν Λεωκράτης, εἴ τις μείζων εἴη τιμωρία θανάτου, ταύτην ὑπόσχοι. οἱ μὲν γὰρ ἄλλοι προδόται, μέλλοντες ἀδικεῖν ὅταν ληφθῶσι, τιμωρίαν ὑπέχουσιν· οὗτος δὲ μόνος διαπεπραγμένος ὅπερ ἐπεχείρησε, τὴν πόλιν ἐγκαταλιπὼν κρίνεται.

然而,一个连未曾遭受任何不公之人都要憎恨并驱逐的人,在遭受了最惨烈苦难的你们手中,究竟应当承受怎样的惩罚呢?难道不该遭受极刑吗?审判官先生们,在有史以来的所有叛徒中,假若有某种比死刑更重的惩罚,莱奥克拉底受此极刑乃是最理所应当的。因为其他叛徒都是在企图作恶时被捕并受罚;唯独此人是在完成了自己图谋的一切、弃城而去之后才受到审判。

§135

θαυμάζω δὲ καὶ τῶν συνηγορεῖν αὐτῷ μελλόντων, διὰ τι ποτε τοῦτον ἀξιώσουσιν ἀποφυγεῖν.3 πότερον διὰ τὴν πρὸς αὑτοὺς φιλίαν; ἀλλʼ ἔμοιγε δοκοῦσι δικαίως οὐκ ἂν χάριτος τυχεῖν ἀλλʼ ἀποθανεῖν, ὅτι χρῆσθαι τούτῳ τολμῶσι. πρὶν μὲν γὰρ τοῦτο πρᾶξαι Λεωκράτην ἄδηλον ἦν ὁποῖοί τινες ὄντες ἐτύγχανον, νῦν δὲ πᾶσι φανερὸν ὅτι τοῖς αὐτοῖς ἤθεσι χρώμενοι τὴν πρὸς τοῦτον φιλίαν διαφυλάττουσιν, ὥστε πολὺ πρότερον ὑπὲρ αὑτῶν αὐτοῖς ἐστιν ἀπολογητέον ἢ τοῦτον παρʼ ὑμῶν ἐξαιτητέον.

我也十分诧异那些将要为他辩护的人,究竟凭何理由认为此人应当被赦免?难道是因为对他们自己的情谊吗?但在我看来,他们理应得不到恩惠,反而当被处死,因为他们竟敢与这样的人交往。因为在莱奥克拉底做出这等恶行之前,尚不清楚他们究竟是何等人物;但如今所有人都清楚,他们之所以维系与此人的友谊,是因为他们抱有相同的恶劣秉性,因此,他们早在向你们替此人求情之前,就更应当先为自己辩护了。

§136

ἡγοῦμαι δʼ ἔγωγε καὶ τὸν πατέρα αὐτῷ τὸν τετελευτηκότα, εἴ τις ἄρʼ ἔστιν αἴσθησις τοῖς ἐκεῖ περὶ τῶν ἐνθάδε γιγνομένων, ἁπάντων ἂν χαλεπώτατον γενέσθαι δικαστήν, οὗ τὴν χαλκῆν εἰκόνα ἔκδοτον κατέλιπε τοῖς πολεμίοις ἐν τῷ τοῦ Διὸς τοῦ σωτῆρος ἱεροσυλῆσαι καὶ αἰκίσασθαι,4 καὶ ἣν ἐκεῖνος ἔστησε μνημεῖον τῆς αὑτοῦ μετριότητος, ταύτην αὐτὸς ἐπονείδιστον ἐποίησε· τοιούτου γὰρ υἱοῦ πατὴρ προσαγορεύεται.

我个人认为,假如黄泉之下的人对阳世的发生之事尚存一丝感知,那么他已故的父亲也必将成为所有人中最严厉的审判官——这位父亲留在救主宙斯神庙中的青铜塑像,被他弃置于敌人手中任凭劫掠与亵渎,那座由其父树立作为自己节制品行纪念的雕像,竟被他自己变成了蒙受耻辱之物;因为他的父亲如今正被称为这样一个逆子的生父。

语法注4 条
  1. 131τοσούτῳ δʼ ἂν δικαιότερον οὗτος ἀποθάνοι τῶν ἐκ τῶν στρατοπέδων φευγόντων, ὅσον

    τοσούτῳ ... ὅσον 构成表示程度差异的关系结构(度量与格与外延宾格关联),意为“……到何种程度,就以此种程度更加……”。属格短语 τῶν ... φευγόντων 是由比较级 δικαιότερον 所支配的比较属格,对比了从军营逃跑的逃兵与莱奥克拉底的罪责程度。

  2. 133ταχύ γʼ ἂν ὑπὲρ τῆς ἀλλοτρίας κίνδυνόν τινʼ ὑπομείνειεν

    由 ἄν 搭配祈愿语气(潜势祈愿)并结合副词 ταχύ(“轻易地/很快地”)与强调小词 γέ 构成的反讽性修辞反问,意为“难道他会轻易为别国承担危险吗?(绝不可能)”,表达了强烈的言外否定。

  3. 135θαυμάζω δὲ καὶ τῶν συνηγορεῖν αὐτῷ μελλόντων, διὰ τι ποτε τοῦτον ἀξιώσουσιν ἀποφυγεῖν

    动词 θαυμάζω 支配表示原因或对象的属格(τῶν ... μελλόντων),其后跟随间接疑问从句(διὰ τι ποτε...),在同位语意义上补充说明令演说者感到诧异的具体内容。

  4. 136οὗ τὴν χαλκῆν εἰκόνα ἔκδοτον κατέλιπε τοῖς πολεμίοις ἐν τῷ τοῦ Διὸς τοῦ σωτῆρος ἱεροσυλῆσαι καὶ αἰκίσασθαι

    关系代词 οὗ 为所有格属格,指代先行词 τὸν πατέρα。ἔκδοτον 为作表语用的形容词(意为“作为交出/任由处置之物”)。不定式 ἱεροσυλῆσαι καὶ αἰκίσασθαι 表目的或结果,其逻辑主语由与格 τοῖς πολεμίοις 充当,意为“任由敌人去掠夺与亵渎”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:130-136