- 底本
- Lycurgus. Minor Attic Orators, Vol. 2. Burtt, J. O., editor. London: William Heinemann, Ltd.; Cambridge, MA: Harvard University Press, 1954 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0034.tlg001.humanitext-grc2:144-150
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
吕库古论证道,没有任何一代人有理由怜悯莱奥克拉底,赦免他即是放任叛国祸民;在命人宣读关于虔敬的法令后,他敦促审判官严惩莱奥克拉底以儆效尤,以此捍卫祖国、法律与神明,并就此结束了演说。
ἐν τῇ ἐκείνων πόλει μᾶλλον ἢ ἐν τῇ ἑαυτοῦ πατρίδι ἐνόμισεν εἶναι. ποία δʼ ἡλικία δικαίως ἂν τοῦτον ἐλεήσειε; πότερον ἡ τῶν πρεσβυτέρων; ἀλλʼ οὐδὲ γηροτροφηθῆναι οὐδʼ ἐν ἐλευθέρῳ τῷ ἐδάφει τῆς πατρίδος αὐτοῖς ταφῆναι τὸ καθʼ αὑτὸν μέρος1 παρέδωκεν. ἀλλʼ ἡ τῶν νεωτέρων; καὶ τίς ἂν ἀναμνησθεὶς τῶν ἡλικιωτῶν τῶν ἐν Χαιρωνείᾳ ἑαυτῷ συμπαραταξαμένων καὶ τῶν κινδύνων τῶν αὐτῶν μετασχόντων, σώσειε τὸν τὰς ἐκείνων θήκας προδεδωκότα, καὶ τῇ αὐτῇ ψήφῳ τῶν μὲν ὑπὲρ τῆς ἐλευθερίας τελευτησάντων παράνοιαν καταγνοίη, τὸν δʼ ἐγκαταλιπόντα τὴν πατρίδα ὡς εὖ φρονοῦντα ἀθῷον ἀφείη;
因为他认为,安全是在他们的城邦中,而非在他自己的祖国里。那么,何种年龄的人能够正当地怜悯此人呢?是长者一辈吗?但他按自己的所作所为,根本没有让他们安享晚年,也没有让他们葬于祖国的自由土地之上。还是青年一辈呢?又有谁在回忆起那些在喀罗尼亚与自己并肩列阵、共同历经危难的同龄人时,会去搭救那个出卖了他们坟墓的人,并用同一张选票,一方面判决那些为自由而牺牲的人愚蠢狂乱,另一方面却将背弃祖国的人视为深明大义而予以免罪放行呢?
ἐξουσίαν ἄρα δώσετε τῷ βουλομένῳ καὶ λόγῳ καὶ ἔργῳ τὸν δῆμον καὶ ὑμᾶς κακῶς ποιεῖν. οὐ γὰρ μόνον νῦν οἱ φεύγοντες κατέρχονται, ὅταν ὁ ἐγκαταλιπὼν τὴν πόλιν καὶ φυγὴν αὐτὸς ἑαυτοῦ καταγνοὺς καὶ οἰκήσας ἐν Μεγάροις ἐπὶ προστάτου πλείω πέντʼ ἢ ἓξ ἔτη ἐν τῇ χώρᾳ καὶ ἐν τῇ πόλει ἀναστρέφηται, ἀλλὰ καὶ ὁ μηλόβοτον τὴν Ἀττικὴν ἀνεῖναι φανερᾷ τῇ ψήφῳ καταψηφισάμενος, οὗτος ἐν ταύτῃ τῇ χώρᾳ σύνοικος ὑμῶν γίγνεται.
若是如此,你们便是给予任何心怀不轨之人以言论和行动加害民众及你们自身的特权。因为如今不仅是那些遭流放之人正在归来——当这个背弃城邦、自处流放,并以庇护民身份在墨伽拉居住了五六年以上的人在乡村和城邦中公然穿行时——而且就连那个以公开选票表决让阿提卡沦为放羊荒野的人,也在这片土地上成了你们的同居者。
βούλομαι δʼ ἔτι βραχέα πρὸς ὑμᾶς εἰπὼν καταβῆναι, καὶ τὸ ψήφισμα τοῦ δήμου παρασχόμενος, ὃ περὶ εὐσεβείας ἐποιήσατο· χρήσιμον γὰρ ὑμῖν ἐστι τοῖς μέλλουσι τὴν ψῆφον φέρειν. καί μοι λέγε αὐτό. Ψήφισμα ἐγὼ τοίνυν μηνύω τὸν ἀφανίζοντα ταῦτα πάντα πρὸς ὑμᾶς τοὺς κυρίους ὄντας κολάσαι, ὑμέτερον δʼ ἐστὶ καὶ ὑπὲρ ὑμῶν καὶ ὑπὲρ τῶν θεῶν τιμωρήσασθαι Λεωκράτην. τὰ γὰρ ἀδικήματα, ἕως μὲν ἂν ᾖ ἄκριτα, παρὰ τοῖς πράξασίν ἐστιν, ἐπειδὰν δὲ κρίσις γένηται, παρὰ τοῖς μὴ δικαίως ἐπεξελθοῦσιν.2 εὖ δʼ ἴστε, ὦ ἄνδρες, ὅτι νῦν κρύβδην ψηφιζόμενος ἕκαστος ὑμῶν φανερὰν ποιήσει τὴν αὑτοῦ διάνοιαν τοῖς θεοῖς. ἡγοῦμαι δʼ, ὦ ἄνδρες, ὑπὲρ ἁπάντων τῶν μεγίστων καὶ δεινοτάτων ἀδικημάτων μίαν ὑμᾶς ψῆφον ἐν τῇ τήμερον ἡμέρᾳ φέρειν, οἷς ἅπασιν ἔνοχον ὄντα Λεωκράτην ἔστιν ἰδεῖν, προδοσίας μὲν ὅτι τὴν πόλιν ἐγκαταλιπὼν τοῖς πολεμίοις ὑποχείριον ἐποίησε, δήμου δὲ καταλύσεως ὅτι οὐχ ὑπέμεινε τὸν ὑπὲρ τῆς ἐλευθερίας κίνδυνον, ἀσεβείας δʼ ὅτι τοῦ τὰ τεμένη τέμνεσθαι καὶ τοὺς νεὼς κατασκάπτεσθαι τὸ καθʼ ἑαυτὸν γέγονεν αἴτιος, τοκέων δὲ κακώσεως τὰ μνημεῖα αὐτῶν ἀφανίζων καὶ τῶν νομίμων ἀποστερῶν, λιποταξίου δὲ καὶ ἀστρατείας οὐ παρασχὼν τὸ σῶμα τάξαι τοῖς στρατηγοῖς.
我还想在向你们略陈数语并出示民众关于虔敬所通过的法令之后走下讲坛;因为这对于即将投票的你们大有裨益。请为我宣读该法令。 法令 那么,我向拥有惩罚之权的你们告发这个毁灭这所有一切的人,而为了你们自身以及为了诸神惩办莱奥克拉底,乃是你们的职责。因为罪行在未经审判之时,归于作恶者自身;然而一旦进行了审判,罪责便落于那些未能公正追究之人身上。先生们,你们务必深知,如今你们每一个人秘密投下的选票,都将向诸神显露自己的真实意图。先生们,我认为,在今天这一天,你们正在就所有最大且最可怕的罪行投下一张唯一的选票,而莱奥克拉底被证实对所有这些罪行均负有罪责:其一是叛国罪,因为他背弃城邦致使其落入敌手;其二是颠覆民主政体罪,因为他未曾为自由经受危难;其三是不敬神罪,因为就他自身而言,他导致了圣域遭砍伐、神庙被夷平;其四是虐待父母罪,因为他毁坏了他们的纪念碑并剥夺了依法的祭礼;其五是脱离战阵和逃避兵役罪,因为他未曾将自己的躯体提供给将军们编入战列。
ἔπειτα τούτου τις ἀποψηφιεῖται, καὶ συγγνώμην ἕξει τῶν κατὰ προαίρεσιν ἀδικημάτων; καὶ τίς οὕτως ἐστὶν ἀνόητος ὥστε τοῦτον σῴζων τὴν ἑαυτοῦ σωτηρίαν προέσθαι τοῖς ἐγκαταλιπεῖν βουλομένοις, καὶ τοῦτον ἐλεήσας αὐτὸς ἀνηλέητος ὑπὸ τῶν πολεμίων ἀπολέσθαι προαιρήσεται, καὶ τῷ προδότῃ τῆς πατρίδος χάριν θέμενος ὑπεύθυνος εἶναι τῇ παρὰ τῶν θεῶν τιμωρίᾳ;
既然如此,难道还会有人投票赦免此人,并对这种蓄意所犯的罪行表示宽恕吗?又有谁会愚蠢到一边拯救此人,一边将自己的安全拱手让给那些企图弃城逃跑之人,怜悯了此人却甘愿让自己在敌人手中毫无怜悯地灭亡,施恩给祖国的叛徒却让自己承受来自诸神的惩罚呢?
ἐγὼ μὲν οὖν καὶ τῇ πατρίδι βοηθῶν καὶ τοῖς ἱεροῖς καὶ τοῖς νόμοις ἀποδέδωκα τὸν ἀγῶνα ὀρθῶς καὶ δικαίως, οὔτε τὸν ἄλλον τούτου βίον διαβαλὼν οὔτʼ ἔξω τοῦ πράγματος οὐδὲν κατηγορήσας· ὑμῶν δʼ ἕκαστον χρὴ νομίζειν τὸν Λεωκράτους ἀποψηφιζόμενον θάνατον τῆς πατρίδος καὶ ἀνδραποδισμὸν καταψηφίζεσθαι,3 καὶ δυοῖν καδίσκοιν κειμένοιν τὸν μὲν προδοσίας, τὸν δὲ σωτηρίας εἶναι, καὶ τὰς ψήφους φέρεσθαι τὰς μὲν ὑπὲρ ἀναστάσεως τῆς πατρίδος, τὰς δʼ ὑπὲρ ἀσφαλείας καὶ τῆς ἐν τῇ πόλει εὐδαιμονίας.
我本着协助祖国、圣物和法律的初衷,正直而公正地进行了这场诉讼,既没有诋毁他的其他生平,也没有就本案之外的任何事情横加指控。但你们每一个人都必须明白,投票赦免莱奥克拉底的人,就是在判处祖国死刑与沦为奴隶;摆在面前的两个投票瓮,一个是叛国之瓮,另一个是拯救之瓮;所投下的选票,一部分是为了祖国的倾覆,另一部分则是为了城邦的安全与繁荣。
ἐὰν μὲν Λεωκράτην ἀπολύσητε, προδιδόναι τὴν πόλιν καὶ τὰ ἱερὰ καὶ τὰς ναῦς ψηφιεῖσθε· ἐὰν δὲ τοῦτον ἀποκτείνητε, διαφυλάττειν καὶ σῴζειν τὴν πατρίδα καὶ τὰς προσόδους καὶ τὴν εὐδαιμονίαν παρακελεύσεσθε. νομίζοντες οὖν, ὦ Ἀθηναῖοι, ἱκετεύειν ὑμῶν τὴν χώραν καὶ τὰ δένδρα, δεῖσθαι τοὺς λιμένας καὶ τὰ νεώρια καὶ τὰ τείχη τῆς πόλεως, ἀξιοῦν δὲ καὶ τοὺς νεὼς καὶ τὰ ἱερὰ βοηθεῖν αὐτοῖς, παράδειγμα ποιήσατε Λεωκράτη, ἀναμνησθέντες τῶν κατηγορημένων, ὅτι οὐ πλέον ἰσχύει παρʼ ὑμῖν ἔλεος οὐδὲ δάκρυα τῆς ὑπὲρ τῶν νόμων καὶ τοῦ δήμου σωτηρίας.
如果你们宣告莱奥克拉底无罪,你们便是在表决背叛城邦、圣物与舰队;但如果你们处死此人,你们就是在号召众人坚守并拯救祖国、税收与繁荣。因此,雅典人啊,请你们视同土地与树木在向你们哀告,港口、船坞与城墙在向你们祈求,神庙与圣物也要求你们予以援手,牢记各项指控,将莱奥克拉底作为惩前毖后的榜样,表明在你们心中,怜悯与泪水绝不压过维护法律与民众安全的重任。
- 144τὸ καθʼ αὑτὸν μέρος
宾格名词短语 τὸ ... μέρος 作副词性修饰语,表示限定范围,意为“就他自身而言”或“在他力所能及的范围内”(与后文的 τὸ καθʼ ἑαυτὸν 同义)。
- 146παρὰ τοῖς μὴ δικαίως ἐπεξελθοῦσιν
介词 παρά 接与格表示罪责的归属:未判决时罪责在于作恶者(παρὰ τοῖς πράξασιν),而审判之后则归咎于未能公正追究之人(即失职的审判官)。
- 149τὸν Λεωκράτους ἀποψηφιζόμενον θάνατον τῆς πατρίδος καὶ ἀνδραποδισμὸν καταψηφίζεσθαι
这是利用 ἀποψηφίζομαι(接属格,表示“宣告……无罪”)与 καταψηφίζομαι(接宾格表示刑罚“判处……”,接属格表示对象)前缀对立的修辞性倒装与离隔结构。分词 τὸν ... ἀποψηφιζόμενον(投票宣告莱奥克拉底无罪的人)作不定词 καταψηφίζεσθαι 的逻辑主语,其宾语为 θάνατον ... καὶ ἀνδραποδισμόν(死刑与奴役),属格 τῆς πατρίδος 表示判决承受的对象(判处祖国死刑)。
